Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.34.1-9.34.10

イトニアのアテナ神殿とコロネイア周辺の伝承

401 / 465 箇所 · ギリシア語

要旨

アラルコメナイからコロネイアに至る途上にあるイトニアのアテナ神殿とその伝承が語られ、さらにリベトリオン山やラピュスティオン山の聖所、オルコメノス王国の神話的起源が記述される。

§9.34.1πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι, τῆς Ἰτωνίας Ἀθηνᾶς ἐστι τὸ ἱερόν·
アラルコメナイからコロネイアに到着する前に、イトニアのアテナの神殿がある。
καλεῖται δὲ ἀπὸ Ἰτωνίου τοῦ Ἀμφικτύονος, καὶ ἐς τὸν κοινὸν συνίασιν ἐνταῦθα οἱ Βοιωτοὶ σύλλογον.
それはアムピクテュオンの子イトニオスにちなんで名付けられており、ボイオティア人たちはここに共同の会議のために集まる。
ἐν δὲ τῷ ναῷ χαλκοῦ πεποιημένα Ἀθηνᾶς Ἰτωνίας καὶ Διός ἐστιν ἀγάλματα·
神殿の中には、青銅で作られたイトニアのアテナとゼウスの像がある。
τέχνη δὲ Ἀγορακρίτου, μαθητοῦ τε καὶ ἐρωμένου Φειδίου.
それらはペイディアスの弟子であり愛人であったアゴラクリトスの作である。
ἀνέθεσαν δὲ καὶ Χαρίτων ἀγάλματα ἐπʼ ἐμοῦ.
さらに私の時代に、カリスたちの像も奉納された。
§9.34.2λέγεται δὲ καὶ τοιόνδε, Ἰοδάμαν ἱερωμένην τῇ θεῷ νύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν καὶ αὐτῇ τὴν Ἀθηνᾶν φανῆναι, τῷ χιτῶνι δὲ τῆς θεοῦ τὴν Μεδούσης ἐπεῖναι τῆς Γοργόνος κεφαλήν·
次のようなことも言われている。 女神の巫女であったイオダマが、夜に聖域に入ったところ、アテナが彼女に現れた。 そして女神のキトンにはゴルゴンのメドゥーサの首がついていた。
Ἰοδάμαν δέ, ὡς εἶδε, γενέσθαι λίθον.
イオダマは、それを見ると石になってしまった。
καὶ διὰ τοῦτο ἐπιτιθεῖσα γυνὴ πῦρ ἀνὰ πᾶσαν ἡμέραν ἐπὶ τῆς Ἰοδάμας τὸν βωμὸν ἐς τρὶς ἐπιλέγει τῇ Βοιωτῶν φωνῇ Ἰοδάμαν ζῆν καὶ αἰτεῖν πῦρ.
そしてこのために、一人の女性が毎日イオダマの祭壇に火を置く際、ボイオティアの方言で「イオダマは生きており、火を求めている」と3度唱えるのである。
§9.34.3Κορώνεια δὲ παρείχετο μὲν ἐς μνήμην ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ βωμὸν Ἐπιμηλίου, τὸν δὲ ἀνέμων.
コロネイアは、アゴラにおいて、羊群の守護者ヘルメスの祭壇と、風の祭壇を、記憶すべきものとして提供している。
κατωτέρω δὲ ὀλίγον Ἥρας ἐστὶν ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον, Πυθοδώρου τέχνη Θηβαίου, φέρει δὲ ἐπὶ τῇ χειρὶ Σειρῆνας·
それより少し下ったところにヘラの神殿があり、古代の神像がある。 それはテーバイ人ピュトドロスの作であり、手の上にセイレンたちを載せている。
τὰς γὰρ δὴ Ἀχελῴου θυγατέρας ἀναπεισθείσας φασὶν ὑπὸ Ἥρας καταστῆναι πρὸς τὰς Μούσας ἐς ᾠδῆς ἔργον·
というのも、アケロオスの子らはヘラにそそそのかされて、歌競べにおいてミューズたちに対抗したと言われているからである。
αἱ δὲ ὡς ἐνίκησαν, ἀποτίλασαι τῶν Σειρήνων τὰ πτερὰ ποιήσασθαι στεφάνους ἀπʼ αὐτῶν λέγονται.
ミューズたちは勝利すると、セイレンたちの羽をむしり取り、それらから冠を作ったと言われている。
§9.34.4Κορωνείας δὲ σταδίους ὡς τεσσαράκοντα ὄρος ἀπέχει τὸ Λιβήθριον, ἀγάλματα δὲ ἐν αὐτῷ Μουσῶν τε καὶ νυμφῶν ἐπίκλησίν ἐστι Λιβηθρίων·
コロネイアからおよそ40スタディオンのところにリベトリオン山が離れており、その山にはリベトリオスという呼び名を持つミューズたちとニンフたちの像がある。
καὶ πηγαὶ—τὴν μὲν Λιβηθριάδα ὀνομάζουσιν, ἡ δὲ ἑτέρα †Πέτρα—γυναικὸς μαστοῖς εἰσιν εἰκασμέναι, καὶ ὅμοιον γάλακτι ὕδωρ ἀπʼ αὐτῶν ἄνεισιν.
またいくつかの泉があり――一方はリベトリアスと呼ばれ、もう一方はペトラと呼ばれる――それらは女性の乳房に似せて作られており、乳に似た水がそこから湧き出ている。
§9.34.5ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκ Κορωνείας στάδιοι μάλιστα εἴκοσι.
ラピュスティオン山、およびラピュスティオスのゼウスの聖域へは、コロネイアからほぼ20スタディオンである。
λίθου μὲν τὸ ἄγαλμά ἐστιν·
神像は石造りである。
Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸς ἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου.
アスアマースがここでプリクソスとヘレを犠牲に捧げようとしたとき、ゼウスによって、金色の毛を持つ牡羊が子供たちのもとに送られ、彼らはこの牡羊に乗って逃げ出したと言われている。
ἀνωτέρω δέ ἐστιν Ἡρακλῆς Χάροψ ἐπίκλησιν·
それより高いところには、チャロプスという呼び名のヘラクレスの神殿がある。
ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέα ἄγοντα τοῦ Ἅιδου τὸν κύνα.
ボイオティア人たちによれば、ここでヘラクレスはハデスの犬を連れて地上に上がってきたと言われている。
ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸν ποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην.
ラピュスティオンからイトニアのアテナの神殿へと下る途中に、ケピシス湖に注ぐパラロス川がある。
§9.34.6τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλις ἐπιφανὴς καὶ αὕτη ἐς δόξαν.
ラピュスティオン山の向こうにはオルコメノスがあるが、これもまた、ギリシア人の間で他のどんな有名な都市にも劣らず名高い。
εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλεν ἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον.
かつて繁栄の極みに達したこの都市も、マイケナイやデロスと大して違わない最期を迎える運命にあったのである。
περὶ δὲ τῶν ἀρχαίων τοιαῦτʼ ἦν ὁπόσα καὶ μνημονεύουσιν.
古代の事柄については、人々が記憶している限りの次のような話がある。
Ἀνδρέα πρῶτον ἐνταῦθα Πηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδα ὀνομασθῆναι·
ペネイオス川の子アンドレウスが最初にここに定住し、彼にちなんでその土地がアンドレイスと命名されたと言われている。
§9.34.7παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷ Ἀθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν.
アスアマースが彼のもとにやってきたとき、アンドレウスは彼に自分の土地の一部、すなわちラピュスティオン周辺の地域と、現在のコロネイアおよびハリアルトス領を分け与えた。
Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων—τὰ μὲν γὰρ ἐς Λέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαι συνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου—τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου·
アスアマースは、自分の男子が誰も残されていないと考えたため――というのも、彼自身がレアルコスとメリケルテスに対してあのような暴挙を働き、レウコンは病死し、プリクソスについては彼自身が生きているか、あるいはプリクソスの血を引く者が残されているかを知らなかったからである――これらの理由により、シシュポスの子テルサンドロスの子であるハリアルトスとコロノスを養子にした。
Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας.
アスアマースはシシュポスの兄弟だったからである。
§9.34.8ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲν αὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος—γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆς Αἰήτου θυγατρός— οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸν Ἀθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου προσήκειν·
しかし後に、ある者たちはプリクソス自身が、またある者たちはプレスボンが(プレスボンはアイエテスの娘によってプリクソスに生まれたとされる)コルキスから戻ってきたため、テルサンドロスの子らは、アスアマースの家はアスアマースとその子孫に帰属することに同意した。
αὐτοὶ δὲ—μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς—Ἁλιάρτου καὶ Κορωνείας ἐγένοντο οἰκισταί.
そして彼ら自身は――アスアマースが彼らに土地の一部を分け与えたので――ハリアルトスとコロネイアの創設者となった。
§9.34.9πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέρα Λεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται, Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντων τινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν.
これらよりさらに前に、アンドレウスはアスアマースからレウコンの娘エウイッペを妻として迎え、彼に息子エテオクレスが生まれた。 しかし市民たちの噂によれば、彼の父親はケピソス川であり、そのため詩人のうちの何人かはその詩の中でエテオクレスを「ケピソスの子」と呼んだ。
§9.34.10οὗτος ὡς ἐβασίλευσεν ὁ Ἐτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα, τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο.
このエテオクレスは王になると、その土地がアンドレウスにちなんだ名前を持ち続けることを許したが、部族については一つをケピシアスとし、もう一つを自分の名にちなんだものとした。
ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷ Σισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθη Ἄλμωνες ἀπὸ τοῦ Ἄλμου τούτου·
また、彼のもとにやってきたシシュポスの子ハルモスに、土地のわずかな部分を居住地として与え、当時その村はこのハルモスにちなんでハルモネスと呼ばれた。
χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ὄνομα εἶναι τῇ κώμῃ Ὄλμωνας.
しかし後になって、時とともにオルモネスという名前が定着した。

語釈・文法注

  1. 9.34.1πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι — 接続詞 πρίν(〜する前に)は、通例その行為が実現する前であることを示す場合などに不定詞(ここでは ἀφικέσθαι)を伴う。主節の主語と異なるため、行為の主体(旅行者一般、あるいはパウサニアス自身)が暗黙のうちに不定詞の意味上の主語として想定されている。
  2. 9.34.2Ἰοδάμαν ἱερωμένην τῇ θεῷ νύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν — 非人称表現 λέγεται(〜と言われている)に支配された対格不定詞構文(A.C.I.)。Ἰοδάμαν ἱερωμένην が対格主語、ἐσελθεῖν(およびそれに続く φανῆναι, γενέσθαι)が不定詞動詞として機能している。
  3. 9.34.5Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος — 属格独立構文(Genitive Absolute)。名詞 Ἀθάμαντος が属格分詞 μέλλοντος の意味上の主語となっており、主節(κριὸν ... πεμφθῆναι φασιν)に対して「〜しようとしていたとき」という時間的状況を提示する。不定詞 θύειν は分詞 μέλλοντος の補足(〜する予定である)。
  4. 9.34.7ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων — 接続詞 ἅτε(〜だから、〜という理由で)は、分詞(ここでは νομίζων)を伴い、主観ではなく客観的な事実に基づいた理由を示す。分詞 νομίζων は、その目的語として対格不定詞構文 οὐδένα ... λελεῖφθαι を支配している。また、間接再帰代名詞 οἱ(自己に)は主節の主語アスアマースを指す与格。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.34.1-9.34.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.34.1-9.34.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。