§9.34.1πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι, τῆς Ἰτωνίας Ἀθηνᾶς ἐστι τὸ ἱερόν· καλεῖται δὲ ἀπὸ Ἰτωνίου τοῦ Ἀμφικτύονος, καὶ ἐς τὸν κοινὸν συνίασιν ἐνταῦθα οἱ Βοιωτοὶ σύλλογον.
Before arriving at Coroneia from Alalcomenae, there is the sanctuary of Itonian Athena; it is named after Itonius, the son of Amphictyon, and there the Boeotians assemble for their common council.
ἐν δὲ τῷ ναῷ χαλκοῦ πεποιημένα Ἀθηνᾶς Ἰτωνίας καὶ Διός ἐστιν ἀγάλματα· τέχνη δὲ Ἀγορακρίτου, μαθητοῦ τε καὶ ἐρωμένου Φειδίου.
Within the temple are bronze statues of Itonian Athena and Zeus; they are the work of Agoracritus, a pupil and beloved of Pheidias.
ἀνέθεσαν δὲ καὶ Χαρίτων ἀγάλματα ἐπʼ ἐμοῦ.
In my time they also dedicated statues of the Graces.
§9.34.2λέγεται δὲ καὶ τοιόνδε, Ἰοδάμαν ἱερωμένην τῇ θεῷ νύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν καὶ αὐτῇ τὴν Ἀθηνᾶν φανῆναι, τῷ χιτῶνι δὲ τῆς θεοῦ τὴν Μεδούσης ἐπεῖναι τῆς Γοργόνος κεφαλήν· Ἰοδάμαν δέ, ὡς εἶδε, γενέσθαι λίθον.
The following is also told: that Iodama, who was priestess to the goddess, entered the sacred precinct by night, and Athena appeared to her, with the head of Medusa the Gorgon upon the goddess’s chiton; and Iodama, when she saw it, turned to stone.
καὶ διὰ τοῦτο ἐπιτιθεῖσα γυνὴ πῦρ ἀνὰ πᾶσαν ἡμέραν ἐπὶ τῆς Ἰοδάμας τὸν βωμὸν ἐς τρὶς ἐπιλέγει τῇ Βοιωτῶν φωνῇ Ἰοδάμαν ζῆν καὶ αἰτεῖν πῦρ.
And on this account, a woman, when placing fire every day upon the altar of Iodama, thrice repeats in the Boeotian dialect that Iodama lives and asks for fire.
§9.34.3Κορώνεια δὲ παρείχετο μὲν ἐς μνήμην ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ βωμὸν Ἐπιμηλίου, τὸν δὲ ἀνέμων.
Coroneia offered for memory in the marketplace an altar of Hermes Epimelius, and another of the Winds.
κατωτέρω δὲ ὀλίγον Ἥρας ἐστὶν ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον, Πυθοδώρου τέχνη Θηβαίου, φέρει δὲ ἐπὶ τῇ χειρὶ Σειρῆνας· τὰς γὰρ δὴ Ἀχελῴου θυγατέρας ἀναπεισθείσας φασὶν ὑπὸ Ἥρας καταστῆναι πρὸς τὰς Μούσας ἐς ᾠδῆς ἔργον· αἱ δὲ ὡς ἐνίκησαν, ἀποτίλασαι τῶν Σειρήνων τὰ πτερὰ ποιήσασθαι στεφάνους ἀπʼ αὐτῶν λέγονται.
A little lower down is a temple of Hera with an ancient statue, the work of Pythodorus a Theban, carrying Sirens on her hand; for they say that the daughters of Achelous, having been persuaded by Hera, entered into a contest of song against the Muses; and the Muses, having won, are said to have plucked the feathers of the Sirens and made crowns from them.
§9.34.4Κορωνείας δὲ σταδίους ὡς τεσσαράκοντα ὄρος ἀπέχει τὸ Λιβήθριον, ἀγάλματα δὲ ἐν αὐτῷ Μουσῶν τε καὶ νυμφῶν ἐπίκλησίν ἐστι Λιβηθρίων· καὶ πηγαὶ—τὴν μὲν Λιβηθριάδα ὀνομάζουσιν, ἡ δὲ ἑτέρα †Πέτρα—γυναικὸς μαστοῖς εἰσιν εἰκασμέναι, καὶ ὅμοιον γάλακτι ὕδωρ ἀπʼ αὐτῶν ἄνεισιν.
About forty stades from Coroneia is the mountain Libethrium, and on it are statues of the Muses and nymphs under the title of Libethrian; and there are springs—one they call Libethrias, and the other Petra—resembling the breasts of a woman, and water like milk rises from them.
§9.34.5ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκ Κορωνείας στάδιοι μάλιστα εἴκοσι.
To the mountain Laphystium and to the precinct of Laphystian Zeus, it is about twenty stades from Coroneia.
λίθου μὲν τὸ ἄγαλμά ἐστιν· Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸς ἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου.
The statue is of stone; and they say that when Athamas was about to sacrifice Phrixus and Helle here, a ram with golden fleece was sent to the children by Zeus, and that they escaped on this ram.
ἀνωτέρω δέ ἐστιν Ἡρακλῆς Χάροψ ἐπίκλησιν· ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέα ἄγοντα τοῦ Ἅιδου τὸν κύνα.
Higher up is a sanctuary of Heracles surnamed Charops; and here the Boeotians say that Heracles came up bringing the dog of Hades.
ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸν ποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην.
Down from Laphystium, as one goes to the sanctuary of Itonian Athena, is the river Phalarus, which empties into the lake Cephisis.
§9.34.6τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλις ἐπιφανὴς καὶ αὕτη ἐς δόξαν.
On the other side of the mountain Laphystium is Orchomenus, which is as illustrious for glory as any other city among the Greeks.
εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλεν ἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον.
Having once been raised to the highest degree of prosperity, it too was destined to receive an end not much different from Mycenae and Delos.
περὶ δὲ τῶν ἀρχαίων τοιαῦτʼ ἦν ὁπόσα καὶ μνημονεύουσιν.
Concerning its ancient affairs, such were the things which they remember.
Ἀνδρέα πρῶτον ἐνταῦθα Πηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδα ὀνομασθῆναι· §9.34.7παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷ Ἀθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν.
They say that Andreus, son of the river-god Peneus, first settled here, and after him the land was named Andreis; and when Athamas came to him, Andreus assigned to Athamas a portion of his own land, both the region around Laphystium and what is now Coroneia and the territory of Haliartus.
Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων—τὰ μὲν γὰρ ἐς Λέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαι συνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου—τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου· Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας.
But Athamas, since he thought that none of his male children was left to him—for as to Learchus and Melicertes, he himself had committed outrages against them, and Leucon happened to have died of disease, while of Phrixus he did not know whether he was surviving himself or had left any offspring behind—for these reasons he adopted Haliartus and Coronus, the sons of Thersander, the son of Sisyphus; for Athamas was a brother of Sisyphus.
§9.34.8ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲν αὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος—γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆς Αἰήτου θυγατρός— οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸν Ἀθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου προσήκειν· αὐτοὶ δὲ—μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς—Ἁλιάρτου καὶ Κορωνείας ἐγένοντο οἰκισταί.
But later, when either Phrixus himself—as some say—or Presbon, as others say (and they say that Presbon was born to Phrixus by the daughter of Aeetes), returned from Colchis, the sons of Thersander agreed that the house of Athamas belonged to Athamas and his descendants; and they themselves—since Athamas gave them a portion of the land—became the founders of Haliartus and Coroneia.
§9.34.9πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέρα Λεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται, Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντων τινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν.
And even before these events, Andreus took to wife Euippe, daughter of Leucon, from Athamas, and a son Eteocles was born to him, but according to the rumor of the citizens, his father was the river Cephisus, so that some of the poets in their epic verses called Eteocles 'son of Cephisus' (Cephisiades).
§9.34.10οὗτος ὡς ἐβασίλευσεν ὁ Ἐτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα, τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο.
When this Eteocles became king, he allowed the country to keep its name from Andreus, but established two tribes, the Cephisian, and the other named after himself.
ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷ Σισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθη Ἄλμωνες ἀπὸ τοῦ Ἄλμου τούτου· χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ὄνομα εἶναι τῇ κώμῃ Ὄλμωνας.
And when Almus, the son of Sisyphus, came to him, he gave him a small portion of the land to dwell in, and a village was then called Almones from this Almus; but in course of time the name Olmones later prevailed for the village.