Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.33.1-9.33.7

テイレスィアスの死とアラルコメナイのアテナ神殿

400 / 465 箇所 · ギリシア語

要旨

ハリアルトスおよびアラルコメナイの周辺の遺跡や伝説、特に預言者テイレスィアスの死、ロピス川の起源、スッラによるアテナ像の略奪とその末路、トリトン川の地名由来を記述している。

§9.33.1ἐν Ἁλιάρτῳ δὲ τοῦ τε Λυσάνδρου μνῆμα καὶ Κέκροπος τοῦ Πανδίονός ἐστιν ἡρῷον.
ハリアルトスには、リュサンドロスの墓と、パンディオンの子ケクロプスの英雄廟がある。
τὸ δὲ ὄρος τὸ Τιλφούσιον καὶ ἡ Τιλφοῦσα καλουμένη πηγὴ σταδίους μάλιστα Ἁλιάρτου πεντήκοντα ἀπέχουσι.
ティルプシオン山とティルプサと呼ばれる泉は、ハリアルトスからほぼ50スタディオン離れている。
λέγεται δὲ ὑπὸ Ἑλλήνων Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν, καὶ—εἴχετο γὰρ δίψῃ—καθʼ ὁδόν φασιν αὐτὸν πιόντα ἀπὸ τῆς Τιλφούσης ἀφεῖναι τὴν ψυχήν·
ギリシア人たちによって語られるところでは、アルゴス人たちがポリュネイケスの子らとともにテーバイを攻略した後、神のために他の戦利品とともに、テイレスィアスをもデルポイへと連れて行こうとしていた。
καὶ ἔστι τάφος αὐτῷ πρὸς τῇ πηγῇ.
そして――彼は渇きに襲われていたので――途中でティルプサの泉から水を飲んで息を引き取ったと言われており、彼の墓がその泉の近くにある。
§9.33.2τὴν δὲ θυγατέρα τοῦ Τειρεσίου δοθῆναι μέν φασι τῷ Ἀπόλλωνι ὑπὸ τῶν Ἀργείων, προστάξαντος δὲ τοῦ θεοῦ ναυσὶν ἐς τὴν νῦν Ἰωνίαν καὶ Ἰωνίας ἐς τὴν Κολοφωνίαν περαιωθῆναι.
またテイレスィアスの娘は、アルゴス人によってアポロンに捧げられたと言われているが、神の命令により、船で現在のイオニアへ、そしてイオニアからコロポン領へと渡った。
καὶ ἡ μὲν αὐτόθι συνῴκησεν ἡ Μαντὼ Ῥακίῳ Κρητί·
そしてマントーはそこでクレタ人のラキオスと同居した。
τὰ δὲ ἄλλα ἐς Τειρεσίαν, ἐτῶν τε ἀριθμὸν ὧν γεγράφασιν αὐτὸν βιῶναι καὶ ὡς ἐκ γυναικὸς ἐς ἄνδρα ἠλλάγη καὶ ὅτι Ὅμηρος ἐποίησεν ἐν Ὀδυσσείᾳ συνετὸν εἶναι γνώμην Τειρεσίαν τῶν ἐν Ἅιδου μόνον, ταῦτα μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ.
テイレスィアスに関するその他のこと、すなわち彼が生きたと人々が書いている年齢の数や、彼が女から男へと変わったこと、またホメロスが『オデュッセイア』において、ハデスの館にいる者たちの中でテイレスィアスだけが思慮ある心を持っているとしたこと、これらは誰もが聞き及んで知っている。
§9.33.3Ἁλιαρτίοις δέ ἐστιν ἐν ὑπαίθρῳ θεῶν ἱερὸν ἃς Πραξιδίκας καλοῦσιν·
ハリアルトスの人々には、プラκシディカイと呼ばれる女神たちの野外の神殿がある。
ἐνταῦθα ὀμνύουσι μέν, ποιοῦνται δὲ οὐκ ἐπίδρομον τὸν ὅρκον.
そこで彼らは誓いを立てるが、その誓いを軽々しくは行わない。
ταύταις μέν ἐστι πρὸς τῷ ὄρει τῷ Τιλφουσίῳ τὸ ἱερόν·
これらの女神たちにはティルプシオン山の近くに神殿がある。
ἐν Ἁλιάρτῳ δέ εἰσι ναοί, καί σφισιν οὐκ ἀγάλματα ἔνεστιν, οὐκ ὄροφος ἔπεστιν·
ハリアルトスにはいくつかの神殿があるが、それらには神像がなく、屋根も架かっていない。
οὐ μὴν οὐδὲ οἷς τισιν ἐποιήθησαν, οὐδὲ τοῦτο ἠδυνάμην πυθέσθαι.
さらに、それらが誰のために建てられたのかさえ、私は尋ね知ることができなかった。
§9.33.4ἔστι δὲ ἐν τῇ Ἁλιαρτίᾳ ποταμὸς Λόφις.
ハリアルトス領内にはロピスという川がある。
λέγεται δὲ τῆς χώρας αὐχμηρᾶς οὔσης τὸ ἐξ ἀρχῆς καὶ ὕδατος οὐκ ὄντος ἐν αὐτῇ ἄνδρα τῶν δυναστευόντων ἐλθόντα ἐς Δελφοὺς ἐπερέσθαι τρόπον ὅντινα ὕδωρ εὑρήσουσιν ἐν τῇ γῇ·
言われているところでは、その土地が元々は乾燥しており、水が全くなかったため、支配者の一人がデルポイに行って、どのような方法でその土地に水を見出せるかを尋ねた。
τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν.
するとピュティアが命じるには、ハリアルトスに戻った彼に最初に最初に出会った者、その者の殺害者(手を下す者)に彼がならねばならない、と。
ἐντυχεῖν τε δὴ αὐτῷ παραγενομένῳ τὸν υἱὸν Λόφιν καὶ τὸν οὐ μελλήσαντα τῷ ξίφει τὸν νεανίσκον παῖσαι·
そして彼が到着したときに、息子のロピスが彼に出会い、彼は躊躇することなく剣でその若者を切りつけた。
καὶ τὸν μὲν ἔτι ἔμπνουν περιθεῖν, ὅπου δὲ ῥυῆναι τὸ αἷμα, ὕδωρ ἐντεῦθεν ἀνεῖναι τὴν γῆν.
そして息子はまだ息のあるうちに走り回り、血が流れたところ、そこから地が水を湧き出させた。
ἐπὶ τούτῳ μὲν ὁ ποταμὸς καλεῖται Λόφις·
このことにちなんで、その川はロピスと呼ばれている。
§9.33.5Ἀλαλκομεναὶ δὲ κώμη μέν ἐστιν οὐ μεγάλη, κεῖται δὲ ὄρους οὐκ ἄγαν ὑψηλοῦ πρὸς τοῖς ποσὶν ἐσχάτοις.
アラルコメナイは大きな村ではないが、それほど高くはない山の最も低い麓に位置している。
γενέσθαι δὲ αὐτῇ τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀλαλκομενέως ἀνδρὸς αὐτόχθονος, ὑπὸ τούτου δὲ Ἀθηνᾶν τραφῆναι λέγουσιν·
その名前の由来について、ある人々は土着の男アラルコメネウスからだと言っており、彼によってアテナが育てられたと言う。
οἱ δὲ εἶναι καὶ τὴν Ἀλαλκομενίαν τῶν Ὠγύγου θυγατέρων φασίν.
またある人々は、アラルコメニアもオギュゴスの娘たちの一人であると言っている。
ἀπωτέρω δὲ τῆς κώμης ἐπεποίητο ἐν τῷ χθαμαλῷ τῆς Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἀρχαῖον ἐλέφαντος.
村から少し離れた低い土地に、アテナの神殿と象牙で作られた古代の像が作られていた。
§9.33.6Σύλλα δὲ ἔστι μὲν καὶ τὰ ἐς Ἀθηναίους ἀνήμερα καὶ ἤθους ἀλλότρια τοῦ Ῥωμαίων, ἐοικότα δὲ τούτοις καὶ τὰ ἐς Θηβαίους τε καὶ Ὀρχομενίους·
スッラについては、アテナイ人に対する行いは残酷でローマ人の気質とはかけ離れたものであったが、これらと同様のことはテーバイ人やオルコメノス人に対する行いにも見られる。
προσεξειργάσατο δὲ καὶ ἐν ταῖς Ἀλαλκομεναῖς, τῆς Ἀθηνᾶς τὸ ἄγαλμα αὐτὸ συλήσας.
さらに彼はアラルコメナイでも悪行を重ね、アテナのその神像自体を強奪した。
τοῦτον μὲν τοιαῦτα ἔς τε Ἑλληνίδας πόλεις καὶ θεοὺς τοὺς Ἑλλήνων ἐκμανέντα ἐπέλαβεν ἀχαριστοτάτη νόσος πασῶν·
ギリシアの都市たちやギリシアの神々に対してこのように狂暴に振る舞った彼は、あらゆる病気の中で最も不快な病気に襲われた。
φθειρῶν γὰρ ἤνθησεν, ἥ τε πρότερον εὐτυχία δοκοῦσα ἐς τοιοῦτο περιῆλθεν αὐτῷ τέλος.
すなわち、彼の体からシラミが湧き出し、かつて幸運と思われていた彼の生涯はこのような最期に終わったのである。
τὸ δὲ ἱερὸν τὸ ἐν ταῖς Ἀλαλκομεναῖς ἠμελήθη τὸ ἀπὸ τοῦδε ἅτε ἠρημωμένον τῆς θεοῦ.
アラルコメナイにあるその神殿は、これ以降、女神の像が奪い去られて荒廃したまま放置された。
§9.33.7ἐγένετο δὲ καὶ ἄλλο ἐπʼ ἐμοῦ τοιόνδε ἐς κατάλυσιν τοῦ ναοῦ·
私の時代には、その神殿の崩壊に至る次のような別の出来事も起こった。
κισσός οἱ προσπεφυκὼς μέγας καὶ ἰσχυρὸς διέλυσεν ἐκ τῶν ἁρμονιῶν καὶ διέσπα τοὺς λίθους ἀπʼ ἀλλήλων.
そこに生い茂った巨大で強力な蔦が、接合部から石を緩め、石同士を引き裂いてしまった。
ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος·
ここには急流であるそれほど大きくない川も流れている。
ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρίτωνι ἔχει λόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύῃ θάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης.
人々はこれをトリトンと呼んでいるが、それはアテナがトリトン川のほとりで育てられたという伝説があるためで、このトリトンこそがその川であり、トリトニス湖からリビアに面した海へと流れ出るリビア人のトリトン川ではないと主張している。

語釈・文法注

  1. 9.33.1Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν — 非人称受動態の主動詞 λέγεται に導かれた対格不定詞(AcI)構文。対格主語である Ἀργείους に対し、不定詞 ἄγειν が対応する。アオリスト分詞 ἑλόντας は Ἀργείους を修飾し、καὶ ἄλλα τῶν λαφύρων と καὶ Τειρεσίαν が ἄγειν の二重の直接目的語を成している。
  2. 9.33.2τὰ δὲ ἄλλα ἐς Τειρεσίαν ... ταῦτα μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ — 文頭の対格句 τὰ δὲ ἄλλα ἐς Τειρεσίαν(テイレスィアスに関するその他のこと)が、後文の指示代名詞 ταῦτα(これら)により同格として引き取られ、他動詞 ἴσασιν(知っている)の直接目的語となる、一種の懸垂構造(anacoluthon)ないし先取りである。中間に挟まれた ἐτῶν τε ἀριθμὸν から ὅτι Ὅμηρος... の節は、τὰ ἄλλα の具体的な中身を説明する同格の名詞句・名詞節である。
  3. 9.33.4τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν — 間接話法の AcI 構造。未来の一般条件を表す関係節 ὃς ἂν ... ἐντύχῃ の先行詞は、後続の属格指示代名詞 τούτου である。非人称動詞の不定詞 δεῖν の意味上の主語は対格の αὐτόν(彼)であり、φονέα γενέσθαι(殺害者になること)が補語となっている。
  4. 9.33.7ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων — 接続詞 ὡς と対格分詞 ὄντα(ποταμόν に一致)の結合による、主観的理由または主張(「〜であると主張して」)を表す構文。現地の通説を伝える表現として機能している。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.33.1-9.33.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.33.1-9.33.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。