Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.34.1-9.34.10

伊托尼亚雅典娜神殿与科罗尼亚周边传说

第 401 段,共 465 段 · 希腊语

内容简介

作者记叙了前往科罗尼亚途中伊托尼亚雅典娜的神殿及约达玛的传说,随后介绍了里贝特里翁山、拉菲斯提翁山,以及奥尔霍墨诺斯王国的神话起源。

§9.34.1πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι, τῆς Ἰτωνίας Ἀθηνᾶς ἐστι τὸ ἱερόν· καλεῖται δὲ ἀπὸ Ἰτωνίου τοῦ Ἀμφικτύονος, καὶ ἐς τὸν κοινὸν συνίασιν ἐνταῦθα οἱ Βοιωτοὶ σύλλογον.
在从阿拉尔科梅奈前往科罗尼亚之前,有伊托尼亚雅典娜的神殿;它得名于阿姆菲克堤翁之子伊托尼奥斯,波奥蒂亚人在此聚集举行他们的联合会议。
ἐν δὲ τῷ ναῷ χαλκοῦ πεποιημένα Ἀθηνᾶς Ἰτωνίας καὶ Διός ἐστιν ἀγάλματα· τέχνη δὲ Ἀγορακρίτου, μαθητοῦ τε καὶ ἐρωμένου Φειδίου.
神殿内有青铜制成的伊托尼亚雅典娜和宙斯的神像;它们是菲迪亚斯的弟子兼爱人阿戈拉克里托斯的作品。
ἀνέθεσαν δὲ καὶ Χαρίτων ἀγάλματα ἐπʼ ἐμοῦ.
在我的时代,人们还奉献了美惠三女神的雕像。
§9.34.2λέγεται δὲ καὶ τοιόνδε, Ἰοδάμαν ἱερωμένην τῇ θεῷ νύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν καὶ αὐτῇ τὴν Ἀθηνᾶν φανῆναι, τῷ χιτῶνι δὲ τῆς θεοῦ τὴν Μεδούσης ἐπεῖναι τῆς Γοργόνος κεφαλήν· Ἰοδάμαν δέ, ὡς εἶδε, γενέσθαι λίθον.
还有这样的传说:作为女神女祭司的约达玛,在夜间进入圣域,雅典娜向她显现,女神的战袍上带有戈耳工美杜莎的头颅;约达玛一见之下,便化为了石头。
καὶ διὰ τοῦτο ἐπιτιθεῖσα γυνὴ πῦρ ἀνὰ πᾶσαν ἡμέραν ἐπὶ τῆς Ἰοδάμας τὸν βωμὸν ἐς τρὶς ἐπιλέγει τῇ Βοιωτῶν φωνῇ Ἰοδάμαν ζῆν καὶ αἰτεῖν πῦρ.
因此,每天在约达玛祭坛上放火的女祭司,会用波奥蒂亚方言念诵三次:“约达玛活着,并索要火。
§9.34.3Κορώνεια δὲ παρείχετο μὲν ἐς μνήμην ἐπὶ τῆς ἀγορᾶς Ἑρμοῦ βωμὸν Ἐπιμηλίου, τὸν δὲ ἀνέμων.
” 科罗尼亚在其广场上保留了作为纪念的牧群守护者赫尔墨斯的祭坛,以及风的祭坛。
κατωτέρω δὲ ὀλίγον Ἥρας ἐστὶν ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον, Πυθοδώρου τέχνη Θηβαίου, φέρει δὲ ἐπὶ τῇ χειρὶ Σειρῆνας· τὰς γὰρ δὴ Ἀχελῴου θυγατέρας ἀναπεισθείσας φασὶν ὑπὸ Ἥρας καταστῆναι πρὸς τὰς Μούσας ἐς ᾠδῆς ἔργον· αἱ δὲ ὡς ἐνίκησαν, ἀποτίλασαι τῶν Σειρήνων τὰ πτερὰ ποιήσασθαι στεφάνους ἀπʼ αὐτῶν λέγονται.
稍低一点的地方有赫拉的神殿和一尊古老的神像,是底比斯人皮托多罗斯的作品,她手中托着塞壬;因为传说阿刻罗俄斯的女儿们在赫拉的唆使下,在歌唱比赛中与缪斯抗衡;而缪斯在获胜后,拔去了塞壬的羽毛并用它们做成了冠冕。
§9.34.4Κορωνείας δὲ σταδίους ὡς τεσσαράκοντα ὄρος ἀπέχει τὸ Λιβήθριον, ἀγάλματα δὲ ἐν αὐτῷ Μουσῶν τε καὶ νυμφῶν ἐπίκλησίν ἐστι Λιβηθρίων· καὶ πηγαὶ—τὴν μὲν Λιβηθριάδα ὀνομάζουσιν, ἡ δὲ ἑτέρα †Πέτρα—γυναικὸς μαστοῖς εἰσιν εἰκασμέναι, καὶ ὅμοιον γάλακτι ὕδωρ ἀπʼ αὐτῶν ἄνεισιν.
距离科罗尼亚约四十斯塔德有里贝特里翁山,山上有被称为里贝特里奥斯的缪斯和宁芙的雕像;还有泉水——一处被称为里贝特里亚斯,另一处被称为佩特拉——它们形状像女人的乳房,从中涌出像牛奶一样的水。
§9.34.5ἐς δὲ τὸ ὄρος τὸ Λαφύστιον καὶ ἐς τοῦ Διὸς τοῦ Λαφυστίου τὸ τέμενός εἰσιν ἐκ Κορωνείας στάδιοι μάλιστα εἴκοσι.
从科罗尼亚到拉菲斯提翁山以及拉菲斯提奥斯宙斯的圣域,大约有二十斯塔德。
λίθου μὲν τὸ ἄγαλμά ἐστιν· Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος πεμφθῆναι κριὸν τοῖς παισί φασιν ὑπὸ Διὸς ἔχοντα τὸ ἔριον χρυσοῦν, καὶ ἀποδρᾶναι σφᾶς ἐπὶ τοῦ κριοῦ τούτου.
神像是石雕的;传说当阿塔马斯准备在这里祭祀弗里克斯和赫勒时,宙斯给孩子们送来了一只带有金色羊毛的公羊,他们骑着这只公羊逃走了。
ἀνωτέρω δέ ἐστιν Ἡρακλῆς Χάροψ ἐπίκλησιν· ἐνταῦθα δὲ οἱ Βοιωτοὶ λέγουσιν ἀναβῆναι τὸν Ἡρακλέα ἄγοντα τοῦ Ἅιδου τὸν κύνα.
更高处是被称为哈洛普斯(喜悦之眼)的赫拉克勒斯神殿;波奥蒂亚人说赫拉克勒斯曾在这里带着哈得斯的犬回到地上。
ἐκ δὲ Λαφυστίου κατιόντι ἐς τῆς Ἰτωνίας Ἀθηνᾶς τὸ ἱερὸν ποταμός ἐστι Φάλαρος ἐς τὴν Κηφισίδα ἐκδιδοὺς λίμνην.
从拉菲斯提翁下来前往伊托尼亚雅典娜神殿的途中,有法拉洛斯河,注入凯菲西斯湖。
§9.34.6τοῦ δὲ ὄρους τοῦ Λαφυστίου πέραν ἐστὶν Ὀρχομενός, εἴ τις Ἕλλησιν ἄλλη πόλις ἐπιφανὴς καὶ αὕτη ἐς δόξαν.
在拉菲斯提翁山的另一边是奥尔霍墨诺斯,它同希腊的其他任何著名城市一样享有盛名。
εὐδαιμονίας δέ ποτε ἐπὶ μέγιστον προαχθεῖσαν ἔμελλεν ἄρα ὑποδέξεσθαι τέλος καὶ ταύτην οὐ πολύ τι ἀποδέον ἢ Μυκήνας τε καὶ Δῆλον.
这个曾经达到繁荣顶峰的城市,最终也难逃与迈锡尼和德洛斯相差无几的结局。
περὶ δὲ τῶν ἀρχαίων τοιαῦτʼ ἦν ὁπόσα καὶ μνημονεύουσιν.
关于其古老的事迹,人们所记忆的有如下这些。
Ἀνδρέα πρῶτον ἐνταῦθα Πηνειοῦ παῖδα τοῦ ποταμοῦ λέγουσιν ἐποικῆσαι καὶ ἀπὸ τούτου τὴν γῆν Ἀνδρηίδα ὀνομασθῆναι· §9.34.7παραγενομένου δὲ ὡς αὐτὸν Ἀθάμαντος, ἀπένειμε τῆς αὑτοῦ τῷ Ἀθάμαντι τήν τε περὶ τὸ Λαφύστιον χώραν καὶ τὴν νῦν Κορώνειαν καὶ Ἁλιαρτίαν.
他们说,首先在此定居的是佩涅奥斯河神之子安德勒乌斯,该土地也因此被称为安德勒伊斯;当阿塔马斯来到他那里时,安德勒乌斯把自己的部分土地分给了阿塔马斯,即拉菲斯提翁周边的地区,以及现在的科罗尼亚和哈利亚尔托斯领地。
Ἀθάμας δὲ ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων—τὰ μὲν γὰρ ἐς Λέαρχόν τε καὶ Μελικέρτην ἐτόλμησεν αὐτός, Λεύκωνι δὲ ὑπὸ νόσου τελευτῆσαι συνέβη, Φρίξον δὲ ἄρα οὐκ ἠπίστατο ἢ αὐτὸν περιόντα ἢ γένος ὑπολειπόμενον Φρίξου—τούτων ἕνεκα ἐποιήσατο Ἁλίαρτον καὶ Κόρωνον τοὺς Θερσάνδρου τοῦ Σισύφου· Σισύφου γὰρ ἀδελφὸς ἦν ὁ Ἀθάμας.
然而,由于阿塔马斯认为自己没有留下任何男嗣——因为关于莱阿尔科斯和梅利凯尔特斯,是他自己亲手施暴,而勒乌孔则因病去世,至于弗里克斯,他不知道他是否还活着,或者是否有子嗣留存——由于这些原因,他收养了西西弗斯之子泰尔桑德罗斯的儿子哈利亚尔托斯和科罗诺斯;因为阿塔马斯是西西弗斯的兄弟。
§9.34.8ὕστερον δὲ ἀναστρέψαντος ἐκ Κόλχων οἱ μὲν αὐτοῦ Φρίξου φασίν, οἱ δὲ Πρέσβωνος—γεγονέναι δὲ Φρίξῳ τὸν Πρέσβωνα ἐκ τῆς Αἰήτου θυγατρός— οὕτω συγχωροῦσιν οἱ Θερσάνδρου παῖδες οἶκον μὲν τὸν Ἀθάμαντος Ἀθάμαντι καὶ τοῖς ἀπὸ ἐκείνου προσήκειν· αὐτοὶ δὲ—μοῖραν γὰρ δίδωσί σφισιν Ἀθάμας τῆς γῆς—Ἁλιάρτου καὶ Κορωνείας ἐγένοντο οἰκισταί.
但后来,当弗里克斯本人(如一些人所说)或普雷斯邦(另一些人所说,普雷斯邦是埃埃忒斯之女为弗里克斯所生)从科尔基斯返回时,泰尔桑德罗斯的儿子们同意,阿塔马斯的家室应当归属于阿塔马斯及其后裔;而他们自己——因为阿塔马斯分给了他们一部分土地——成为了哈利亚尔托斯和科罗尼亚的建立者。
§9.34.9πρότερον δὲ ἔτι τούτων Ἀνδρεὺς Εὐίππην θυγατέρα Λεύκωνος λαμβάνει παρὰ Ἀθάμαντος γυναῖκα, καὶ υἱὸς Ἐτεοκλῆς αὐτῷ γίνεται, Κηφισοῦ δὲ τοῦ ποταμοῦ κατὰ τῶν πολιτῶν τὴν φήμην, ὥστε καὶ τῶν ποιησάντων τινὲς Κηφισιάδην τὸν Ἐτεοκλέα ἐκάλεσαν ἐν τοῖς ἔπεσιν.
在这些事情之前,安德勒乌斯向阿塔马斯娶了勒乌孔的女儿埃乌伊佩为妻,并为他生下了儿子埃特奥克勒斯,但根据市民们的传闻,其父亲是凯菲索斯河,因此一些诗人在他们的史诗中称埃特奥克勒斯为“凯菲索斯之子”(凯菲西亚德斯)。
§9.34.10οὗτος ὡς ἐβασίλευσεν ὁ Ἐτεοκλῆς, τὴν μὲν χώραν ἀπὸ Ἀνδρέως ἔχειν τὸ ὄνομα εἴασε, φυλὰς δὲ Κηφισιάδα, τὴν δὲ ἑτέραν ἐπώνυμον αὑτῷ κατεστήσατο.
当这位埃特奥克勒斯即位为王时,他允许这片土地保留来自安德勒乌斯的名字,但建立了两个部落,一个是凯菲西亚斯,另一个则以他自己的名字命名。
ἀφικομένῳ δὲ πρὸς αὐτὸν Ἄλμῳ τῷ Σισύφου δίδωσιν οἰκῆσαι τῆς χώρας οὐ πολλήν, καὶ κώμη τότε ἐκλήθη Ἄλμωνες ἀπὸ τοῦ Ἄλμου τούτου· χρόνῳ δὲ ἐξενίκησεν ὕστερον ὄνομα εἶναι τῇ κώμῃ Ὄλμωνας.
当西西弗斯之子阿尔莫斯来到他那里时,他分给了他一小块土地居住,当时那座村庄因这位阿尔莫斯而被称为阿尔莫内斯;但随着时间的流逝,后来奥尔莫内斯这一名字在村庄中占了上风。

词汇与语法注释

  1. 9.34.1πρὶν δὲ ἐς Κορώνειαν ἐξ Ἀλαλκομενῶν ἀφικέσθαι — 连接词 πρίν(在……之前)接不定式(此处为 ἀφικέσθαι,中间语态不定过去时),表示动作未发生之前的时间。不定式的逻辑主语是旅行者(保萨尼亚斯本人或一般人)。
  2. 9.34.2Ἰοδάμαν ἱερωμένην τῇ θεῷ νύκτωρ ἐς τὸ τέμενος ἐσελθεῖν — 由无人称动词 λέγεται(据说)引导的带对格的不定式结构(A.C.I.)。约达玛(Ἰοδάμαν ἱερωμένην)充当对格主语,而 ἐσελθεῖν(以及后续的 φανῆναι 和 γενέσθαι)则作为不定式动词。
  3. 9.34.5Ἀθάμαντος δὲ θύειν Φρίξον καὶ Ἕλλην ἐνταῦθα μέλλοντος — 属格独立结构(Genitive Absolute)。属格名词 Ἀθάμαντος 作属格分词 μέλλοντος 的逻辑主语,为主句动作提供“当阿塔马斯准备祭祀……”的时间背景。不定式 θύειν 补充说明分词 μέλλοντος(将要、准备)。
  4. 9.34.7ἅτε οὐδένα οἱ παίδων τῶν ἀρσένων λελεῖφθαι νομίζων — 连词 ἅτε(由于、因为)与分词 νομίζων 连用,表示客观事实作为原因。分词 νομίζων 支配带对格的不定式从句(οὐδένα ... λελεῖφθαι,无一男嗣留存)。间接反身代词 οἱ(他自己)是与格,指代主句主语阿塔马斯。

引用这一段

保萨尼亚斯, 希腊志 §9.34.1-9.34.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.34.1-9.34.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。