Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.33.1-9.33.7

泰瑞西阿斯之死与阿拉尔科梅奈的雅典娜神庙

第 400 段,共 465 段 · 希腊语

内容简介

作者记述了哈利亚尔托斯和阿拉尔科梅奈周边的古迹与神话,包括预言家泰瑞西阿斯之死、洛菲斯河的起源、苏拉掠夺雅典娜神像及其悲惨结局,以及当地特里同河的命名缘由。

§9.33.1ἐν Ἁλιάρτῳ δὲ τοῦ τε Λυσάνδρου μνῆμα καὶ Κέκροπος τοῦ Πανδίονός ἐστιν ἡρῷον.
在哈利亚尔托斯,有莱桑德的坟墓和潘狄翁之子凯克洛普斯的英雄祠。
τὸ δὲ ὄρος τὸ Τιλφούσιον καὶ ἡ Τιλφοῦσα καλουμένη πηγὴ σταδίους μάλιστα Ἁλιάρτου πεντήκοντα ἀπέχουσι.
蒂尔富西翁山和被称为蒂尔富萨的泉水距离哈利亚尔托斯大约五十斯塔德。
λέγεται δὲ ὑπὸ Ἑλλήνων Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν, καὶ—εἴχετο γὰρ δίψῃ—καθʼ ὁδόν φασιν αὐτὸν πιόντα ἀπὸ τῆς Τιλφούσης ἀφεῖναι τὴν ψυχήν· καὶ ἔστι τάφος αὐτῷ πρὸς τῇ πηγῇ.
希腊人传说,阿耳戈斯人与波吕涅克斯的孩子们一起攻占底比斯后,要把包括泰瑞西阿斯在内的其他战利品带到德尔斐献给神,并且——因为他口渴难耐——他们说他在路上从蒂尔富萨喝了水之后便死去了;他的坟墓就在泉水旁。
§9.33.2τὴν δὲ θυγατέρα τοῦ Τειρεσίου δοθῆναι μέν φασι τῷ Ἀπόλλωνι ὑπὸ τῶν Ἀργείων, προστάξαντος δὲ τοῦ θεοῦ ναυσὶν ἐς τὴν νῦν Ἰωνίαν καὶ Ἰωνίας ἐς τὴν Κολοφωνίαν περαιωθῆναι.
他们说,泰瑞西阿斯的女儿被阿耳戈斯人献给了阿波罗,并在神的指示下,乘船渡海前往现在的伊奥尼亚,并从伊奥尼亚前往科洛丰地区。
καὶ ἡ μὲν αὐτόθι συνῴκησεν ἡ Μαντὼ Ῥακίῳ Κρητί· τὰ δὲ ἄλλα ἐς Τειρεσίαν, ἐτῶν τε ἀριθμὸν ὧν γεγράφασιν αὐτὸν βιῶναι καὶ ὡς ἐκ γυναικὸς ἐς ἄνδρα ἠλλάγη καὶ ὅτι Ὅμηρος ἐποίησεν ἐν Ὀδυσσείᾳ συνετὸν εἶναι γνώμην Τειρεσίαν τῶν ἐν Ἅιδου μόνον, ταῦτα μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ.
那个叫曼托的女子的确在当地与克里特人拉基奥斯共同生活;至于关于泰瑞西阿斯的其他传说,无论是人们所记载的他存活的岁数,还是他如何由女变男,以及荷马在《奥德赛》中写道只有泰瑞西阿斯是在阴间中唯一保有清醒心智的人,这些事情所有人通过传闻都是知道的。
§9.33.3Ἁλιαρτίοις δέ ἐστιν ἐν ὑπαίθρῳ θεῶν ἱερὸν ἃς Πραξιδίκας καλοῦσιν· ἐνταῦθα ὀμνύουσι μέν, ποιοῦνται δὲ οὐκ ἐπίδρομον τὸν ὅρκον.
哈利亚尔托斯人在户外有一座被称为普拉克西狄凯的众女神的神殿;他们在那里宣誓,但并不会草率地对待誓言。
ταύταις μέν ἐστι πρὸς τῷ ὄρει τῷ Τιλφουσίῳ τὸ ἱερόν· ἐν Ἁλιάρτῳ δέ εἰσι ναοί, καί σφισιν οὐκ ἀγάλματα ἔνεστιν, οὐκ ὄροφος ἔπεστιν· οὐ μὴν οὐδὲ οἷς τισιν ἐποιήθησαν, οὐδὲ τοῦτο ἠδυνάμην πυθέσθαι.
这些女神的神殿就在蒂尔富西翁山旁;而在哈利亚尔托斯有一些庙宇,其中既没有神像,也没有屋顶;甚至连这些庙宇是为谁建造的,我也无法探知。
§9.33.4ἔστι δὲ ἐν τῇ Ἁλιαρτίᾳ ποταμὸς Λόφις.
在哈利亚尔托斯境内有一条名叫洛菲斯的河。
λέγεται δὲ τῆς χώρας αὐχμηρᾶς οὔσης τὸ ἐξ ἀρχῆς καὶ ὕδατος οὐκ ὄντος ἐν αὐτῇ ἄνδρα τῶν δυναστευόντων ἐλθόντα ἐς Δελφοὺς ἐπερέσθαι τρόπον ὅντινα ὕδωρ εὑρήσουσιν ἐν τῇ γῇ· τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν.
传说由于该地区起初非常干旱,境内无水,统治者中的一人便前往德尔斐,询问如何才能在土地上找到水;皮提亚命令道,他在返回哈利亚尔托斯时最先遇到的那个人,他必须成为那个人的杀害者。
ἐντυχεῖν τε δὴ αὐτῷ παραγενομένῳ τὸν υἱὸν Λόφιν καὶ τὸν οὐ μελλήσαντα τῷ ξίφει τὸν νεανίσκον παῖσαι· καὶ τὸν μὲν ἔτι ἔμπνουν περιθεῖν, ὅπου δὲ ῥυῆναι τὸ αἷμα, ὕδωρ ἐντεῦθεν ἀνεῖναι τὴν γῆν.
而当他抵达时,他的儿子洛菲斯确实迎面遇到了他,他毫不迟疑地用剑刺向了那个年轻人;儿子在尚存一丝气息时跑来跑去,在血流淌过的地方,土地便从那里涌出了水。
ἐπὶ τούτῳ μὲν ὁ ποταμὸς καλεῖται Λόφις·
因为这个原因,这条河被称为洛菲斯。
§9.33.5Ἀλαλκομεναὶ δὲ κώμη μέν ἐστιν οὐ μεγάλη, κεῖται δὲ ὄρους οὐκ ἄγαν ὑψηλοῦ πρὸς τοῖς ποσὶν ἐσχάτοις.
阿拉尔科梅奈是一座并不大的村庄,坐落在一座不太高的山的最下端山脚下。
γενέσθαι δὲ αὐτῇ τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀλαλκομενέως ἀνδρὸς αὐτόχθονος, ὑπὸ τούτου δὲ Ἀθηνᾶν τραφῆναι λέγουσιν· οἱ δὲ εἶναι καὶ τὴν Ἀλαλκομενίαν τῶν Ὠγύγου θυγατέρων φασίν.
关于这个名字的来源,有人说得名于一个叫阿拉尔科梅纽斯的土生男子,据说由他抚养了雅典娜;另一些人则说,阿拉尔科梅尼亚也是奥古戈斯的女儿之一。
ἀπωτέρω δὲ τῆς κώμης ἐπεποίητο ἐν τῷ χθαμαλῷ τῆς Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἀρχαῖον ἐλέφαντος.
在离村庄稍远的地势低洼处,建有雅典娜的神殿和一尊古老的象牙雕像。
§9.33.6Σύλλα δὲ ἔστι μὲν καὶ τὰ ἐς Ἀθηναίους ἀνήμερα καὶ ἤθους ἀλλότρια τοῦ Ῥωμαίων, ἐοικότα δὲ τούτοις καὶ τὰ ἐς Θηβαίους τε καὶ Ὀρχομενίους· προσεξειργάσατο δὲ καὶ ἐν ταῖς Ἀλαλκομεναῖς, τῆς Ἀθηνᾶς τὸ ἄγαλμα αὐτὸ συλήσας.
苏拉对雅典人的行径既残暴,又违背罗马人的温良天性,他对底比斯人和奥尔霍墨诺斯人的所作所为也与此相似;他在阿拉尔科梅奈还变本加厉,甚至掠夺了雅典娜的神像本身。
τοῦτον μὲν τοιαῦτα ἔς τε Ἑλληνίδας πόλεις καὶ θεοὺς τοὺς Ἑλλήνων ἐκμανέντα ἐπέλαβεν ἀχαριστοτάτη νόσος πασῶν· φθειρῶν γὰρ ἤνθησεν, ἥ τε πρότερον εὐτυχία δοκοῦσα ἐς τοιοῦτο περιῆλθεν αὐτῷ τέλος.
这个对希腊城市和希腊诸神如此肆虐发狂的人,最终遭受了所有疾病中最令人厌恶的一种;因为他身上长满了虱子,他先前看似拥有的幸运,竟然以这样的结局收场。
τὸ δὲ ἱερὸν τὸ ἐν ταῖς Ἀλαλκομεναῖς ἠμελήθη τὸ ἀπὸ τοῦδε ἅτε ἠρημωμένον τῆς θεοῦ.
自此以后,阿拉尔科梅奈的那座神殿由于失去了女神的庇佑而被荒废。
§9.33.7ἐγένετο δὲ καὶ ἄλλο ἐπʼ ἐμοῦ τοιόνδε ἐς κατάλυσιν τοῦ ναοῦ· κισσός οἱ προσπεφυκὼς μέγας καὶ ἰσχυρὸς διέλυσεν ἐκ τῶν ἁρμονιῶν καὶ διέσπα τοὺς λίθους ἀπʼ ἀλλήλων.
在我的时代,还发生了另一桩导致神殿彻底毁坏的事件:一株长在庙宇上的巨大而强壮的常春藤,震松了接缝,将石块彼此扯开。
ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος· ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρίτωνι ἔχει λόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύῃ θάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης.
那里还流淌着一条不算大的河,是一条季节性山溪;人们称其为特里同,因为传说雅典娜是在特里同河畔被抚养长大的,他们声称这就是那个特里同河,而不是利比亚人的那条,后者是从特里托尼斯湖流入靠近利比亚的海中。

词汇与语法注释

  1. 9.33.1Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν — 依赖于非人称被动动词 λέγεται 的“对格加不定式”(AcI)结构。对格主语 Ἀργείους 与不定式 ἄγειν 相对应。不定过去时分词 ἑλόντας 修饰 Ἀργείους,而 καὶ ἄλλα τῶν λαφύρων 和 καὶ Τειρεσίαν 作为 ἄγειν 的两个并列直接宾语。
  2. 9.33.2τὰ δὲ ἄλλα ἐς Τειρεσίαν ... ταῦτα μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ — 句首的对格短语 τὰ δὲ ἄλλα ἐς Τειρεσίαν(关于泰瑞西阿斯的其他事情)在后文中被指示代词 ταῦτα 重新接过去,作为及物动词 ἴσασιν 的直接宾语,属于一种悬空或先行的结构。中间插入的从句(自 ἐτῶν τε ἀριθμὸν 至 ὅτι 从句)则是对 τὰ ἄλλα 具体内容的同位语说明。
  3. 9.33.4τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν — 间接引语中的 AcI 结构。表示未来一般条件的关系从句 ὃς ἂν... ἐντύχῃ,其先行词为后文的属格指示代词 τούτου。非人称动词不定式 δεῖν 的逻辑主语是对格的 αὐτόν(指统治者),而 φονέα γενέσθαι 作为其补足语。
  4. 9.33.7ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων — 连词 ὡς 与对格分词 ὄντα(修饰 ποταμόν)相结合的结构,表示主观理由或声称(“声称这确实是那条特里同河”),用于传达当地人的观点。

引用这一段

保萨尼亚斯, 希腊志 §9.33.1-9.33.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.33.1-9.33.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。