Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.32.1-9.32.10

ボイオティアの沿岸諸都市とリュサンドロスの生涯

399 / 465 箇所 · ギリシア語

要旨

テスピアイ人の港クレウシス、ティスベ、ティパの地理や伝承、およびハリアルトスの歴史を述べ、特にスパルタの将軍リュサンドロスの功罪と人物評を詳述する。

§9.32.1τοῖς δὲ ἐν Κρεύσιδι, ἐπινείῳ τῷ Θεσπιέων, οἰκοῦσιν ἐν κοινῷ μέν ἐστιν οὐδέν, ἐν ἰδιώτου δὲ ἀνδρὸς ἄγαλμα ἦν Διονύσου γύψου πεποιημένον καὶ ἐπικεκοσμημένον γραφῇ.
テスピアイ人の港であるクレウシスに住む人々には、公共のものとしては何もないが、個人の家の中に、石膏で作られ彩色が施されたディオニュソスの像があった。
πλοῦς δὲ ἐς Κρεῦσίν ἐστιν ἐκ Πελοποννήσου σκολιός τε καὶ ἄλλως οὐκ εὔδιος·
ペロポネソスからクレウシスへの航路は、曲がりくねっており、またそれ以外にも穏やかではない。
ἄκραι τε γὰρ ἀνέχουσιν ὡς μὴ κατʼ εὐθὺ τῆς θαλάσσης περαιοῦσθαι καὶ ἅμα ἐκ τῶν ὀρῶν καταπνέουσιν ἄνεμοι βίαιοι.
岬が突き出ていて、海を直進して渡ることができず、また同時に、山々から激しい風が吹き下ろすからである。
§9.32.2πλέοντι δὲ ἐκ Κρεύσιδος οὐκ ἄνω, παρὰ δὲ αὐτὴν Βοιωτίαν, πόλις ἐστὶν ἐν δεξιᾷ Θίσβη.
クレウシスから内陸へではなく、ボイオティアの沿岸に沿って航行すると、右手にティスベという都市がある。
πρῶτα μὲν ὄρος ἐστὶ πρὸς θαλάσσῃ, τοῦτο δὲ ὑπερβαλόντα πεδίον σε ἐκδέξεται καὶ μετὰ τοῦτο ἄλλο ὄρος·
まず海に面して山があり、これを越えると平野があなたを出迎え、その後に別の山がある。
ἐν δὲ ταῖς ὑπωρείαις ἐστὶν ἡ πόλις.
その麓に都市はある。
Ἡρακλέους δὲ ἱερὸν καὶ ἄγαλμα ὀρθὸν ἐνταῦθά ἐστι λίθου, καὶ Ἡράκλεια ἑορτὴν ἄγουσι.
そこにはヘラクレスの神殿と、石で作られた立像があり、人々はヘラクレアという祭りを祝う。
§9.32.3τὸ δὲ πεδίον τὸ μεταξὺ τῶν ὀρῶν ἐκώλυεν οὐδὲν ἂν λίμνην ὑπὸ πλήθους εἶναι τοῦ ὕδατος, εἰ μὴ διὰ μέσου χῶμά σφισιν ἐπεποίητο ἰσχυρόν·
山々の間にある平野は、中央に強固な堤防が彼らのために作られていなければ、水量が多いために湖になるのを妨げるものは何もなかったであろう。
καὶ οὕτω παρὰ ἔτος ἐς μὲν τὰ ἐπέκεινα τοῦ χώματος ἐκτρέπουσι τὸ ὕδωρ, τὸ δὲ ἐπὶ τὰ ἕτερα αὐτοῦ γεωργοῦσι.
そこで彼らは、1年おきに堤防の向こう側に水を流し、もう一方の側を耕作している。
Θίσβην δὲ λέγουσιν ἐπιχώριον εἶναι νύμφην, ἀφʼ ἧς ἡ πόλις τὸ ὄνομα ἔσχηκεν.
ティスベは地元のニンフであり、そこからこの都市が名前を得たと言われている。
§9.32.4παραπλέοντι δὲ αὐτόθεν πόλισμά ἐστιν οὐ μέγα ἐπὶ θαλάσσῃ Τίφα·
そこから沿岸を航行すると、海沿いにティパというそれほど大きくない町がある。
Ἡρακλεῖόν τε Τιφαιεῦσίν ἐστι καὶ ἑορτὴν ἄγουσιν ἐπέτειον.
ティパの人々にはヘラクレスの神殿があり、年に一度の祭りを祝う。
οὗτοι Βοιωτῶν μάλιστα ἐκ παλαιοῦ τὰ θαλάσσια ἐθέλουσιν εἶναι σοφοί, Τῖφυν ἄνδρα μνημονεύοντες ἐπιχώριον ὡς προκριθείη γενέσθαι τῆς Ἀργοῦς κυβερνήτης·
彼らはボイオティア人の中で、昔から海事について最も知的であることを自負しており、地元の男ティピュスがアルゴー号の舵手に選ばれたことを記憶している。
ἀποφαίνουσι δὲ καὶ πρὸ τῆς πόλεως ἔνθα ἐκ Κόλχων ὀπίσω κομιζομένην ὁρμίσασθαι τὴν Ἀργὼ λέγουσιν.
彼らはまた、都市の前に、コルキスから帰還する際にアルゴー号が停泊したと言われる場所を示している。
§9.32.5ἀπὸ δὲ Θεσπίας ἰόντι ἄνω πρὸς ἤπειρον ἔστιν Ἁλίαρτος.
テスピアイから内陸の陸地へと進むと、ハリアルトスがある。
ὅστις δὲ Ἁλιάρτου γέγονε καὶ Κορωνείας οἰκιστής, οὔ με ἀπὸ τῶν ἐς Ὀρχομενίους ἐχόντων εἰκὸς ἦν χωρίζειν·
ハリアルトスとコロネイアの創建者が誰であったかについては、オルコメノス人に関する事柄から私が切り離すのは妥当ではなかった。
κατὰ δὲ τὴν ἐπιστρατείαν τοῦ Μήδου φρονήσασιν Ἁλιαρτίοις τὰ Ἑλλήνων μοῖρα τῆς Ξέρξου στρατιᾶς γῆν τέ σφισιν ὁμοῦ καὶ τὴν πόλιν ἐπεξῆλθε καίουσα.
ペルシア人の遠征の際、ハリアルトス人がギリシア側の立場をとったため、クセルクセス軍の一隊が彼らの土地と都市を焼き払いながら侵入した。
ἐν Ἁλιάρτῳ δέ ἐστι Λυσάνδρου τοῦ Λακεδαιμονίου μνῆμα·
ハリアルトスには、ラケダイモン人リュサンドロスの墓がある。
προσβαλὼν γὰρ τῷ Ἁλιάρτῳ πρὸς τὸ τεῖχος στρατιᾶς ἔκ τε Θηβῶν ἐνούσης ἔνδον καὶ ἐξ Ἀθηνῶν καὶ ἐπεξελθόντων τῶν πολεμίων ἔπεσεν ἐν τῇ μάχῃ.
彼はハリアルトスを攻撃した際、内部にいたテーバイとアテナイの軍勢が城壁へと討って出て、敵が打って出たため、戦闘の中で倒れたからである。
§9.32.6Λύσανδρον δὲ τὰ μὲν ἐς τὰ μάλιστα ἐπαινέσαι, τὰ δὲ καὶ πικρῶς ἔστι μέμψασθαι.
リュサンドロスについては、ある面では大いに称賛し、別の面では厳しく非難することができる。
σοφίαν μέν γε τοιαύτην ἐπεδείξατο·
彼は次のような知略を示した。
ἡγούμενος Πελοποννησίων ταῖς τριήρεσιν Ἀντίοχον κυβερνήτην ὄντα Ἀλκιβιάδου, φυλάξας Ἀλκιβιάδην ἀπόντα τοῦ ναυτικοῦ, τηνικαῦτα τὸν Ἀντίοχον ἐπηγάγετο ἐς ἐλπίδα ὡς ὄντα ἀξιόμαχον ναυμαχῆσαι Λακεδαιμονίοις, καὶ ἀναγαγόμενον ὑπὸ θράσους τε καὶ ἀλαζονίας ἐνίκησεν αὐτὸν οὐ πόρρω τοῦ Κολοφωνίων ἄστεως.
ペロポネソス人の三段櫂船を率いていた際、アルキビアデスの舵手であったアンティオコスに対し、アルキビアデスが艦隊から離れている隙を狙って、ラケダイモン人と戦うに足る相手であるという希望をアンティオコスに抱かせ、大胆さと傲慢さから出撃してきた彼を、コロポン市民の都市からそう遠くない場所で破った。
§9.32.7ὡς δὲ καὶ δεύτερα ὁ Λύσανδρος ἐπὶ τὰς τριήρεις ἀφίκετο ἐκ Σπάρτης, ἡμερώσατο μὲν οὕτω Κῦρον ὡς χρήματα, ὁπότε ἐς τὸ ναυτικὸν αἰτοίη, παρεῖναί οἱ κατὰ καιρόν τε καὶ ἄφθονα·
リュサンドロスがスパルタから再び三段櫂船の指揮に就くためにやって来たとき、彼はキュロスを非常にうまく懐柔し、彼が艦隊のために資金を要求すると、時期を失わず豊富に資金が彼に提供されるようにした。
ὁρμούντων δὲ ναυσὶν ἑκατὸν ἐν Αἰγὸς ποταμοῖς Ἀθηναίων, εἷλεν αὐτῶν τὰ πλοῖα, ἐσκεδασμένους ἐπί τε ὕδωρ τοὺς ναύτας καὶ ἐπὶ ἀγορὰν φυλάξας.
アテナイ人がアイゴス・ポタモイに100隻の船で停泊していたとき、彼は水汲みや市場へと分散していた水兵たちを不意打ちして、彼らの船を奪った。
παρέσχετο δὲ καὶ ἔργον τοιόνδε ἐς δικαιοσύνην.
彼はまた、正義に関して次のような行いを示した。
§9.32.8Αὐτολύκῳ τῷ παγκρατιάσαντι, οὗ δὴ καὶ εἰκόνα ἰδὼν οἶδα ἐν πρυτανείῳ τῷ Ἀθηναίων, τούτῳ τῷ ἀνδρὶ ἐς ἀμφισβήτησιν ὅτου δὴ κτήματος Ἐτεόνικος ἦλθεν ὁ Σπαρτιάτης·
パンクラティオンの勝者であり、私がアテナイ人のプリュタネイオンでその像を見たことのあるアウトリュコスという男に対して、スパルタ人のエテオニコスがある財産をめぐって論争を起こした。
ὡς δὲ ἄρα λέγων ἡλίσκετο οὐ δίκαια—ἦν γὰρ δὴ τηνικαῦτα Ἀθηναίοις τῶν τριάκοντα ἡ ἀρχὴ καὶ παρῆν ἔτι ὁ Λύσανδρος—τούτων ἕνεκα Ἐτεόνικος πληγῶν τε ἄρχειν ἐπήρθη καὶ ἀμυνάμενον τὸν Αὐτόλυκον ἦγεν ἐπὶ Λύσανδρον, παντάπασιν ἐκεῖνον ἐς χάριν τὴν ἑαυτοῦ δικάσειν ἐλπίζων·
しかし、エテオニコスの主張は不正であることが明らかになったため(当時はアテナイでは三十人政権の支配下にあり、リュサンドロスがまだ滞在していた)、このためにエテオニコスは逆上して先に手を出し、自己防衛したアウトリュコスをリュサンドロスのもとへと連行した。
Λύσανδρος δὲ ἀδικεῖν Ἐτεόνικον κατέγνω καὶ ἀπέπεμψεν ἀτιμάσας τῷ λόγῳ.
リュサンドロスが完全に自分のお気に入りに有利な裁定を下すだろうと期待したからである。
§9.32.9τάδε μὲν Λυσάνδρῳ τὰ ἐς δόξαν ὑπάρχοντα ἦν, ἄλλα δὲ τοσάδε ὀνείδη.
だがリュサンドロスはエテオニコスに非があると判定し、彼を言葉で辱めて追い返した。
Φιλοκλέα γὰρ Ἀθηναῖον ἐν Αἰγὸς ποταμοῖς καὶ αὐτὸν στρατηγοῦντα καὶ Ἀθηναίων τῶν ἄλλων ὅσον τετρακισχιλίους αἰχμαλώτους ὄντας ἀπέκτεινεν ὁ Λύσανδρος καί σφισιν οὐδὲ ἀποθανοῦσιν ἐπήνεγκε γῆν, ὃ καὶ Μήδων τοῖς ἀποβᾶσιν ἐς Μαραθῶνα ὑπῆρξε παρὰ Ἀθηναίων καὶ αὐτῶν Λακεδαιμονίων τοῖς πεσοῦσιν ἐν Θερμοπύλαις ἐκ βασιλέως Ξέρξου.
これらはリュサンドロスの名声に属することであったが、次のような多くの不名誉なこともあった。 アイゴス・ポタモイで、同じく将軍であったアテナイ人のピロクレスと、他のアテナイ人の捕虜約4000人を、リュサンドロスは殺害し、彼らが死んだ後にも土をかけなかった。 これは、マラトンに上陸したペルシア人に対してはアテナイ人から、そしてテルモピュライで倒れたラケダイモン人自身に対してはクセルクセス王からさえも与えられたことであった。
μείζονα δὲ ἔτι Λακεδαιμονίοις ὀνείδη γενέσθαι παρεσκεύασεν ὁ Λύσανδρος ἐπί τε δεκαδαρχίαις ἃς κατέστησε ταῖς πόλεσι καὶ ἐπὶ τοῖς Λάκωσιν ἁρμοσταῖς.
さらにリュサンドロスは、各都市に設置した十人政治や、ラケダイモン人の総督たちによって、ラケダイモン人にさらに大きな不名誉をもたらした。
§9.32.10Λακεδαιμονίων δὲ χρήματα οὐ νομιζόντων κτᾶσθαι κατὰ δή τι μάντευμα, ὡς ἡ φιλοχρηματία μόνη γένοιτο ἂν ἀπώλεια τῇ Σπάρτῃ, ὁ δὲ καὶ χρημάτων πόθον σφίσιν ἐνεποίησεν ἰσχυρόν.
ラケダイモン人は「金銭への渇望のみがスパルタの破滅となるだろう」という神託に従って金銭を蓄えることを禁じていたが、彼は彼らの中に金銭への強い欲望を植え付けた。
ἐγὼ μὲν δὴ Πέρσαις τε ἑπόμενος καὶ δικάζων νόμῳ γε τῷ ἐκείνων βλάβος κρίνω Λακεδαιμονίοις μᾶλλον ἢ ὠφέλειαν γενέσθαι Λύσανδρον·
私は、ペルシア人の考えに従い、彼らの法によって判断すれば、リュサンドロスはラケダイモン人にとって、有益というよりはむしろ害悪をもたらしたと判定する。

語釈・文法注

  1. 9.32.3ἐκώλυεν οὐδὲν ἂν — 直説法未完了過去 ἐκώλυεν に小辞 ἄν が伴い、後半の直説法過去完了(反実仮想条件節) εἰ μὴ ... ἐπεποίητο と合わさって、過去の事実に対する反実仮想(「もし〜でなかったなら、妨げるものは何もなかったであろう」)を表している。
  2. 9.32.5οὔ με ἀπὸ τῶν ἐς Ὀρχομενίους ἐχόντων εἰκὸς ἦν χωρίζειν — 対格主語の「私(με)」に、不定詞「切り離す(χωρίζειν)」が続く非人称構文(εἰκὸς ἦν)。「オルコメノス人に関する事柄」とは、すでに語られたボイオティアの歴史的・系譜学的記述を指しており、ハリアルトスやコロネイアの創設者がその文脈と不可分であることを示している。
  3. 9.32.8ὡς δὲ ἄρα λέγων ἡλίσκετο οὐ δίκαια — 動詞 ἁλίσκεσθαι(見破られる、有罪となる)が分詞 λέγων を伴い、「主張している(言う)ことが正しくないと明らかになったとき」という意味を表す。分詞は主語 Ἐτεόνικος の状態を補足する叙述的用法である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.32.1-9.32.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.32.1-9.32.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。