§9.33.1ἐν Ἁλιάρτῳ δὲ τοῦ τε Λυσάνδρου μνῆμα καὶ Κέκροπος τοῦ Πανδίονός ἐστιν ἡρῷον.
In Haliartus there are the tomb of Lysander and the hero-shrine of Cecrops, the son of Pandion.
τὸ δὲ ὄρος τὸ Τιλφούσιον καὶ ἡ Τιλφοῦσα καλουμένη πηγὴ σταδίους μάλιστα Ἁλιάρτου πεντήκοντα ἀπέχουσι.
The Tilphusian mountain and the spring called Tilphusa are distant about fifty stades from Haliartus.
λέγεται δὲ ὑπὸ Ἑλλήνων Ἀργείους μετὰ τῶν Πολυνείκους παίδων ἑλόντας Θήβας ἐς Δελφοὺς τῷ θεῷ καὶ ἄλλα τῶν λαφύρων καὶ Τειρεσίαν ἄγειν, καὶ—εἴχετο γὰρ δίψῃ—καθʼ ὁδόν φασιν αὐτὸν πιόντα ἀπὸ τῆς Τιλφούσης ἀφεῖναι τὴν ψυχήν· καὶ ἔστι τάφος αὐτῷ πρὸς τῇ πηγῇ.
It is said by the Greeks that the Argives, having captured Thebes with the children of Polynices, were bringing to Delphi for the god, along with other spoils, Tiresias also, and—for he was seized with thirst—they say that on the way, having drunk from Tilphusa, he gave up his life; and there is a tomb for him near the spring.
§9.33.2τὴν δὲ θυγατέρα τοῦ Τειρεσίου δοθῆναι μέν φασι τῷ Ἀπόλλωνι ὑπὸ τῶν Ἀργείων, προστάξαντος δὲ τοῦ θεοῦ ναυσὶν ἐς τὴν νῦν Ἰωνίαν καὶ Ἰωνίας ἐς τὴν Κολοφωνίαν περαιωθῆναι.
They say that the daughter of Tiresias was given indeed to Apollo by the Argives, and that, the god having commanded it, she crossed over by ships to what is now Ionia, and from Ionia to the territory of Colophon.
καὶ ἡ μὲν αὐτόθι συνῴκησεν ἡ Μαντὼ Ῥακίῳ Κρητί· τὰ δὲ ἄλλα ἐς Τειρεσίαν, ἐτῶν τε ἀριθμὸν ὧν γεγράφασιν αὐτὸν βιῶναι καὶ ὡς ἐκ γυναικὸς ἐς ἄνδρα ἠλλάγη καὶ ὅτι Ὅμηρος ἐποίησεν ἐν Ὀδυσσείᾳ συνετὸν εἶναι γνώμην Τειρεσίαν τῶν ἐν Ἅιδου μόνον, ταῦτα μὲν καὶ οἱ πάντες ἴσασιν ἀκοῇ.
And she, Manto, settled there with Racius, a Cretan; but as for the other things regarding Tiresias, both the number of years which they have written that he lived, and how he was changed from a woman to a man, and that Homer made Tiresias in the Odyssey to be the only one of those in Hades wise in mind, these things indeed everyone knows by hearsay.
§9.33.3Ἁλιαρτίοις δέ ἐστιν ἐν ὑπαίθρῳ θεῶν ἱερὸν ἃς Πραξιδίκας καλοῦσιν· ἐνταῦθα ὀμνύουσι μέν, ποιοῦνται δὲ οὐκ ἐπίδρομον τὸν ὅρκον.
For the Haliartians there is an open-air sanctuary of goddesses whom they call Praxidicae; there they take oaths, but they do not make the oath lightly.
ταύταις μέν ἐστι πρὸς τῷ ὄρει τῷ Τιλφουσίῳ τὸ ἱερόν· ἐν Ἁλιάρτῳ δέ εἰσι ναοί, καί σφισιν οὐκ ἀγάλματα ἔνεστιν, οὐκ ὄροφος ἔπεστιν· οὐ μὴν οὐδὲ οἷς τισιν ἐποιήθησαν, οὐδὲ τοῦτο ἠδυνάμην πυθέσθαι.
For these goddesses, the sanctuary is near the Tilphusian mountain; and in Haliartus there are temples, and in them there are no statues, and there is no roof upon them; indeed, neither was I able to learn for whom they were built.
§9.33.4ἔστι δὲ ἐν τῇ Ἁλιαρτίᾳ ποταμὸς Λόφις.
There is in the territory of Haliartus a river Lophis.
λέγεται δὲ τῆς χώρας αὐχμηρᾶς οὔσης τὸ ἐξ ἀρχῆς καὶ ὕδατος οὐκ ὄντος ἐν αὐτῇ ἄνδρα τῶν δυναστευόντων ἐλθόντα ἐς Δελφοὺς ἐπερέσθαι τρόπον ὅντινα ὕδωρ εὑρήσουσιν ἐν τῇ γῇ· τὴν δὲ Πυθίαν προστάσσειν, ὃς ἂν ἐπανήκοντι ἐς Ἁλίαρτον ἐντύχῃ οἱ πρὸ τῶν ἄλλων, τούτου δεῖν φονέα γενέσθαι αὐτόν.
It is said that, the land being dry from the beginning and there being no water in it, one of the rulers went to Delphi to ask in what way they would find water in the land; and that the Pythia commanded that whomever should meet him first of all on his return to Haliartus, of this person he must become the slayer.
ἐντυχεῖν τε δὴ αὐτῷ παραγενομένῳ τὸν υἱὸν Λόφιν καὶ τὸν οὐ μελλήσαντα τῷ ξίφει τὸν νεανίσκον παῖσαι· καὶ τὸν μὲν ἔτι ἔμπνουν περιθεῖν, ὅπου δὲ ῥυῆναι τὸ αἷμα, ὕδωρ ἐντεῦθεν ἀνεῖναι τὴν γῆν.
And indeed when he arrived, his son Lophis met him, and he without hesitation struck the youth with his sword; and the son, still breathing, ran around, and wherever the blood flowed, from there the earth sent up water.
ἐπὶ τούτῳ μὲν ὁ ποταμὸς καλεῖται Λόφις· §9.33.5Ἀλαλκομεναὶ δὲ κώμη μέν ἐστιν οὐ μεγάλη, κεῖται δὲ ὄρους οὐκ ἄγαν ὑψηλοῦ πρὸς τοῖς ποσὶν ἐσχάτοις.
On account of this the river is called Lophis; Alalcomenae is not a large village, and it lies at the outermost foot of a mountain that is not very high.
γενέσθαι δὲ αὐτῇ τὸ ὄνομα οἱ μὲν ἀπὸ Ἀλαλκομενέως ἀνδρὸς αὐτόχθονος, ὑπὸ τούτου δὲ Ἀθηνᾶν τραφῆναι λέγουσιν· οἱ δὲ εἶναι καὶ τὴν Ἀλαλκομενίαν τῶν Ὠγύγου θυγατέρων φασίν.
Some say that the name came to it from Alalcomeneus, an earthborn man, and that by him Athena was brought up; but others say that Alalcomenia also was one of the daughters of Ogygus.
ἀπωτέρω δὲ τῆς κώμης ἐπεποίητο ἐν τῷ χθαμαλῷ τῆς Ἀθηνᾶς ναὸς καὶ ἄγαλμα ἀρχαῖον ἐλέφαντος.
And a little distance from the village, in the low ground, there had been built a temple of Athena and an ancient statue of ivory.
§9.33.6Σύλλα δὲ ἔστι μὲν καὶ τὰ ἐς Ἀθηναίους ἀνήμερα καὶ ἤθους ἀλλότρια τοῦ Ῥωμαίων, ἐοικότα δὲ τούτοις καὶ τὰ ἐς Θηβαίους τε καὶ Ὀρχομενίους· προσεξειργάσατο δὲ καὶ ἐν ταῖς Ἀλαλκομεναῖς, τῆς Ἀθηνᾶς τὸ ἄγαλμα αὐτὸ συλήσας.
For Sylla, his deeds toward the Athenians were cruel and foreign to the character of the Romans, and his deeds toward both the Thebans and the Orchomenians were similar to these; and he committed further outrage in Alalcomenae also, by plundering the very statue of Athena.
τοῦτον μὲν τοιαῦτα ἔς τε Ἑλληνίδας πόλεις καὶ θεοὺς τοὺς Ἑλλήνων ἐκμανέντα ἐπέλαβεν ἀχαριστοτάτη νόσος πασῶν· φθειρῶν γὰρ ἤνθησεν, ἥ τε πρότερον εὐτυχία δοκοῦσα ἐς τοιοῦτο περιῆλθεν αὐτῷ τέλος.
This man, having raged in such ways both against Greek cities and the gods of the Greeks, was overtaken by the most unpleasant of all diseases; for he broke out with lice, and the fortune which formerly seemed to be his came round to such an end for him.
τὸ δὲ ἱερὸν τὸ ἐν ταῖς Ἀλαλκομεναῖς ἠμελήθη τὸ ἀπὸ τοῦδε ἅτε ἠρημωμένον τῆς θεοῦ.
And the sanctuary in Alalcomenae was neglected from that time on, as being desolate of the goddess.
§9.33.7ἐγένετο δὲ καὶ ἄλλο ἐπʼ ἐμοῦ τοιόνδε ἐς κατάλυσιν τοῦ ναοῦ· κισσός οἱ προσπεφυκὼς μέγας καὶ ἰσχυρὸς διέλυσεν ἐκ τῶν ἁρμονιῶν καὶ διέσπα τοὺς λίθους ἀπʼ ἀλλήλων.
And another thing of this sort happened in my time toward the destruction of the temple: a great and strong ivy, having grown upon it, loosened the joints and tore the stones away from one another.
ῥεῖ δὲ καὶ ποταμὸς ἐνταῦθα οὐ μέγας χείμαρρος· ὀνομάζουσι δὲ Τρίτωνα αὐτόν, ὅτι τὴν Ἀθηνᾶν τραφῆναι παρὰ ποταμῷ Τρίτωνι ἔχει λόγος, ὡς δὴ τοῦτον τὸν Τρίτωνα ὄντα καὶ οὐχὶ τὸν Λιβύων, ὃς ἐς τὴν πρὸς Λιβύῃ θάλασσαν ἐκδίδωσιν ἐκ τῆς Τριτωνίδος λίμνης.
And there flows there also a river, not a large one, a torrent; and they call it Triton, because there is a story that Athena was brought up by a river Triton, implying that this is indeed that Triton and not the one of the Libyans, which empties into the sea near Libya from the Tritonian lake.