Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.3.1-9.3.9

ダイダラ祭の起源と小・大ダイダラ祭の祭儀

367 / 465 箇所 · ギリシア語

要旨

ゼウスとヘラの和解に由来する「ダイダラ」の起源が語られ、プラタイアでの小ダイダラ祭の催行方法(カラスの行動による木の選定)と、ボイオティア全域が関わる60年ごとの大ダイダラ祭における木像の分配やキタイロン山頂での壮大な犠牲祭の様子が活写される。

§9.3.1Ἥραν ἐφʼ ὅτῳ δὴ πρὸς τὸν Δία ὠργισμένην ἐς Εὔβοιάν φασιν ἀναχωρῆσαι, Δία δέ, ὡς οὐκ ἔπειθεν αὐτήν, παρὰ Κιθαιρῶνα λέγουσιν ἐλθεῖν δυναστεύοντα ἐν Πλαταιαῖς τότε·
ヘラがいかなる理由からかゼウスに対して怒り、エウボイアへと退いたと言われている。 またゼウスは、彼女を説得できなかったため、当時プラタイアを支配していたキタイロンのもとへと赴いたと言われている。
εἶναι γὰρ τὸν Κιθαιρῶνα οὐδενὸς σοφίαν ὕστερον.
なぜなら、キタイロンは知恵において誰にも劣っていなかったからである。
οὗτος οὖν κελεύει τὸν Δία ἄγαλμα ξύλου ποιησάμενον ἄγειν ἐπὶ βοῶν ζεύγους ἐγκεκαλυμμένον, λέγειν δὲ ὡς ἄγοιτο γυναῖκα Πλάταιαν τὴν Ἀσωποῦ.
そこで彼はゼウスに、木で像を作り、それに覆いをかけて牛のつがいに載せて連れて行き、アソポスの娘プラタイアを妻に迎えるのだと言うようにと勧める。
§9.3.2καὶ ὁ μὲν ἔπρασσε κατὰ τὴν παραίνεσιν τοῦ Κιθαιρῶνος·
そしてゼウスはキタイロンの勧め通りに実行した。
Ἥρα δὲ ἐπέπυστό τε αὐτίκα καὶ αὐτίκα ἀφίκετο.
ヘラはすぐにそのことを知らされ、すぐにやって来た。
ὡς δὲ ἐπλησίαζε τῇ ἁμάξῃ καὶ τοῦ ἀγάλματος τὴν ἐσθῆτα περιέρρηξεν, ἥσθη τε τῇ ἀπάτῃ ξόανον εὑροῦσα ἀντὶ νύμφης γυναικὸς καὶ διαλλαγὰς ποιεῖται πρὸς τὸν Δία.
彼女が車に近づき、像の衣服を引き裂いたところ、花嫁の女性の代わりに木像を見出したことで、その策略を面白がり、ゼウスと和解した。
ἐπὶ ταύταις ταῖς διαλλαγαῖς Δαίδαλα ἑορτὴν ἄγουσιν, ὅτι οἱ πάλαι τὰ ξόανα ἐκάλουν δαίδαλα·
この和解を記念して、人々は「ダイダラ」という祭りを催す。 昔の人々は木像を「ダイダラ」と呼んでいたからである。
ἐκάλουν δὲ ἐμοὶ δοκεῖν πρότερον ἔτι ἢ Δαίδαλος ὁ Παλαμάονος ἐγένετο Ἀθήνῃσι, τούτῳ δὲ ὕστερον ἀπὸ τῶν δαιδάλων ἐπίκλησιν γενέσθαι δοκῶ καὶ οὐκ ἐκ γενετῆς τεθῆναι τὸ ὄνομα.
私の考えでは、パラマオンの息子ダイダロスがアテナイに生まれるよりも前からそう呼ばれており、この男の方が後にダイダラ(木像)にちなんで通称を得たのであって、生まれたときからこの名を与えられたのではないと私は思う。
§9.3.3Δαίδαλα οὖν ἄγουσιν οἱ Πλαταιεῖς ἑορτὴν διʼ ἔτους ἑβδόμου μέν, ὡς ἔφασκεν ὁ τῶν ἐπιχωρίων ἐξηγητής, ἀληθεῖ μέντοι λόγῳ διʼ ἐλάσσονος καὶ οὐ τοσούτου χρόνου·
プラタイア人は、地元の案内人が言っていたように、7年ごとに「ダイダラ」の祭りを催しているが、真実のところはもっと短い、それほど長くない間隔で催されている。
ἐθελήσαντες δὲ ἀπὸ Δαιδάλων ἐς Δαίδαλα ἕτερα ἀναριθμῆσαι τὸν μεταξὺ χρόνον ἐς τὸ ἀκριβέστατον οὐκ ἐγενόμεθα οἷοί τε.
あるダイダラ祭から別のダイダラ祭までの間の時間を極めて正確に数え上げようと試みたものの、我々はそれができなかった。
ἄγουσι δὲ οὕτω τὴν ἑορτήν.
彼らは次のようにこの祭りを催す。
§9.3.4δρυμός ἐστιν Ἀλαλκομενῶν οὐ πόρρω·
それほど遠くないところにアラルコメナイのオークの森がある。
μέγιστα τῶν ἐν Βοιωτίᾳ στελέχη δρυῶν ἐστιν ἐνταῦθα.
ここには、ボイオティアの中で最大のオークの幹がある。
ἐς τοῦτον οἱ Πλαταιεῖς ἀφικόμενοι τὸν δρυμὸν προτίθενται μοίρας κρεῶν ἑφθῶν.
プラタイア人はこの森に行き、煮た肉の切り身を(前に)置く。
ὄρνιθες δὲ οἱ μὲν ἄλλοι σφίσιν ἥκιστά εἰσι διʼ ὄχλου, τῶν κοράκων δὲ—οὗτοι γάρ σφισιν ἐπιφοιτῶσιν—ἔχουσιν ἀκριβῆ τὴν φρουράν.
他の鳥たちは彼らにとってほとんど邪魔にならないが、カラスたちについては――彼らが彼らのところにやって来るからだが――厳重に監視する。
τὸν δὲ αὐτῶν ἁρπάσαντα κρέας, ἐφʼ ὅτῳ τῶν δένδρων καθεδεῖται, φυλάσσουσιν.
カラスたちのうち、肉をひったくったものがどの木にとまるかを彼らは見張る。
ἐφʼ οὗ δʼ ἂν καθεσθῇ, τεμόντες ποιοῦσιν ἀπὸ τούτου τὸ δαίδαλον·
そしてカラスがとまった木を、彼らは切り倒して、それから「ダイダロン」を作る。
δαίδαλον γὰρ δὴ καὶ τὸ ξόανον αὐτὸ ὀνομάζουσι.
彼らはこの木像そのもののことも「ダイダロン」と呼んでいるからである。
§9.3.5ταύτην μὲν ἰδίᾳ οἱ Πλαταιεῖς ἑορτὴν ἄγουσι, Δαίδαλα μικρὰ ὀνομάζοντες·
プラタイア人はこの祭りを自分たちだけで催し、それを「小ダイダラ」と呼んでいる。
Δαιδάλων δὲ ἑορτὴν τῶν μεγάλων καὶ Βοιωτοί σφισι συνεορτάζουσι, διʼ ἑξηκοστοῦ δὲ ἄγουσιν ἔτους·
しかし「大ダイダラ」の祭りには、ボイオティア人も彼らとともに祝い、それは60年ごとに催される。
ἐκλιπεῖν γὰρ τοσοῦτον χρόνον τὴν ἑορτήν φασιν, ἡνίκα οἱ Πλαταιεῖς ἔφευγον.
プラタイア人が亡命していた間、それほどの期間にわたってこの祭りが途絶えていたと彼らは言うからである。
ξόανα δὲ τεσσαρεσκαίδεκα ἕτοιμά σφισίν ἐστι κατʼ ἐνιαυτὸν ἕκαστον παρασκευασθέντα ἐν Δαιδάλοις τοῖς μικροῖς.
彼らには14体の木像が用意されており、これらは小ダイダラ祭のたびに作られたものである。
§9.3.6ταῦτα ἀναιροῦνται κλήρῳ Πλαταιεῖς Κορωναῖοι Θεσπιεῖς Ταναγραῖοι Χαιρωνεῖς Ὀρχομένιοι Λεβαδεῖς Θηβαῖοι·
これらの像を、プラタイア人、コロネイア人、テスピアイ人、タナグラ人、カイロネイア人、オルコメノス人、レバデイア人、テーバイ人が籤で受け取る。
διαλλαγῆναι γὰρ καὶ οὗτοι Πλαταιεῦσιν ἠξίωσαν καὶ συλλόγου μετασχεῖν κοινοῦ καὶ ἐς Δαίδαλα θυσίαν ἀποστέλλειν, ὅτε Κάσσανδρος ὁ Ἀντιπάτρου τὰς Θήβας ἀνῴκισε.
というのも、アンティパトロスの子カッサンドロスがテーバイを再建した時に、彼らもまたプラタイア人と和解し、共同の集会に参加し、ダイダラ祭に生贄を送ることを望んだからである。
τῶν δὲ πολισμάτων ὁπόσα ἐστὶν ἐλάσσονος λόγου, συντέλειαν αἱροῦνται.
それほど重要でない町々については、共同で割り当てを引き受ける。
§9.3.7τὸ δὲ ἄγαλμα κομίσαντες παρὰ τὸν Ἀσωπὸν καὶ ἀναθέντες ἐπὶ ἅμαξαν, γυναῖκα ἐφιστᾶσι νυμφεύτριαν·
そして、像をアソポス川のほとりまで運んで車に載せ、介添えの女性をその傍らに立たせる。
οἱ δὲ αὖθις κληροῦνται καθʼ ἥντινα τάξιν τὴν πομπὴν ἀνάξουσι·
そして彼らは再び、どのような順序で行列を率いて上るかを籤で決める。
τὸ δὲ ἐντεῦθεν τὰς ἁμάξας ἀπὸ τοῦ ποταμοῦ πρὸς ἄκρον τὸν Κιθαιρῶνα ἐλαύνουσιν.
そこから先は、彼らは川からキタイロンの頂上へと車を走らせる。
εὐτρέπισται δέ σφισιν ἐπὶ τῇ κορυφῇ τοῦ ὄρους βωμός, ποιοῦσι δὲ τρόπῳ τοιῷδε τὸν βωμόν·
山の頂上には彼らのために祭壇が用意されている。 彼らは次のような方法で祭壇を作る。
ξύλα τετράγωνα ἁρμόζοντες πρὸς ἄλληλα συντιθέασι κατὰ ταὐτὰ καὶ εἰ λίθων ἐποιοῦντο οἰκοδομίαν, ἐξάραντες δὲ ἐς ὕψος φρύγανα ἐπιφέρουσιν.
角材を互いにぴったりと合わせて、石造りの建築を作るのと全く同じように組み立て、高く持ち上げてから、その上に柴を載せる。
§9.3.8αἱ μὲν δὴ πόλεις καὶ τὰ τέλη θήλειαν θύσαντες τῇ Ἥρᾳ βοῦν ἕκαστοι καὶ ταῦρον τῷ Διὶ τὰ ἱερεῖα οἴνου καὶ θυμιαμάτων πλήρη καὶ τὰ δαίδαλα ὁμοῦ καθαγίζουσιν ἐπὶ τοῦ βωμοῦ, ἰδιῶται δὲ ὁπόσα δὴ θύουσιν οἱ πλούσιοι·
こうして、各都市や公職者たちは、ヘラに雌牛を、ゼウスに牡牛をそれぞれ犠牲として捧げ、ワインと香で満たされたこれら生贄の肉と、ダイダラ(木像)を一緒に、祭壇の上で焼き尽くす。 富裕な個人たちは自分たちが捧げられるだけのものを犠牲にする。
τοῖς δὲ οὐχ ὁμοίως δυναμένοις τὰ λεπτότερα τῶν προβάτων θύειν καθέστηκε, καθαγίζειν δὲ τὰ ἱερεῖα ὁμοίως πάντα.
それほど資力のない人々にとっては、より小ぶりな羊を犠牲にすることが定められているが、生贄のすべてを同様に焼き尽くさなければならない。
σὺν δέ σφισι καὶ αὐτὸν τὸν βωμὸν ἐπιλαβὸν τὸ πῦρ ἐξανήλωσε·
そして、それらとともに、火が燃え移って祭壇そのものをも完全に焼き尽くす。
μεγίστην δὲ ταύτην φλόγα καὶ ἐκ μακροτάτου σύνοπτον οἶδα ἀρθεῖσαν.
私は、これほど巨大で、極めて遠くからでも見える炎が立ち上るのを他に知らない。
§9.3.9ὑπὸ δὲ τῆς κορυφῆς, ἐφʼ ᾗ τὸν βωμὸν ποιοῦνται, πέντε που μάλιστα καὶ δέκα ὑποκαταβάντι σταδίους νυμφῶν ἐστιν ἄντρον Κιθαιρωνίδων, Σφραγίδιον μὲν ὀνομαζόμενον, μαντεύεσθαι δὲ τὰς νύμφας τὸ ἀρχαῖον αὐτόθι ἔχει λόγος.
祭壇が作られる頂上から、およそ15スタディオンほど下ったところにキタイロンのニンフたちの洞窟があり、スプラギディオンと呼ばれている。 古代において、ニンフたちがそこで神託を授けていたという言い伝えがある。

語釈・文法注

  1. 9.3.1σοφίαν — この `σοφίαν` は「観点の対格」(または関係の対格)であり、比較の属格である `οὐδενὸς`(誰よりも)とともに用いられて、キタイロンが「知恵において誰にも劣っていなかった」という限度や観点を限定している。
  2. 9.3.2ἐμοὶ δοκεῖν — 動詞 `δοκέω` を用いた「絶対不定詞」の慣用表現(しばしば挿入句的に用いられる)であり、「私の考えでは」「私から見て」という意味を表す。
  3. 9.3.4τῶν κοράκων — 監視や配慮を意味する表現 `ἔχουσιν ἀκριβῆ τὴν φρουράν`(彼らは厳重な監視を維持する)が、その注意の直接的な対象を属格 `τῶν κοράκων`(カラスたちを)によって指定している客観的属格の用法。
  4. 9.3.8οἶδα ἀρθεῖσαν — 事実の認知を意味する知覚動詞 `οἶδα` が、直接目的語(対格の `ταύτην φλόγα`)に加えて、その状態を叙述する分詞(`ἀρθεῖσαν`)を補語として取る構文。「これほど巨大な炎が立ち上ったことを私は知っている(他に例を見ない)」という意味になる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.3.1-9.3.9. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.3.1-9.3.9

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。