Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.3.1-9.3.9

达伊达拉节的起源与大小节日的仪式

第 367 段,共 465 段 · 希腊语

内容简介

叙述了源于宙斯和赫拉和解的“达伊达拉”节日的起源,详细介绍了普拉塔亚人通过乌鸦行为选择木材举办小达伊达拉节,以及每六十年一次、由整个波奥蒂亚共同参与并在基泰戎山顶举行盛大祭祀的大达伊达拉节。

§9.3.1Ἥραν ἐφʼ ὅτῳ δὴ πρὸς τὸν Δία ὠργισμένην ἐς Εὔβοιάν φασιν ἀναχωρῆσαι, Δία δέ, ὡς οὐκ ἔπειθεν αὐτήν, παρὰ Κιθαιρῶνα λέγουσιν ἐλθεῖν δυναστεύοντα ἐν Πλαταιαῖς τότε·
据说赫拉因某种原因对宙斯发怒,退隐到了优卑亚;又据说宙斯因为无法说服她,便去拜访了当时在普拉塔亚执政的基泰戎,因为基泰戎在智慧上不亚于任何人。
εἶναι γὰρ τὸν Κιθαιρῶνα οὐδενὸς σοφίαν ὕστερον. οὗτος οὖν κελεύει τὸν Δία ἄγαλμα ξύλου ποιησάμενον ἄγειν ἐπὶ βοῶν ζεύγους ἐγκεκαλυμμένον, λέγειν δὲ ὡς ἄγοιτο γυναῖκα Πλάταιαν τὴν Ἀσωποῦ.
于是,基泰戎建议宙斯制作一尊木雕像,将其遮盖起来,用一双公牛拉着车运送,并声称自己要娶阿索波斯之女普拉塔亚为妻。
§9.3.2καὶ ὁ μὲν ἔπρασσε κατὰ τὴν παραίνεσιν τοῦ Κιθαιρῶνος· Ἥρα δὲ ἐπέπυστό τε αὐτίκα καὶ αὐτίκα ἀφίκετο.
宙斯便按照基泰戎的建议行事;赫拉立刻听听说此事,并立刻赶到。
ὡς δὲ ἐπλησίαζε τῇ ἁμάξῃ καὶ τοῦ ἀγάλματος τὴν ἐσθῆτα περιέρρηξεν, ἥσθη τε τῇ ἀπάτῃ ξόανον εὑροῦσα ἀντὶ νύμφης γυναικὸς καὶ διαλλαγὰς ποιεῖται πρὸς τὸν Δία.
当她靠近马车并撕开雕像的衣服时,发现是一尊木雕像而非新娘,她对这个骗局感到好笑,于是与宙斯和解。
ἐπὶ ταύταις ταῖς διαλλαγαῖς Δαίδαλα ἑορτὴν ἄγουσιν, ὅτι οἱ πάλαι τὰ ξόανα ἐκάλουν δαίδαλα· ἐκάλουν δὲ ἐμοὶ δοκεῖν πρότερον ἔτι ἢ Δαίδαλος ὁ Παλαμάονος ἐγένετο Ἀθήνῃσι, τούτῳ δὲ ὕστερον ἀπὸ τῶν δαιδάλων ἐπίκλησιν γενέσθαι δοκῶ καὶ οὐκ ἐκ γενετῆς τεθῆναι τὸ ὄνομα.
为了纪念这次和解,他们举办了名为“达伊达拉”的节日,因为古人将木雕像称为“达伊达拉”;而在我看来,早在帕拉马翁之子达伊达洛斯在雅典出生之前,人们就已经这样称呼它们了,我认为达伊达洛斯后来是因这些“达伊达拉”而获得了这一绰号,而不是出生时被赋予了这个名字。
§9.3.3Δαίδαλα οὖν ἄγουσιν οἱ Πλαταιεῖς ἑορτὴν διʼ ἔτους ἑβδόμου μέν, ὡς ἔφασκεν ὁ τῶν ἐπιχωρίων ἐξηγητής, ἀληθεῖ μέντοι λόγῳ διʼ ἐλάσσονος καὶ οὐ τοσούτου χρόνου· ἐθελήσαντες δὲ ἀπὸ Δαιδάλων ἐς Δαίδαλα ἕτερα ἀναριθμῆσαι τὸν μεταξὺ χρόνον ἐς τὸ ἀκριβέστατον οὐκ ἐγενόμεθα οἷοί τε.
因此,普拉塔亚人举办“达伊达拉”节日,正如当地导游所说,是每逢第七年举办,但实际上间隔更短,并没有那么长的时间;尽管我们希望能极其精确地计算出从一次达伊达拉到另一次达伊达拉之间的时间,但我们未能做到。
ἄγουσι δὲ οὕτω τὴν ἑορτήν. §9.3.4δρυμός ἐστιν Ἀλαλκομενῶν οὐ πόρρω· μέγιστα τῶν ἐν Βοιωτίᾳ στελέχη δρυῶν ἐστιν ἐνταῦθα.
他们这样举办节日:不远处有一片阿拉尔科梅奈的橡树林;这里有波奥蒂亚最大的橡树干。
ἐς τοῦτον οἱ Πλαταιεῖς ἀφικόμενοι τὸν δρυμὸν προτίθενται μοίρας κρεῶν ἑφθῶν.
普拉塔亚人来到这片树林,摆出几份煮熟的肉。
ὄρνιθες δὲ οἱ μὲν ἄλλοι σφίσιν ἥκιστά εἰσι διʼ ὄχλου, τῶν κοράκων δὲ—οὗτοι γάρ σφισιν ἐπιφοιτῶσιν—ἔχουσιν ἀκριβῆ τὴν φρουράν.
其他的鸟类几乎不打扰他们,但对于乌鸦——因为乌鸦会飞到他们这里——他们进行了严密的监视。
τὸν δὲ αὐτῶν ἁρπάσαντα κρέας, ἐφʼ ὅτῳ τῶν δένδρων καθεδεῖται, φυλάσσουσιν.
他们密切注视着抢走肉的乌鸦会落在哪个树上。
ἐφʼ οὗ δʼ ἂν καθεσθῇ, τεμόντες ποιοῦσιν ἀπὸ τούτου τὸ δαίδαλον· δαίδαλον γὰρ δὴ καὶ τὸ ξόανον αὐτὸ ὀνομάζουσι.
无论乌鸦落在哪个树上,他们就把那棵树砍倒,并用它制作“达伊达隆”;因为他们确实将木雕像本身也称为“达伊达隆”。
§9.3.5ταύτην μὲν ἰδίᾳ οἱ Πλαταιεῖς ἑορτὴν ἄγουσι, Δαίδαλα μικρὰ ὀνομάζοντες· Δαιδάλων δὲ ἑορτὴν τῶν μεγάλων καὶ Βοιωτοί σφισι συνεορτάζουσι, διʼ ἑξηκοστοῦ δὲ ἄγουσιν ἔτους· ἐκλιπεῖν γὰρ τοσοῦτον χρόνον τὴν ἑορτήν φασιν, ἡνίκα οἱ Πλαταιεῖς ἔφευγον.
普拉塔亚人独自举办这个节日,称之为“小达伊达拉”;而波奥蒂亚人也与他们一同庆祝“大达伊达拉”节日,这是每六十年举办一次;因为他们说,在普拉塔亚人流亡期间,这个节日曾中断了这么长的时间。
ξόανα δὲ τεσσαρεσκαίδεκα ἕτοιμά σφισίν ἐστι κατʼ ἐνιαυτὸν ἕκαστον παρασκευασθέντα ἐν Δαιδάλοις τοῖς μικροῖς.
他们准备了十四尊木雕像,这些是在每次“小达伊达拉”节日期间准备好的。
§9.3.6ταῦτα ἀναιροῦνται κλήρῳ Πλαταιεῖς Κορωναῖοι Θεσπιεῖς Ταναγραῖοι Χαιρωνεῖς Ὀρχομένιοι Λεβαδεῖς Θηβαῖοι· διαλλαγῆναι γὰρ καὶ οὗτοι Πλαταιεῦσιν ἠξίωσαν καὶ συλλόγου μετασχεῖν κοινοῦ καὶ ἐς Δαίδαλα θυσίαν ἀποστέλλειν, ὅτε Κάσσανδρος ὁ Ἀντιπάτρου τὰς Θήβας ἀνῴκισε.
普拉塔亚人、科罗内亚人、泰斯庇埃人、塔纳格拉人、凯罗内亚人、奥尔科梅诺斯人、莱巴德亚人、底比斯人通过抽签分得这些雕像;因为当安提帕特之子卡山德重建底比斯时,底比斯人也同意与普拉塔亚人和解,参与共同的集会,并向达伊达拉节日派遣祭祀队伍。
τῶν δὲ πολισμάτων ὁπόσα ἐστὶν ἐλάσσονος λόγου, συντέλειαν αἱροῦνται.
至于那些不那么重要的小镇,则选择共同分担。
§9.3.7τὸ δὲ ἄγαλμα κομίσαντες παρὰ τὸν Ἀσωπὸν καὶ ἀναθέντες ἐπὶ ἅμαξαν, γυναῖκα ἐφιστᾶσι νυμφεύτριαν· οἱ δὲ αὖθις κληροῦνται καθʼ ἥντινα τάξιν τὴν πομπὴν ἀνάξουσι·
他们把雕像运到阿索波斯河边,放在马车上,并安排一名妇女作为伴娘立在旁边;然后他们再次抽签,以决定以何种顺序引导队伍上山。
τὸ δὲ ἐντεῦθεν τὰς ἁμάξας ἀπὸ τοῦ ποταμοῦ πρὸς ἄκρον τὸν Κιθαιρῶνα ἐλαύνουσιν.
此后,他们将马车从河边赶往基泰戎山顶。
εὐτρέπισται δέ σφισιν ἐπὶ τῇ κορυφῇ τοῦ ὄρους βωμός, ποιοῦσι δὲ τρόπῳ τοιῷδε τὸν βωμόν· ξύλα τετράγωνα ἁρμόζοντες πρὸς ἄλληλα συντιθέασι κατὰ ταὐτὰ καὶ εἰ λίθων ἐποιοῦντο οἰκοδομίαν, ἐξάραντες δὲ ἐς ὕψος φρύγανα ἐπιφέρουσιν.
在山顶上已经为他们准备好了祭坛,他们以如下方式建造祭坛:将方形木块彼此严密咬合拼装在一起,就像建造石造建筑一样,建到一定高度后,在上面铺上柴火。
§9.3.8αἱ μὲν δὴ πόλεις καὶ τὰ τέλη θήλειαν θύσαντες τῇ Ἥρᾳ βοῦν ἕκαστοι καὶ ταῦρον τῷ Διὶ τὰ ἱερεῖα οἴνου καὶ θυμιαμάτων πλήρη καὶ τὰ δαίδαλα ὁμοῦ καθαγίζουσιν ἐπὶ τοῦ βωμοῦ, ἰδιῶται δὲ ὁπόσα δὴ θύουσιν οἱ πλούσιοι·
于是,各个城市和官员们各自向赫拉献祭一头雌牛,向宙斯献祭一头公牛,将灌满酒和香料的牺牲连同“达伊达拉”一同在祭坛上烧尽。
τοῖς δὲ οὐχ ὁμοίως δυναμένοις τὰ λεπτότερα τῶν προβάτων θύειν καθέστηκε, καθαγίζειν δὲ τὰ ἱερεῖα ὁμοίως πάντα.
富有的私人则奉献他们力所能及的祭品;而对于那些财力不足的人,习惯上是献祭较小的羊,但必须同样将所有祭品烧尽。
σὺν δέ σφισι καὶ αὐτὸν τὸν βωμὸν ἐπιλαβὸν τὸ πῦρ ἐξανήλωσε· μεγίστην δὲ ταύτην φλόγα καὶ ἐκ μακροτάτου σύνοπτον οἶδα ἀρθεῖσαν.
大火蔓延开来,将祭坛本身和祭品一同烧毁;我知道这是最大的一团火焰,从极远的地方都能看得见。
§9.3.9ὑπὸ δὲ τῆς κορυφῆς, ἐφʼ ᾗ τὸν βωμὸν ποιοῦνται, πέντε που μάλιστα καὶ δέκα ὑποκαταβάντι σταδίους νυμφῶν ἐστιν ἄντρον Κιθαιρωνίδων, Σφραγίδιον μὲν ὀνομαζόμενον, μαντεύεσθαι δὲ τὰς νύμφας τὸ ἀρχαῖον αὐτόθι ἔχει λόγος.
在建有祭坛的山顶下方,向下走大约十五斯塔德的地方,有一个基泰戎宁芙的洞穴,被称为“斯普拉吉迪翁”,传说古代宁芙曾在此处授神托。

词汇与语法注释

  1. 9.3.1σοφίαν — `σοφίαν` 是表示范围或限度的“关系宾格”(accusative of respect),与表示比较的属格 `οὐδενὸς`(“不亚于任何人”)连用,用以限定基泰戎“在智慧上”不亚于任何人。
  2. 9.3.2ἐμοὶ δοκεῖν — 由动词 `δοκέω` 构成的不定式绝对用法(absolute infinitive),常作插入语使用,意为“依我之见”或“在我看来”。
  3. 9.3.4τῶν κοράκων — 属格用法,作为表示监视或关注行为的短语 `ἔχουσιν ἀκριβῆ τὴν φρουράν`(“进行严密的监视”)的客观对象,即“密切注视乌鸦”。
  4. 9.3.8οἶδα ἀρθεῖσαν — 在表示认知或知觉的动词 `οἶδα`(“知道”)之后使用伴随分词的结构,分词 `ἀρθεῖσαν` 在性、数、格上与宾语 `ταύτην φλόγα` 一致,意为“我知道(曾有)这样一团巨大的火焰升起”。

引用这一段

保萨尼亚斯, 希腊志 §9.3.1-9.3.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.3.1-9.3.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。