§9.4.1Πλαταιεῦσι δὲ Ἀθηνᾶς ἐπίκλησιν Ἀρείας ἐστὶν ἱερόν·
プラタイア人には、アレイアという異名のアテナの神殿がある。
ᾠκοδομήθη δὲ ἀπὸ λαφύρων ἃ τῆς μάχης σφίσιν Ἀθηναῖοι τῆς Μαραθῶνι ἀπένειμαν.
それはマラトンの戦いでアテナイ人が彼らに分け与えた戦利品から建てられた。
τὸ μὲν δὴ ἄγαλμα ξόανόν ἐστιν ἐπίχρυσον, πρόσωπον δέ οἱ καὶ χεῖρες ἄκραι καὶ πόδες λίθου τοῦ Πεντελησίου εἰσί·
像は金箔を張った木像であるが、その顔、両手先、両足はペンテリコン産の石でできている。
μέγεθος μὲν οὐ πολὺ δή τι ἀποδεῖ τῆς ἐν ἀκροπόλει χαλκῆς, ἣν καὶ αὐτὴν Ἀθηναῖοι τοῦ Μαραθῶνι ἀπαρχὴν ἀγῶνος ἀνέθηκαν, Φειδίας δὲ καὶ Πλαταιεῦσιν ἦν ὁ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα ποιήσας.
大きさの点では、アクロポリスにある青銅の(アテナ像)にそれほど大きく劣るものではない。 その像自体もまたアテナイ人がマラトンの戦いの初穂として奉納したものである。 そしてプラタイア人のためのアテナ像を制作したのもまたフェイディアスであった。
§9.4.2γραφαὶ δέ εἰσιν ἐν τῷ ναῷ Πολυγνώτου μὲν Ὀδυσσεὺς τοὺς μνηστῆρας ἤδη κατειργασμένος, Ὀνασία δὲ Ἀδράστου καὶ Ἀργείων ἐπὶ Θήβας ἡ προτέρα στρατεία.
神殿の中には絵画があり、ポリュグノトスの筆による、求婚者たちを既に退治したオデュッセウスと、オナシアスによる、アドラストスとアルゴス勢による最初のテーバイ遠征(の絵)がある。
αὗται μὲν δή εἰσιν ἐπὶ τοῦ προνάου τῶν τοίχων αἱ γραφαί, κεῖται δὲ τοῦ ἀγάλματος πρὸς τοῖς ποσὶν εἰκὼν Ἀριμνήστου·
これらは前神殿の壁にある絵画であり、像の足元にはアリムネストスの肖像が置かれている。
ὁ δὲ Ἀρίμνηστος ἔν τε τῇ πρὸς Μαρδόνιον μάχῃ καὶ ἔτι πρότερον ἐς Μαραθῶνα Πλαταιεῦσιν ἡγήσατο.
このアリムネストスは、マルドニオスとの戦いにおいても、またそれより以前にマラトンにおいても、プラタイア人を率いた。
§9.4.3ἔστι δὲ καὶ Δήμητρος ἐπίκλησιν Ἐλευσινίας ἱερὸν ἐν Πλαταιαῖς καὶ Ληίτου μνῆμα·
プラタイアにはエレウシニアという異名のデメテルの神殿もあり、またレイトスの墓もある。
τῶν δὲ ἡγεμόνων, οἳ Βοιωτοὺς ἐς Τροίαν ἤγαγον, μόνος ἀνέστρεψεν οἴκαδε οὗτος ὁ Λήιτος.
ボイオティア人をトロイアへ率いた指導者たちのうち、このレイトスだけが故郷に帰還した。
τὴν δὲ κρήνην τὴν Γαργαφίαν Μαρδόνιος καὶ ἡ ἵππος συνέχεεν ἡ Περσῶν, ὅτι τὸ Ἑλλήνων στράτευμα τὸ ἀντικαθήμενόν σφισιν ἀπʼ αὐτῆς ἔπινεν·
ガルガピアの泉は、マルドニオスとペルシアの騎兵たちが踏み荒らしてしまった。 なぜなら、彼らと対峙していたギリシア軍がそこから水を飲んでいたからである。
ὕστερον μέντοι τὸ ὕδωρ ἀνεσώσαντο οἱ Πλαταιεῖς.
しかし後になって、プラタイア人はその水を復旧させた。
§9.4.4ἐκ Πλαταίας δὲ ἰοῦσιν ἐς Θήβας ποταμός ἐστιν Ὠερόη·
プラタイアからテーバイへ行く者にとっては、オエロエという川がある。
θυγατέρα δὲ εἶναι τὴν Ὠερόην τοῦ Ἀσωποῦ λέγουσι.
オエロエはアソポスの娘であると言われている。
πρὶν δὲ ἢ διαβῆναι τὸν Ἀσωπόν, παρʼ αὐτὸ τὸ ῥεῦμα ἀποτραπεῖσιν ἐς τὰ κάτω καὶ προελθοῦσιν ὅσον τεσσαράκοντα στάδια ἔστιν ἐρείπια Σκώλου·
アソポス川を渡る前に、流れそのものに沿って下流へと折れ、およそ40スタディオン進むと、スコロスの遺跡がある。
Δήμητρος δὲ καὶ Κόρης ἐν τοῖς ἐρειπίοις οὐκ ἐξειργασμένος ὁ ναός, ἡμίεργα δὲ καὶ ταῖς θεαῖς ἐστι τὰ ἀγάλματα.
その遺跡にはデメテルとコレの、完成していない神殿があり、女神たちの像も未完成のままである。
ἀποκρίνει δὲ καὶ νῦν ἔτι ἀπὸ τῆς Θηβαίων τὴν Πλαταιίδα ὁ Ἀσωπός.
そしてアソポス川は、現在でも依然としてテーバイの領土からプラタイアの領土を隔てている。