§9.2.1γῆς δὲ τῆς Πλαταιίδος ἐν τῷ Κιθαιρῶνι ὀλίγον τῆς εὐθείας ἐκτραπεῖσιν ἐς δεξιὰ Ὑσιῶν καὶ Ἐρυθρῶν ἐρείπιά ἐστι.
プラタイアの土地において、キタイロン山中で本道から少し右に逸れた人々のために、ヒュシアイとエリュトライの遺跡がある。
πόλεις δέ ποτε τῶν Βοιωτῶν ἦσαν, καὶ νῦν ἔτι ἐν τοῖς ἐρειπίοις τῶν Ὑσιῶν ναός ἐστιν Ἀπόλλωνος ἡμίεργος καὶ φρέαρ ἱερόν·
これらはかつてボイオティア人の都市であったが、今なおヒュシアイの遺跡には、未完成のアポロンの神殿と聖なる井戸がある。
πάλαι δὲ ἐκ τοῦ φρέατος κατὰ τὸν Βοιωτῶν λόγον ἐμαντεύοντο πίνοντες.
昔は、ボイオティア人の伝承によれば、人々はその井戸の水を飲むことで神託を授かっていた。
§9.2.2ἐπανελθοῦσι δὲ ἐς τὴν λεωφόρον ἐστὶν αὖθις ἐν δεξιᾷ Μαρδονίου λεγόμενον μνῆμα εἶναι.
本道に戻る人々にとって、再び右手に、マルドニオスの墓と言われているものがある。
καὶ ὅτι μὲν εὐθὺς ἦν μετὰ τὴν μάχην ἀφανὴς ὁ Μαρδονίου νεκρός, ἔστιν ὡμολογημένον· τὸν δὲ θάψαντα οὐ κατὰ ταὐτά, ὅστις ἦν, λέγουσι·
戦いの直後、マルドニオスの遺体がどこにあるか分からなくなっていたことは合意されているが、彼を埋葬したのが誰であったかについては、人々は一様には語らない。
φαίνεται δὲ Ἀρτόντης ὁ Μαρδονίου πλεῖστα μὲν δοὺς Διονυσοφάνει δῶρα ἀνδρὶ Ἐφεσίῳ, δοὺς μέντοι καὶ ἄλλοις Ἰώνων ὡς οὐδὲ ἐκείνοις ἀμελὲς γενόμενον ταφῆναι Μαρδόνιον.
しかし、マルドニオスの息子アルトンテスが、エペソス人の男ディオニュソファネスに非常に多くの贈り物を贈り、さらに他のイオニア人たちにも、彼らにとってもマルドニオスの埋葬が疎かにならないようにと贈り物を贈ったことは明らかである。
§9.2.3αὕτη μὲν ἀπʼ Ἐλευθερῶν ἐς Πλάταιαν ἄγει, τοῖς δὲ ἐκ Μεγάρων ἰοῦσι πηγή τέ ἐστιν ἐν δεξιᾷ καὶ προελθοῦσιν ὀλίγον πέτρα·
この道路はエレウテライからプラタイアへと通じているが、メガラから行く人々にとっては、右手に泉があり、少し進むと岩がある。
καλοῦσι δὲ τὴν μὲν Ἀκταίωνος κοίτην, ἐπὶ ταύτῃ καθεύδειν φάμενοι τῇ πέτρᾳ τὸν Ἀκταίωνα ὁπότε κάμοι θηρεύων, ἐς δὲ τὴν πηγὴν ἐνιδεῖν λέγουσιν αὐτὸν λουμένης Ἀρτέμιδος ἐν τῇ πηγῇ.
人々は一方を「アクタイオンの寝床」と呼んでおり、アクタイオンが狩りで疲れた時にはこの岩の上で眠ったと言い、また泉については、アルテミスがそこで沐浴しているのを彼が覗き見たと言っている。
Στησίχορος δὲ ὁ Ἱμεραῖος ἔγραψεν ἐλάφου περιβαλεῖν δέρμα Ἀκταίωνι τὴν θεόν, παρασκευάζουσάν οἱ τὸν ἐκ τῶν κυνῶν θάνατον, ἵνα δὴ μὴ γυναῖκα Σεμέλην λάβοι.
しかしヒメラのステシコロスは、女神がアクタイオンに鹿の皮を被せ、彼がセメレを妻に娶らないようにするために、彼に犬どもによる死を用意したのだと書いた。
§9.2.4ἐγὼ δὲ ἄνευ θεοῦ πείθομαι νόσον λύσσαν τοῦ Ἀκταίωνος ἐπιλαβεῖν τοὺς κύνας·
しかし私は、神の介入なしに、狂犬病という病がアクタイオンの犬たちを襲ったのだと信じる。
μανέντες δὲ καὶ οὐ διαγινώσκοντες διαφορήσειν ἔμελλον πάντα τινὰ ὅτῳ περιτύχοιεν.
彼らは狂い、識別できなくなったため、出くわす者は誰であれ引き裂くことになったのである。
καθότι δὲ τοῦ Κιθαιρῶνος Πενθεῖ τῷ Ἐχίονος ἐγένετο ἡ συμφορὰ ἢ Οἰδίποδα ὅπῃ τεχθέντα ἐξέθεσαν, οἶδεν οὐδείς, καθάπερ γε ἴσμεν τὴν Σχιστὴν ὁδὸν τὴν ἐπὶ Φωκέων, ἐφʼ ᾗ τὸν πατέρα Οἰδίπους ἀπέκτεινεν, ἃ δὴ καὶ ἐς πλέον ἐπέξειμι, ἐπειδὰν ἐς αὐτὰ ὁ λόγος καθήκῃ μοι.
キタイロン山のどの場所で、エキオンの息子ペンテウスに災難が起こったのか、あるいはオイディポスが生まれた時にどこへ捨てられたのかは、誰も知らない。 我々が、オイディポスが父を殺した、フォキス人の方へ向かうスキステ道を知っているようには。 これらについては、私の記述がそこに差し掛かった時に、さらに詳しく論じることにする。
§9.2.5κατὰ δὲ τὴν ἔσοδον μάλιστα τὴν ἐς Πλάταιαν τάφοι τῶν πρὸς Μήδους μαχεσαμένων εἰσί.
まさにプラタイアへの入り口あたりに、ペルシア人と戦った者たちの墓がある。
τοῖς μὲν οὖν λοιποῖς ἐστιν Ἕλλησι μνῆμα κοινόν· Λακεδαιμονίων δὲ καὶ Ἀθηναίων τοῖς πεσοῦσιν ἰδίᾳ τέ εἰσιν οἱ τάφοι καὶ ἐλεγεῖά ἐστι Σιμωνίδου γεγραμμένα ἐπʼ αὐτοῖς.
他のギリシア人たちには共同の記念碑があるが、ラケダイモン人とアテナイ人の戦死者には個別の墓があり、それらの上にはシモニデスが作ったエレゲイア詩が刻まれている。
οὐ πόρρω δὲ ἀπὸ τοῦ κοινοῦ τῶν Ἑλλήνων Διός ἐστιν Ἐλευθερίου βωμὸς τοῦτον μὲν δὴ χαλκοῦ, τοῦ Διὸς δὲ τόν τε βωμὸν καὶ τὸ ἄγαλμα ἐποίησεν λευκοῦ λίθου.
ギリシア人の共同の記念碑から遠くないところに、自由のゼウスの祭壇がある。 この祭壇は青銅製であるが、ゼウスのその祭壇と像を、白い大理石で作ったのである。
§9.2.6ἄγουσι δὲ καὶ νῦν ἔτι ἀγῶνα διὰ ἔτους πέμπτου τὰ Ἐλευθέρια, ἐν ᾧ μέγιστα γέρα πρόκειται δρόμου·
そして彼らは今なお、5年ごとにエレウテリア祭という競技会を開催しており、その中では、徒競走に対して最大の賞が用意されている。
θέουσι δὲ ὡπλισμένοι πρὸ τοῦ βωμοῦ.
彼らは祭壇の前を武装して走る。
τρόπαιον δέ, ὃ τῆς μάχης τῆς Πλαταιᾶσιν ἀνέθεσαν οἱ Ἕλληνες, πεντεκαίδεκα σταδίοις μάλιστα ἕστηκεν ἀπωτέρω τῆς πόλεως.
ギリシア人がプラタイアの戦いのために捧げた戦勝記念碑は、都市からおよそ15スタディオン離れたところに立っている。
§9.2.7ἐν αὐτῇ δὲ τῇ πόλει προϊοῦσιν ἀπὸ τοῦ βωμοῦ καὶ τοῦ ἀγάλματος ἃ τῷ Διὶ πεποίηται τῷ Ἐλευθερίῳ, Πλαταίας ἐστὶν ἡρῷον·
都市そのものの中で、自由のゼウスのために作られた祭壇と像から進んでいく人々にとって、プラタイアの祠がある。
καί μοι τὰ ἐς αὐτὴν ἤδη, τὰ λεγόμενα καὶ ὁποῖα αὐτὸς εἴκαζον, ἔστιν εἰρημένα.
彼女に関する事柄は、言い伝えられていることや私自身が推測したことについて、すでに述べた。
Πλαταιεῦσι δὲ ναός ἐστιν Ἥρας, θέας ἄξιος μεγέθει τε καὶ ἐς τῶν ἀγαλμάτων τὸν κόσμον.
またプラタイア人にはヘラの神殿があり、その大きさと像の装飾の点で見応えがある。
ἐσελθοῦσι μὲν Ῥέα τὸν πέτρον κατειλημένον σπαργάνοις, οἷα δὴ τὸν παῖδα ὃν ἔτεκε, Κρόνῳ κομίζουσά ἐστι·
中に入る人々にとって、レアがおくるみに包まれた石を、あたかも自分が産んだ子供であるかのようにクロノスのもとへ運んでいる姿がある。
τὴν δὲ Ἥραν Τελείαν καλοῦσι, πεποίηται δὲ ὀρθὸν μεγέθει ἄγαλμα μέγα·
彼らはヘラを「テレイア」と呼んでおり、それは直立した巨大な像として作られている。
λίθου δὲ ἀμφότερα τοῦ Πεντελησίου, Πραξιτέλους δέ ἐστιν ἔργα.
両方ともペンテリコン産の大理石で作られており、プラクシテレスの作品である。
ἐνταῦθα καὶ ἄλλο Ἥρας ἄγαλμα καθήμενον Καλλίμαχος ἐποίησε·
そこには、カリマコスが作った座った姿のヘラのもう一つの像もある。
Νυμφευομένην δὲ τὴν θεὸν ἐπὶ λόγῳ τοιῷδε ὀνομάζουσιν.
そして彼らは、以下のような理由から、この女神を「ヌンペウオメネ」と呼んでいる。