§9.3.1Ἥραν ἐφʼ ὅτῳ δὴ πρὸς τὸν Δία ὠργισμένην ἐς Εὔβοιάν φασιν ἀναχωρῆσαι, Δία δέ, ὡς οὐκ ἔπειθεν αὐτήν, παρὰ Κιθαιρῶνα λέγουσιν ἐλθεῖν δυναστεύοντα ἐν Πλαταιαῖς τότε· εἶναι γὰρ τὸν Κιθαιρῶνα οὐδενὸς σοφίαν ὕστερον.
They say that Hera, having become angry for some reason with Zeus, withdrew to Euboea, and they say that Zeus, since he could not persuade her, went to Cithaeron, who was then ruling in Plataea; for Cithaeron was second to no one in wisdom.
οὗτος οὖν κελεύει τὸν Δία ἄγαλμα ξύλου ποιησάμενον ἄγειν ἐπὶ βοῶν ζεύγους ἐγκεκαλυμμένον, λέγειν δὲ ὡς ἄγοιτο γυναῖκα Πλάταιαν τὴν Ἀσωποῦ.
He therefore advised Zeus to make an image of wood and, having covered it, to carry it on a yoke of oxen, and to say that he was marrying Plataea, the daughter of Asopus.
§9.3.2καὶ ὁ μὲν ἔπρασσε κατὰ τὴν παραίνεσιν τοῦ Κιθαιρῶνος· Ἥρα δὲ ἐπέπυστό τε αὐτίκα καὶ αὐτίκα ἀφίκετο.
And he acted according to the advice of Cithaeron; Hera heard of it immediately and arrived immediately.
ὡς δὲ ἐπλησίαζε τῇ ἁμάξῃ καὶ τοῦ ἀγάλματος τὴν ἐσθῆτα περιέρρηξεν, ἥσθη τε τῇ ἀπάτῃ ξόανον εὑροῦσα ἀντὶ νύμφης γυναικὸς καὶ διαλλαγὰς ποιεῖται πρὸς τὸν Δία.
When she approached the wagon and tore open the clothing of the image, she was pleased with the trick, finding a wooden image instead of a bride, and she made peace with Zeus.
ἐπὶ ταύταις ταῖς διαλλαγαῖς Δαίδαλα ἑορτὴν ἄγουσιν, ὅτι οἱ πάλαι τὰ ξόανα ἐκάλουν δαίδαλα· ἐκάλουν δὲ ἐμοὶ δοκεῖν πρότερον ἔτι ἢ Δαίδαλος ὁ Παλαμάονος ἐγένετο Ἀθήνῃσι, τούτῳ δὲ ὕστερον ἀπὸ τῶν δαιδάλων ἐπίκλησιν γενέσθαι δοκῶ καὶ οὐκ ἐκ γενετῆς τεθῆναι τὸ ὄνομα.
To celebrate this reconciliation they hold a festival called Daidala, because the people of old called wooden images "daidala"; and they called them so, in my opinion, even before Daedalus, the son of Palamaon, was born in Athens, and I think that he later received his surname from the "daidala", and that this name was not given to him from birth.
§9.3.3Δαίδαλα οὖν ἄγουσιν οἱ Πλαταιεῖς ἑορτὴν διʼ ἔτους ἑβδόμου μέν, ὡς ἔφασκεν ὁ τῶν ἐπιχωρίων ἐξηγητής, ἀληθεῖ μέντοι λόγῳ διʼ ἐλάσσονος καὶ οὐ τοσούτου χρόνου· ἐθελήσαντες δὲ ἀπὸ Δαιδάλων ἐς Δαίδαλα ἕτερα ἀναριθμῆσαι τὸν μεταξὺ χρόνον ἐς τὸ ἀκριβέστατον οὐκ ἐγενόμεθα οἷοί τε.
The Plataeans therefore hold the festival of Daidala, every seventh year indeed, as the local guide used to say, but in truth at a shorter and not so long an interval; though we wished to calculate the intervening time from one Daidala to another with the greatest accuracy, we were not able to do so.
ἄγουσι δὲ οὕτω τὴν ἑορτήν.
They hold the festival in this manner.
§9.3.4δρυμός ἐστιν Ἀλαλκομενῶν οὐ πόρρω· μέγιστα τῶν ἐν Βοιωτίᾳ στελέχη δρυῶν ἐστιν ἐνταῦθα.
There is a oak-wood of Alalcomenae not far off; there are the largest trunks of oaks in Boeotia here.
ἐς τοῦτον οἱ Πλαταιεῖς ἀφικόμενοι τὸν δρυμὸν προτίθενται μοίρας κρεῶν ἑφθῶν.
The Plataeans, having come to this wood, set out portions of boiled meat.
ὄρνιθες δὲ οἱ μὲν ἄλλοι σφίσιν ἥκιστά εἰσι διʼ ὄχλου, τῶν κοράκων δὲ—οὗτοι γάρ σφισιν ἐπιφοιτῶσιν—ἔχουσιν ἀκριβῆ τὴν φρουράν.
Other birds indeed do not trouble them at all, but they keep a strict watch on the crows—for these come to them.
τὸν δὲ αὐτῶν ἁρπάσαντα κρέας, ἐφʼ ὅτῳ τῶν δένδρων καθεδεῖται, φυλάσσουσιν.
They watch which of the trees the crow that snatched a piece of meat sits on.
ἐφʼ οὗ δʼ ἂν καθεσθῇ, τεμόντες ποιοῦσιν ἀπὸ τούτου τὸ δαίδαλον· δαίδαλον γὰρ δὴ καὶ τὸ ξόανον αὐτὸ ὀνομάζουσι.
On whichever tree it sits, they cut it down and from this they make the "daidalon"; for indeed they call the wooden image itself "daidalon".
§9.3.5ταύτην μὲν ἰδίᾳ οἱ Πλαταιεῖς ἑορτὴν ἄγουσι, Δαίδαλα μικρὰ ὀνομάζοντες· Δαιδάλων δὲ ἑορτὴν τῶν μεγάλων καὶ Βοιωτοί σφισι συνεορτάζουσι, διʼ ἑξηκοστοῦ δὲ ἄγουσιν ἔτους· ἐκλιπεῖν γὰρ τοσοῦτον χρόνον τὴν ἑορτήν φασιν, ἡνίκα οἱ Πλαταιεῖς ἔφευγον.
The Plataeans hold this festival privately, calling it the Lesser Daidala; but the Boeotians celebrate the festival of the Great Daidala with them, and they hold it every sixtieth year; for they say that the festival was omitted for so long a time when the Plataeans were in exile.
ξόανα δὲ τεσσαρεσκαίδεκα ἕτοιμά σφισίν ἐστι κατʼ ἐνιαυτὸν ἕκαστον παρασκευασθέντα ἐν Δαιδάλοις τοῖς μικροῖς.
Fourteen wooden images are ready for them, having been prepared each year at the Lesser Daidala.
§9.3.6ταῦτα ἀναιροῦνται κλήρῳ Πλαταιεῖς Κορωναῖοι Θεσπιεῖς Ταναγραῖοι Χαιρωνεῖς Ὀρχομένιοι Λεβαδεῖς Θηβαῖοι· διαλλαγῆναι γὰρ καὶ οὗτοι Πλαταιεῦσιν ἠξίωσαν καὶ συλλόγου μετασχεῖν κοινοῦ καὶ ἐς Δαίδαλα θυσίαν ἀποστέλλειν, ὅτε Κάσσανδρος ὁ Ἀντιπάτρου τὰς Θήβας ἀνῴκισε.
These are taken by lot by the Plataeans, Coroneans, Thespians, Tanagraeans, Chaeroneans, Orchomenians, Lebadeans, and Thebans; for the latter also deemed it right to be reconciled with the Plataeans, to share in the common assembly, and to send a sacrifice to the Daidala, when Cassander, the son of Antipater, rebuilt Thebes.
τῶν δὲ πολισμάτων ὁπόσα ἐστὶν ἐλάσσονος λόγου, συντέλειαν αἱροῦνται.
Of the smaller towns, as many as are of less account, they choose a joint contribution.
§9.3.7τὸ δὲ ἄγαλμα κομίσαντες παρὰ τὸν Ἀσωπὸν καὶ ἀναθέντες ἐπὶ ἅμαξαν, γυναῖκα ἐφιστᾶσι νυμφεύτριαν· οἱ δὲ αὖθις κληροῦνται καθʼ ἥντινα τάξιν τὴν πομπὴν ἀνάξουσι·
And having carried the image to the Asopus and placed it on a wagon, they place a woman on it as a bridesmaid; and they again draw lots as to what order they will lead the procession.
τὸ δὲ ἐντεῦθεν τὰς ἁμάξας ἀπὸ τοῦ ποταμοῦ πρὸς ἄκρον τὸν Κιθαιρῶνα ἐλαύνουσιν.
From there on, they drive the wagons from the river to the summit of Cithaeron.
εὐτρέπισται δέ σφισιν ἐπὶ τῇ κορυφῇ τοῦ ὄρους βωμός, ποιοῦσι δὲ τρόπῳ τοιῷδε τὸν βωμόν· ξύλα τετράγωνα ἁρμόζοντες πρὸς ἄλληλα συντιθέασι κατὰ ταὐτὰ καὶ εἰ λίθων ἐποιοῦντο οἰκοδομίαν, ἐξάραντες δὲ ἐς ὕψος φρύγανα ἐπιφέρουσιν.
An altar has been prepared for them on the peak of the mountain, and they make the altar in this manner: fitting square pieces of wood to one another, they put them together in the same way as if they were making a building of stone, and having raised it to a height, they bring brushwood upon it.
§9.3.8αἱ μὲν δὴ πόλεις καὶ τὰ τέλη θήλειαν θύσαντες τῇ Ἥρᾳ βοῦν ἕκαστοι καὶ ταῦρον τῷ Διὶ τὰ ἱερεῖα οἴνου καὶ θυμιαμάτων πλήρη καὶ τὰ δαίδαλα ὁμοῦ καθαγίζουσιν ἐπὶ τοῦ βωμοῦ, ἰδιῶται δὲ ὁπόσα δὴ θύουσιν οἱ πλούσιοι· τοῖς δὲ οὐχ ὁμοίως δυναμένοις τὰ λεπτότερα τῶν προβάτων θύειν καθέστηκε, καθαγίζειν δὲ τὰ ἱερεῖα ὁμοίως πάντα.
Then the cities and the magistrates, having each sacrificed a female cow to Hera and a bull to Zeus, burn the victims, full of wine and incense, together with the "daidala" on the altar; and private individuals sacrifice as much as the wealthy can, while for those who are less able it is customary to sacrifice the smaller of the sheep, but to burn all the victims alike.
σὺν δέ σφισι καὶ αὐτὸν τὸν βωμὸν ἐπιλαβὸν τὸ πῦρ ἐξανήλωσε· μεγίστην δὲ ταύτην φλόγα καὶ ἐκ μακροτάτου σύνοπτον οἶδα ἀρθεῖσαν.
And the fire, taking hold, consumes the altar itself along with them; and I know that this was the greatest flame raised, visible from the greatest distance.
§9.3.9ὑπὸ δὲ τῆς κορυφῆς, ἐφʼ ᾗ τὸν βωμὸν ποιοῦνται, πέντε που μάλιστα καὶ δέκα ὑποκαταβάντι σταδίους νυμφῶν ἐστιν ἄντρον Κιθαιρωνίδων, Σφραγίδιον μὲν ὀνομαζόμενον, μαντεύεσθαι δὲ τὰς νύμφας τὸ ἀρχαῖον αὐτόθι ἔχει λόγος.
Below the summit, on which they make the altar, if one goes down about fifteen stades, there is a cave of the Cithaeronian nymphs, called Sphragidion, where the story goes that the nymphs used to prophesy in ancient times.