Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.19.1-9.19.8

テウメッソスからアウリスへの道と各地の伝承

385 / 465 箇所 · ギリシア語

要旨

テウメッソスからアウリスに至る街道沿いの様々な遺跡や墓、およびそれらにまつわる神話伝説や由来を記録している。特にハルマやミュカレッソスの地名の起源や、アウリスにおけるアルテミスへの犠牲の故事について詳しく語っている。

§9.19.1ἐπὶ ταύτῃ τῇ λεωφόρῳ χωρίον ἐστὶ Τευμησσός·
この大通り沿いにテウメッソスという場所がある。
Εὐρώπην δὲ ὑπὸ Διὸς κρυφθῆναί φασιν ἐνταῦθα.
彼らが言うには、エウロペはゼウスによってここに隠された。
ἕτερος δὲ ἐς ἀλώπεκα ἐπίκλησιν Τευμησσίαν λόγος ἐστίν, ὡς ἐκ μηνίματος Διονύσου τὸ θηρίον ἐπʼ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός, ὃν Πρόκριδι τῇ Ἐρεχθέως ἔδωκεν Ἄρτεμις, ἁλίσκεσθαι μέλλουσα αὐτή τε λίθος ἐγένετο ἡ ἀλώπηξ καὶ ὁ κύων οὗτος.
また、テウメッソスの狐という通り名に関するもう一つの伝承があり、それによれば、ディオニュソスの怒りによってその獣はテーバイ人を滅ぼすために育てられ、エレクテウスの娘プロクリスにアルテミスが与えた犬に捕らえられそうになったとき、狐自身もこの犬も石になったという。
καὶ Ἀθηνᾶς ἐν Τευμησσῷ Τελχινίας ἐστὶν ἱερὸν ἄγαλμα οὐκ ἔχον·
またテウメッソスには、像を持たないテラキニアのアテナの社がある。
ἐς δὲ τὴν ἐπίκλησιν αὐτῆς ἔστιν εἰκάζειν ὡς τῶν ἐν Κύπρῳ ποτὲ οἰκησάντων Τελχίνων ἀφικομένη μοῖρα ἐς Βοιωτοὺς ἱερὸν ἱδρύσατο Ἀθηνᾶς Τελχινίας.
彼女の通り名については、かつてキプロスに住んでいたテルキネス人の一部がボイオティアに到着し、テルキニアのアテナの社を建てたと推測することができる。
§9.19.2Τευμησσοῦ δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ἑπτὰ Γλίσαντός ἐστιν ἐρείπια, πρὸ δὲ αὐτῶν ἐν δεξιᾷ τῆς ὁδοῦ χῶμα οὐ μέγα ὕλῃ τε ἀγρίᾳ σύσκιον καὶ ἡμέροις δένδροις.
テウメッソスの左手を七スタディオンほど進んだところにグリーサスの遺跡があり、それらの手前の道路の右手には、野生の樹木と栽培された樹木で覆われた、それほど大きくない墳墓がある。
ἐτάφησαν δὲ αὐτόθι οἱ μετὰ Αἰγιαλέως ποιησάμενοι τοῦ Ἀδράστου τὴν ἐς Θήβας στρατείαν, ἄλλοι τε Ἀργείων τῶν ἐν τέλει καὶ Πρόμαχος ὁ Παρθενοπαίου·
そこには、アドラストスの息子アイギアレウスとともにテーバイへの遠征を行った者たち、すなわちアルゴスの指導者たちの何人かと、パルテノパイオスの息子プロマコスが葬られている。
τῷ δὲ Αἰγιαλεῖ γενέσθαι τὸ μνῆμα ἐν Παγαῖς πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Μεγαρίδι ἐδήλωσα.
アイギアレウスの記念碑がパガイに建てられたことは、すでにメガリスに関する記述の中で明らかにした。
§9.19.3κατὰ δὲ τὴν ἐς Γλίσαντα εὐθεῖαν ἐκ Θηβῶν λίθοις χωρίον περιεχόμενον λογάσιν Ὄφεως καλοῦσιν οἱ Θηβαῖοι κεφαλήν, τὸν ὄφιν τοῦτον—ὅστις δὴ ἦν—ἀνασχεῖν ἐνταῦθα ἐκ τοῦ φωλεοῦ λέγοντες τὴν κεφαλήν, Τειρεσίαν δὲ ἐπιτυχόντα ἀποκόψαι μαχαίρᾳ.
テーバイからグリーサスへの直線道路沿いには、選り分けられた石で囲まれた場所があり、テーバイ人はそこを「蛇の頭」と呼んでいる。 彼らが言うには、この蛇が――それが誰であれ――ここで穴から頭をもたげたところ、偶然通りかかったテイエレシアスが刀で切り落としたという。
τὸ μὲν δὴ χωρίον τοῦτο ἐπὶ λόγῳ καλεῖται τοιῷδε·
この場所はこのような伝承に基づいてそう呼ばれている。
ὑπὲρ δὲ Γλίσαντός ἐστιν ὄρος Ὕπατος καλούμενον, ἐπὶ δὲ αὐτῷ Διὸς Ὑπάτου ναὸς καὶ ἄγαλμα·
グリーサスの上方にはヒュパトンと呼ばれる山があり、その上にはヒュパトス・ゼウスの神殿と像がある。
τὸν δὲ ποταμὸν τὸν χείμαρρον Θερμώδοντα ὀνομάζουσιν.
また、冬の奔流である川を、人々はテルモドンと呼んでいる。
ἀναστρέψαντι δὲ ἐπί τε Τευμησσὸν καὶ ὁδὸν τὴν ἐς Χαλκίδα Χαλκώδοντος μνῆμά ἐστιν, ὃς ἀπέθανεν ὑπὸ Ἀμφιτρύωνος μάχης πρὸς Θηβαίους Εὐβοεῦσι γενομένης.
テウメッソスとカルキスへの道に引き返すと、カルコドンの墓がある。 彼は、エウボイア人がテーバイ人と戦った際、アムピトリュオンによって殺された。
§9.19.4ἑξῆς δὲ πόλεων ἐρείπιά ἐστιν Ἅρματος καὶ Μυκαλησσοῦ·
その次にはハルマとミュカレッソスの町の遺跡がある。
καὶ τῇ μὲν τὸ ὄνομα ἐγένετο ἀφανισθέντος, ὡς οἱ Ταναγραῖοί φασιν, ἐνταῦθα Ἀμφιαράῳ τοῦ ἅρματος καὶ οὐχ ὅπου λέγουσιν οἱ Θηβαῖοι·
前者の名前は、タナグラ人の言うところによれば、アムピアラオスの戦車がここで消え去ったことに由来し、テーバイ人の言うような場所ではない。
Μυκαλησσὸν δὲ ὁμολογοῦσιν ὀνομασθῆναι, διότι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἄγουσα ἐς Θήβας.
またミュカレッソスは、カドモスと彼に付き従う軍勢をテーバイへと導いていた雌牛が、ここで鳴き声を上げたためにその名がついたと人々は合意している。
ὅντινα δὲ τρόπον ἐγένετο ἡ Μυκαλησσὸς ἀνάστατος, τὰ ἐς Ἀθηναίους ἔχοντα ἐδήλωσέ μοι τοῦ λόγου.
ミュカレッソスがどのようにして破壊されたかは、アテナイ人に関する記述の箇所が明らかにしている。
§9.19.5πρὸς θάλασσαν δὲ τῆς Μυκαλησσοῦ Δήμητρος Μυκαλησσίας ἐστὶν ἱερόν·
ミュカレッソスの海の方には、ミュカレッシアのデメテルの社がある。
κλείεσθαι δὲ αὐτὸ ἐπὶ νυκτὶ ἑκάστῃ καὶ αὖθις ἀνοίγεσθαί φασιν ὑπὸ Ἡρακλέους, τὸν δὲ Ἡρακλέα εἶναι τῶν Ἰδαίων καλουμένων Δακτύλων.
その社は毎夜、ヘラクレスによって閉ざされ、また開かれると言われているが、このヘラクレスはイダイのダクテュロイと呼ばれる者たちの一人である。
δείκνυται δὲ αὐτόθι καὶ θαῦμα τοιόνδε·
そこでは次のような奇跡も示されている。
πρὸ τοῦ ἀγάλματος τῶν ποδῶν τιθέασιν ὅσα ἐν ὀπώρᾳ πέφυκε γίνεσθαι, ταῦτα δὲ διὰ παντὸς μένει τεθηλότα τοῦ ἔτους.
像の足元に、秋に実るあらゆるものを置くと、これらは一年中、青々と茂ったままでいる。
§9.19.6τοῦ δὲ Εὐρίπου τὴν Εὔβοιαν κατὰ τοῦτο ἀπὸ τῆς Βοιωτῶν διείργοντος τῆς τε Δήμητρος ἐν δεξιᾷ τὸ ἱερὸν τῆς Μυκαλησσίας καὶ ὀλίγον ἀπʼ αὐτοῦ προελθόντι ἐστὶν Αὐλίς·
この場所でエウリポス海峡がエウボイアをボイオティアから隔てている。 ミュカレッシアのデメテルの社の右手に、そしてそこから少し進んだところにアウリスがある。
ὀνομασθῆναι δὲ ἀπὸ τῆς Ὠγύγου θυγατρός φασιν αὐτήν.
この町はオギュゴスの娘にちなんで名づけられたと言われている。
ναὸς δὲ Ἀρτέμιδός ἐστιν ἐνταῦθα καὶ ἀγάλματα λίθου λευκοῦ, τὸ μὲν δᾷδας φέρον, τὸ δὲ ἔοικε τοξευούσῃ.
ここにはアルテミスの神殿と、白い石でできた神像があり、一つは松明を持ち、もう一つは弓を射る姿に似ている。
φασὶ δὲ ἐπὶ τοῦ βωμοῦ μελλόντων ἐκ μαντείας τῆς Κάλχαντος Ἰφιγένειαν τῶν Ἑλλήνων θύειν, τὴν θεὸν ἀντʼ αὐτῆς ἔλαφον τὸ ἱερεῖον ποιῆσαι.
神託によるカルカスの預言に基づき、ギリシア人たちが祭壇の上でイピゲネイアを犠牲として捧げようとしたとき、女神が彼女の代わりに牝鹿を犠牲の獣に仕立てたと言われている。
§9.19.7πλατάνου δέ, ἧς καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην, τὸ ἔτι τοῦ ξύλου περιὸν φυλάσσουσιν ἐν τῷ ναῷ.
ホーメロスが『イリアス』の中でも言及したプラタナスの木は、その木材のいまなお残る部分が神殿の中に保管されている。
λέγεται δὲ ὡς ἐν Αὐλίδι πνεῦμα τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορον, φανέντος δὲ ἐξαίφνης ἀνέμου σφίσιν οὐρίου θύειν τῇ Ἀρτέμιδι ὅ τι ἕκαστος εἶχε, θήλεά τε ἱερεῖα καὶ ἄρσενα ὁμοίως·
アウリスにおいてはギリシア人たちに順風が吹かなかったが、突然に彼らのために追い風が現れたとき、各自が持っていたもの、すなわち雌の犠牲獣も雄の犠牲獣も同様にアルテミスに捧げたと言われている。
καὶ ἀπʼ ἐκείνου διαμεμένηκεν ἐν Αὐλίδι πάντα τὰ ἱερεῖα εἶναι δόκιμα.
そしてその時以来、アウリスではすべての犠牲獣が適格であるという習わしが残っている。
δείκνυται δὲ καὶ ἡ πηγή, παρʼ ἣν ἡ πλάτανος ἐπεφύκει, καὶ ἐπὶ λόφου πλησίον τῆς Ἀγαμέμνονος σκηνῆς οὐδὸς χαλκοῦς·
また、プラタナスの木が生えていた泉や、その近くの丘の上にあるアガメムノンの天幕の青銅の敷居も示されている。
§9.19.8φοίνικες δὲ πρὸ τοῦ ἱεροῦ πεφύκασιν, οὐκ ἐς ἅπαν ἐδώδιμον παρεχόμενοι καρπὸν ὥσπερ ἐν τῇ Παλαιστίνῃ, τοῦ δὲ ἐν Ἰωνίᾳ τῶν φοινίκων καρποῦ πεπανώτερον.
神殿の前にはナツメヤシが生えており、パレスティナのナツメヤシのように完全に食べられる果実を実らせるわけではないが、イオニアのナツメヤシの果実よりはよく熟している。
ἄνθρωποι δὲ ἐν τῇ Αὐλίδι οἰκοῦσιν οὐ πολλοί, γῆς δέ εἰσιν οὗτοι κεραμεῖς·
アウリスに住む人々は多くはないが、彼らは粘土の陶器職人である。
νέμονται δὲ Ταναγραῖοι ταύτην τε τὴν χώραν καὶ ὅση περὶ Μυκαλησσόν ἐστι καὶ Ἅρμα.
そしてタナグラ人がこの土地と、ミュカレッソスやハルマの周辺の土地すべてを管理している。

語釈・文法注

  1. §9.19.1ὡς ἐκ μηνίματος Διονύσου τὸ θηρίον ἐπʼ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός... ἐγένετο — 二つの ὡς 節が λόγος を説明する同格の名詞節として機能している。前者の節では、間接話法における過去の主動詞に伴って希求法(optativus obliquus)である τραφείη が用いられているのに対し、後者の節では、歴史的事実として確定した結果を表すために直説法過去(ἐγένετο)が用いられている。
  2. §9.19.2προελθόντι — 与格分詞 προελθόντι(および §9.19.3 の ἀναστρέψαντι)は、道案内などの記述において「(人が)進んでいくと」という位置関係や視点を表す「関係者の与格」(dativus ethicus または dative of reference)として機能している。特定の主語は明示されず、一般的な旅行者の視点を示している。
  3. §9.19.4ἀφανισθέντος ... τοῦ ἅρματος — 属格独立分詞構文であり、名詞句 τοῦ ἅρματος を意味上の主語とし、分詞 ἀφανισθέντος が述語となっている。主節の τῇ μὲν τὸ ὄνομα ἐγένετο(ハルマという名がつけられた)に対する原因「戦車が消え去ったことによって」を表している。また Ἀμφιαράῳ は、この消滅という出来事の当事者を示す与格(dativus incommodi または dativus ethicus)である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.19.1-9.19.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.19.1-9.19.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。