§9.20.1ἔστι δὲ τῆς Ταναγραίας ἐπὶ θαλάσσῃ καλούμενον Δήλιον·
タナグラの領地の海沿いに、デリオンと呼ばれる場所がある。
ἐν δὲ αὐτῷ καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἐστιν ἀγάλματα.
そこにはアルテミスとレトの像もある。
Ταναγραῖοι δὲ οἰκιστήν σφισι Ποίμανδρον γενέσθαι λέγουσι Χαιρησίλεω παῖδα τοῦ Ἰασίου τοῦ Ἐλευθῆρος, τὸν δʼ Ἀπόλλωνός τε καὶ Αἰθούσης εἶναι τῆς Ποσειδῶνος.
タナグラ人は、自分たちの創建者となったのはポイマンドロスであると言っている。 彼はエレウテルの息子イアシオスの息子カイレシレオスの子であり、そのエレウテルはアポロンとポセイドンの娘マイトゥーサの子であるという。
Ποίμανδρον δὲ γυναῖκά φασιν ἀγαγέσθαι Τάναγραν θυγατέρα Αἰόλου·
ポイマンドロスはアイオロスの娘タナグラを妻に迎えたと言われている。
Κορίννῃ δέ ἐστιν ἐς αὐτὴν πεποιημένα Ἀσωποῦ παῖδα εἶναι.
しかしコリンナの彼女に関する詩の中では、彼女はアソポスの娘であると歌われている。
§9.20.2ταύτης τοῦ βίου προελθούσης ἐπὶ μακρότατον τοὺς περιοίκους φασὶν ἀφελόντας τὸ ὄνομα τήν τε γυναῖκα αὐτὴν καλεῖν Γραῖαν καὶ ἀνὰ χρόνον τὴν πόλιν·
彼女が非常に高齢に達したため、周辺の住民たちはその名前を取り去って、彼女自身をグライアと呼び、やがて時とともにその都市をもそう呼ぶようになったと言われている。
διαμεῖναί τε τὸ ὄνομα ἐς τοσοῦτον ὡς καὶ Ὅμηρον ἐν καταλόγῳ ποιῆσαι
"
Θέσπειαν Γραῖάν τε καὶ εὐρύχορον Μυκαλησσόν.
そしてその名前は、ホーメロスが「船の目録」の中で「テスペイア、そしてグライア、広々としたミュカレッソス」と詠み込むほどに長く残った。
"
χρόνῳ δὲ ὕστερον τὸ ὄνομα τὸ ἀρχαῖον ἀνεσώσαντο.
しかし後になって、彼らは古い名前を取り戻した。
§9.20.3ἔστι δʼ Ὠρίωνος μνῆμα ἐν Τανάγρᾳ καὶ ὄρος Κηρύκιον, ἔνθα Ἑρμῆν τεχθῆναι λέγουσι, Πόλος τε ὀνομαζόμενον χωρίον·
タナグラにはオリオンの墓があり、またヘルメスが誕生したと言われているケリュキオン山があり、さらにポロスと呼ばれる場所がある。
ἐνταῦθα Ἄτλαντα καθήμενον πολυπραγμονεῖν τά τε ὑπὸ γῆς φασι καὶ τὰ οὐράνια, πεποιῆσθαι δὲ καὶ Ὁμήρῳ περὶ τούτου,
"
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος, ὅστε θαλάσσης
πάσης βένθεα οἶδεν, ἔχει δέ τε κίονας αὐτός
μακράς, αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
ここにアトラスが腰掛けて、地の下のことや天の事象を深く探究していると言われており、ホーメロスも彼について次のように詩に詠んでいる。
"
「恐るべき心を持つアトラスの娘、彼はすべての海の深みを知っており、自ら長い柱を保持している、それらの柱は地と天を両側から引き離して支えている。
§9.20.4ἐν δὲ τοῦ Διονύσου τῷ ναῷ θέας μὲν καὶ τὸ ἄγαλμα ἄξιον λίθου τε ὂν Παρίου καὶ ἔργον Καλάμιδος, θαῦμα δὲ παρέχεται μεῖζον ἔτι ὁ Τρίτων.
」ディオニュソスの神殿においては、パロス産の石でできておりカラミスの作である神像も見応えがあるが、トリトンはさらに大きな驚異を示している。
ὁ μὲν δὴ σεμνότερος ἐς αὐτὸν λόγος τὰς γυναῖκάς φησι τὰς Ταναγραίων πρὸ τῶν Διονύσου ὀργίων ἐπὶ θάλασσαν καταβῆναι καθαρσίων ἕνεκα, νηχομέναις δὲ ἐπιχειρῆσαι τὸν Τρίτωνα καὶ τὰς γυναῖκας εὔξασθαι Διόνυσόν σφισιν ἀφικέσθαι βοηθόν, ὑπακοῦσαί τε δὴ τὸν θεὸν καὶ τοῦ Τρίτωνος κρατῆσαι τῇ μάχῃ·
彼に関するより神聖な伝承が言うには、タナグラの女たちがディオニュソスの祭儀の前に、浄めのために海へと下りていった。 彼女たちが泳いでいるときにトリトンが襲いかかり、女たちは自分たちに助けに来てくれるようディオニュソスに祈った。 すると神は確かに聞き届け、戦いでトリトンを打ち負かした。
§9.20.5ὁ δὲ ἕτερος λόγος ἀξιώματι μὲν ἀποδεῖ τοῦ προτέρου, πιθανώτερος δέ ἐστι.
もう一つの伝承は、格式においては前のものに劣るものの、より説得力がある。
φησὶ γὰρ δὴ οὗτος, ὁπόσα ἐλαύνοιτο ἐπὶ θάλασσαν βοσκήματα, ὡς ἐλόχα τε ὁ Τρίτων καὶ ἥρπαζεν·
というのも、この伝承が言うには、海辺へと追われる家畜があればどんなものでも、トリトンが待ち伏せしては奪い去っていた。
ἐπιχειρεῖν δὲ αὐτὸν καὶ τῶν πλοίων τοῖς λεπτοῖς, ἐς ὃ οἱ Ταναγραῖοι κρατῆρα οἴνου προτιθέασιν αὐτῷ.
彼は小型の船をも襲うようになったので、ついにタナグラ人は彼のためにワインの混ぜ鉢を供え置いた。
καὶ τὸν αὐτίκα ἔρχεσθαι λέγουσιν ὑπὸ τῆς ὀσμῆς, πιόντα δὲ ἐρρῖφθαι κατὰ τῆς ᾐόνος ὑπνωμένον, Ταναγραῖον δὲ ἄνδρα πελέκει παίσαντα ἀποκόψαι τὸν αὐχένα αὐτοῦ·
すると彼はその匂いに引かれてすぐにやって来て、それを飲むと眠り込んで海岸に倒れ伏し、タナグラの男が斧で打ちつけて彼の首を切り落としたと言われている。
καὶ διὰ τοῦτο οὐκ ἔπεστιν αὐτῷ κεφαλή.
そしてこのために、彼には頭がないのである。
ὅτι δὲ μεθυσθέντα εἷλον, ἐπὶ τούτῳ ὑπὸ Διονύσου νομίζουσιν ἀποθανεῖν αὐτόν.
彼らが彼を酔わせて捕らえたため、人々は彼がディオニュソスのおかげで死んだのだと考えている。