§9.19.1ἐπὶ ταύτῃ τῇ λεωφόρῳ χωρίον ἐστὶ Τευμησσός· Εὐρώπην δὲ ὑπὸ Διὸς κρυφθῆναί φασιν ἐνταῦθα.
On this highway is a place called Teumessus; and they say that Europa was hidden here by Zeus.
ἕτερος δὲ ἐς ἀλώπεκα ἐπίκλησιν Τευμησσίαν λόγος ἐστίν, ὡς ἐκ μηνίματος Διονύσου τὸ θηρίον ἐπʼ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός, ὃν Πρόκριδι τῇ Ἐρεχθέως ἔδωκεν Ἄρτεμις, ἁλίσκεσθαι μέλλουσα αὐτή τε λίθος ἐγένετο ἡ ἀλώπηξ καὶ ὁ κύων οὗτος.
There is another story concerning the so-called Teumessian fox, to the effect that because of the wrath of Dionysus the beast was reared to the destruction of the Thebans, and when it was about to be caught by the dog which Artemis gave to Procris, the daughter of Erechtheus, both the fox itself and this dog became stones.
καὶ Ἀθηνᾶς ἐν Τευμησσῷ Τελχινίας ἐστὶν ἱερὸν ἄγαλμα οὐκ ἔχον· ἐς δὲ τὴν ἐπίκλησιν αὐτῆς ἔστιν εἰκάζειν ὡς τῶν ἐν Κύπρῳ ποτὲ οἰκησάντων Τελχίνων ἀφικομένη μοῖρα ἐς Βοιωτοὺς ἱερὸν ἱδρύσατο Ἀθηνᾶς Τελχινίας.
And in Teumessus there is a sanctuary of Athena Telchinia without an image; as to her surname, one may conjecture that a portion of the Telchines who once dwelt in Cyprus arrived among the Boeotians and founded the sanctuary of Athena Telchinia.
§9.19.2Τευμησσοῦ δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ἑπτὰ Γλίσαντός ἐστιν ἐρείπια, πρὸ δὲ αὐτῶν ἐν δεξιᾷ τῆς ὁδοῦ χῶμα οὐ μέγα ὕλῃ τε ἀγρίᾳ σύσκιον καὶ ἡμέροις δένδροις.
If you go forward seven stades to the left of Teumessus, there are the ruins of Glisas, and before them on the right of the road is a small mound shaded by wild wood and cultivated trees.
ἐτάφησαν δὲ αὐτόθι οἱ μετὰ Αἰγιαλέως ποιησάμενοι τοῦ Ἀδράστου τὴν ἐς Θήβας στρατείαν, ἄλλοι τε Ἀργείων τῶν ἐν τέλει καὶ Πρόμαχος ὁ Παρθενοπαίου· τῷ δὲ Αἰγιαλεῖ γενέσθαι τὸ μνῆμα ἐν Παγαῖς πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Μεγαρίδι ἐδήλωσα.
Buried there are those who made the expedition to Thebes with Aegialeus the son of Adrastus, namely, some of the leading men of the Argives and Promachus the son of Parthenopaeus; and that the monument to Aegialeus was erected at Pagae I have already shown before in my account of Megaris.
§9.19.3κατὰ δὲ τὴν ἐς Γλίσαντα εὐθεῖαν ἐκ Θηβῶν λίθοις χωρίον περιεχόμενον λογάσιν Ὄφεως καλοῦσιν οἱ Θηβαῖοι κεφαλήν, τὸν ὄφιν τοῦτον—ὅστις δὴ ἦν—ἀνασχεῖν ἐνταῦθα ἐκ τοῦ φωλεοῦ λέγοντες τὴν κεφαλήν, Τειρεσίαν δὲ ἐπιτυχόντα ἀποκόψαι μαχαίρᾳ.
Along the straight road from Thebes to Glisas is a place surrounded by selected stones, which the Thebans call the Snake's Head, saying that this snake—whoever it was—raised its head here out of its hole, and Teiresias, happening upon it, cut it off with a knife.
τὸ μὲν δὴ χωρίον τοῦτο ἐπὶ λόγῳ καλεῖται τοιῷδε· ὑπὲρ δὲ Γλίσαντός ἐστιν ὄρος Ὕπατος καλούμενον, ἐπὶ δὲ αὐτῷ Διὸς Ὑπάτου ναὸς καὶ ἄγαλμα· τὸν δὲ ποταμὸν τὸν χείμαρρον Θερμώδοντα ὀνομάζουσιν.
This place, then, is called so on account of such a story; and above Glisas is a mountain called Hypatus, and upon it is a temple and image of Zeus Hypatus; and they name the torrent river Thermodon.
ἀναστρέψαντι δὲ ἐπί τε Τευμησσὸν καὶ ὁδὸν τὴν ἐς Χαλκίδα Χαλκώδοντος μνῆμά ἐστιν, ὃς ἀπέθανεν ὑπὸ Ἀμφιτρύωνος μάχης πρὸς Θηβαίους Εὐβοεῦσι γενομένης.
If you turn back to Teumessus and the road to Chalcis, there is the tomb of Chalcodon, who died at the hands of Amphitryon in a battle of the Euboeans against the Thebans.
§9.19.4ἑξῆς δὲ πόλεων ἐρείπιά ἐστιν Ἅρματος καὶ Μυκαλησσοῦ· καὶ τῇ μὲν τὸ ὄνομα ἐγένετο ἀφανισθέντος, ὡς οἱ Ταναγραῖοί φασιν, ἐνταῦθα Ἀμφιαράῳ τοῦ ἅρματος καὶ οὐχ ὅπου λέγουσιν οἱ Θηβαῖοι· Μυκαλησσὸν δὲ ὁμολογοῦσιν ὀνομασθῆναι, διότι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἄγουσα ἐς Θήβας.
Next are the ruins of the cities Harma and Mycalessus; and the former got its name, as the Tanagraeans say, because the chariot of Amphiaraus disappeared here, and not where the Thebans say; and they agree that Mycalessus was named because the cow which was leading Cadmus and the army with him to Thebes lowed here.
ὅντινα δὲ τρόπον ἐγένετο ἡ Μυκαλησσὸς ἀνάστατος, τὰ ἐς Ἀθηναίους ἔχοντα ἐδήλωσέ μοι τοῦ λόγου.
In what manner Mycalessus was laid waste has been shown in the part of my account relating to the Athenians.
§9.19.5πρὸς θάλασσαν δὲ τῆς Μυκαλησσοῦ Δήμητρος Μυκαλησσίας ἐστὶν ἱερόν· κλείεσθαι δὲ αὐτὸ ἐπὶ νυκτὶ ἑκάστῃ καὶ αὖθις ἀνοίγεσθαί φασιν ὑπὸ Ἡρακλέους, τὸν δὲ Ἡρακλέα εἶναι τῶν Ἰδαίων καλουμένων Δακτύλων.
Towards the sea from Mycalessus is a sanctuary of Mycalessian Demeter; and they say that it is closed and opened again every night by Heracles, and that this Heracles is one of those called Idaean Dactyls.
δείκνυται δὲ αὐτόθι καὶ θαῦμα τοιόνδε· πρὸ τοῦ ἀγάλματος τῶν ποδῶν τιθέασιν ὅσα ἐν ὀπώρᾳ πέφυκε γίνεσθαι, ταῦτα δὲ διὰ παντὸς μένει τεθηλότα τοῦ ἔτους.
There is also shown there a wonder of this kind: before the feet of the image they place all such things as grow in autumn, and these remain fresh throughout the whole year.
§9.19.6τοῦ δὲ Εὐρίπου τὴν Εὔβοιαν κατὰ τοῦτο ἀπὸ τῆς Βοιωτῶν διείργοντος τῆς τε Δήμητρος ἐν δεξιᾷ τὸ ἱερὸν τῆς Μυκαλησσίας καὶ ὀλίγον ἀπʼ αὐτοῦ προελθόντι ἐστὶν Αὐλίς· ὀνομασθῆναι δὲ ἀπὸ τῆς Ὠγύγου θυγατρός φασιν αὐτήν.
As the Euripus at this point divides Euboea from Boeotia, on the right of the sanctuary of Mycalessian Demeter, and going on a little way from it, is Aulis; they say that it was named after the daughter of Ogygus.
ναὸς δὲ Ἀρτέμιδός ἐστιν ἐνταῦθα καὶ ἀγάλματα λίθου λευκοῦ, τὸ μὲν δᾷδας φέρον, τὸ δὲ ἔοικε τοξευούσῃ.
There is a temple of Artemis here and images of white stone, one carrying torches, and the other is like one shooting an arrow.
φασὶ δὲ ἐπὶ τοῦ βωμοῦ μελλόντων ἐκ μαντείας τῆς Κάλχαντος Ἰφιγένειαν τῶν Ἑλλήνων θύειν, τὴν θεὸν ἀντʼ αὐτῆς ἔλαφον τὸ ἱερεῖον ποιῆσαι.
And they say that when the Greeks, in accordance with the oracle of Calchas, were about to sacrifice Iphigenia upon the altar, the goddess made a hind the victim in her place.
§9.19.7πλατάνου δέ, ἧς καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην, τὸ ἔτι τοῦ ξύλου περιὸν φυλάσσουσιν ἐν τῷ ναῷ.
Of the plane tree, which Homer also made mention of in the Iliad, they keep what still remains of the wood in the temple.
λέγεται δὲ ὡς ἐν Αὐλίδι πνεῦμα τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορον, φανέντος δὲ ἐξαίφνης ἀνέμου σφίσιν οὐρίου θύειν τῇ Ἀρτέμιδι ὅ τι ἕκαστος εἶχε, θήλεά τε ἱερεῖα καὶ ἄρσενα ὁμοίως· καὶ ἀπʼ ἐκείνου διαμεμένηκεν ἐν Αὐλίδι πάντα τὰ ἱερεῖα εἶναι δόκιμα.
And it is said that in Aulis a favorable wind did not come to the Greeks, but when a fair wind suddenly appeared for them, they sacrificed to Artemis whatever each one had, female victims and male victims alike; and from that time it has remained the custom in Aulis that all victims are acceptable.
δείκνυται δὲ καὶ ἡ πηγή, παρʼ ἣν ἡ πλάτανος ἐπεφύκει, καὶ ἐπὶ λόφου πλησίον τῆς Ἀγαμέμνονος σκηνῆς οὐδὸς χαλκοῦς· §9.19.8φοίνικες δὲ πρὸ τοῦ ἱεροῦ πεφύκασιν, οὐκ ἐς ἅπαν ἐδώδιμον παρεχόμενοι καρπὸν ὥσπερ ἐν τῇ Παλαιστίνῃ, τοῦ δὲ ἐν Ἰωνίᾳ τῶν φοινίκων καρποῦ πεπανώτερον.
There is also shown the spring by which the plane tree used to grow, and on a hill near Agamemnon's tent, a bronze threshold; and in front of the sanctuary palm trees grow, which do not yield fruit that is entirely edible like those in Palestine, but is riper than the fruit of the palms in Ionia.
ἄνθρωποι δὲ ἐν τῇ Αὐλίδι οἰκοῦσιν οὐ πολλοί, γῆς δέ εἰσιν οὗτοι κεραμεῖς· νέμονται δὲ Ταναγραῖοι ταύτην τε τὴν χώραν καὶ ὅση περὶ Μυκαλησσόν ἐστι καὶ Ἅρμα.
The people who inhabit Aulis are not many, and these are potters of the earth; and the Tanagraeans cultivate both this territory and all that is around Mycalessus and Harma.