Humanitext Reader

保萨尼亚斯 · 希腊志 §9.19.1-9.19.8

从忒乌墨索斯到奥利斯的路途与传说

第 385 段,共 465 段 · 希腊语

内容简介

本章节记录了从忒乌墨索斯到奥利斯大道旁的各种遗迹、坟墓及其相关的神话传说和起源。特别是详细叙述了哈尔马和米卡勒索斯地名的来源,以及在奥利斯向阿耳忒弥斯献祭的故事。

§9.19.1ἐπὶ ταύτῃ τῇ λεωφόρῳ χωρίον ἐστὶ Τευμησσός· Εὐρώπην δὲ ὑπὸ Διὸς κρυφθῆναί φασιν ἐνταῦθα.
在这条大道上有一个叫作忒乌墨索斯的地方;人们说欧罗巴曾被宙斯藏在这里。
ἕτερος δὲ ἐς ἀλώπεκα ἐπίκλησιν Τευμησσίαν λόγος ἐστίν, ὡς ἐκ μηνίματος Διονύσου τὸ θηρίον ἐπʼ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός, ὃν Πρόκριδι τῇ Ἐρεχθέως ἔδωκεν Ἄρτεμις, ἁλίσκεσθαι μέλλουσα αὐτή τε λίθος ἐγένετο ἡ ἀλώπηξ καὶ ὁ κύων οὗτος.
关于所谓的忒乌墨索斯狐狸,还有另一个传说:由于狄奥尼索斯的愤怒,这只猛兽被养大以毁灭底比斯人,而当它将要被阿耳忒弥斯送给埃雷克透斯之女普罗克里斯的那只猎犬捕获时,狐狸自身和这只猎犬都变成了石头。
καὶ Ἀθηνᾶς ἐν Τευμησσῷ Τελχινίας ἐστὶν ἱερὸν ἄγαλμα οὐκ ἔχον· ἐς δὲ τὴν ἐπίκλησιν αὐτῆς ἔστιν εἰκάζειν ὡς τῶν ἐν Κύπρῳ ποτὲ οἰκησάντων Τελχίνων ἀφικομένη μοῖρα ἐς Βοιωτοὺς ἱερὸν ἱδρύσατο Ἀθηνᾶς Τελχινίας.
在忒乌墨索斯还有一座没有神像的忒尔喀尼亚的雅典娜神庙;关于她的这一别名,可以推测是曾经居住在塞浦路斯的忒尔喀涅斯人的一部分来到了波奥蒂亚人之中,并建立起了忒尔喀尼亚雅典娜的神庙。
§9.19.2Τευμησσοῦ δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ἑπτὰ Γλίσαντός ἐστιν ἐρείπια, πρὸ δὲ αὐτῶν ἐν δεξιᾷ τῆς ὁδοῦ χῶμα οὐ μέγα ὕλῃ τε ἀγρίᾳ σύσκιον καὶ ἡμέροις δένδροις.
在忒乌墨索斯左侧前行大约七斯塔德的地方有格利萨斯的遗迹,在它们之前、道路的右侧有一座不太大的土丘,上面隐蔽着野生和驯化的树木。
ἐτάφησαν δὲ αὐτόθι οἱ μετὰ Αἰγιαλέως ποιησάμενοι τοῦ Ἀδράστου τὴν ἐς Θήβας στρατείαν, ἄλλοι τε Ἀργείων τῶν ἐν τέλει καὶ Πρόμαχος ὁ Παρθενοπαίου· τῷ δὲ Αἰγιαλεῖ γενέσθαι τὸ μνῆμα ἐν Παγαῖς πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Μεγαρίδι ἐδήλωσα.
葬在那里的,是与阿德拉斯托斯之子埃癸阿勒乌斯一同远征底比斯的人,即阿耳戈斯人中居于首位的几位,以及帕耳忒诺派俄斯之子普罗马科斯;至于埃癸阿勒乌斯的纪念碑建在帕亥一事,我此前已在关于墨加里斯的叙述中说明了。
§9.19.3κατὰ δὲ τὴν ἐς Γλίσαντα εὐθεῖαν ἐκ Θηβῶν λίθοις χωρίον περιεχόμενον λογάσιν Ὄφεως καλοῦσιν οἱ Θηβαῖοι κεφαλήν, τὸν ὄφιν τοῦτον—ὅστις δὴ ἦν—ἀνασχεῖν ἐνταῦθα ἐκ τοῦ φωλεοῦ λέγοντες τὴν κεφαλήν, Τειρεσίαν δὲ ἐπιτυχόντα ἀποκόψαι μαχαίρᾳ.
在从底比斯通往格利萨斯的直路上,有一个被挑选出来的石头围起来的地方,底比斯人称之为“蛇头”,他们说这条蛇——不管它是谁——在这里从洞穴中抬起头来,而碰巧遇上的提瑞西阿斯用短刀将其砍下。
τὸ μὲν δὴ χωρίον τοῦτο ἐπὶ λόγῳ καλεῖται τοιῷδε· ὑπὲρ δὲ Γλίσαντός ἐστιν ὄρος Ὕπατος καλούμενον, ἐπὶ δὲ αὐτῷ Διὸς Ὑπάτου ναὸς καὶ ἄγαλμα· τὸν δὲ ποταμὸν τὸν χείμαρρον Θερμώδοντα ὀνομάζουσιν.
这个地方确实是因为这样的传说而得名的;在格利萨斯上方有一座被称为许帕托斯的山,山上有至高者宙斯的神庙和神像;他们将这条急流河命名为瑟尔莫冬河。
ἀναστρέψαντι δὲ ἐπί τε Τευμησσὸν καὶ ὁδὸν τὴν ἐς Χαλκίδα Χαλκώδοντος μνῆμά ἐστιν, ὃς ἀπέθανεν ὑπὸ Ἀμφιτρύωνος μάχης πρὸς Θηβαίους Εὐβοεῦσι γενομένης.
如果折返回忒乌墨索斯以及通往哈尔科斯的道路,就会看到卡尔科冬的坟墓,他是在尤波亚人与底比斯人的战斗中死于安菲特律翁之手的。
§9.19.4ἑξῆς δὲ πόλεων ἐρείπιά ἐστιν Ἅρματος καὶ Μυκαλησσοῦ· καὶ τῇ μὲν τὸ ὄνομα ἐγένετο ἀφανισθέντος, ὡς οἱ Ταναγραῖοί φασιν, ἐνταῦθα Ἀμφιαράῳ τοῦ ἅρματος καὶ οὐχ ὅπου λέγουσιν οἱ Θηβαῖοι· Μυκαλησσὸν δὲ ὁμολογοῦσιν ὀνομασθῆναι, διότι ἡ βοῦς ἐνταῦθα ἐμυκήσατο ἡ Κάδμον καὶ τὸν σὺν αὐτῷ στρατὸν ἄγουσα ἐς Θήβας.
紧接着是哈尔马和米卡勒索斯这两座城市的遗迹;前者的得名,正如塔纳格拉人所说,是因为安菲阿拉俄斯的战车在这里消失了,而不是在底比斯人所说的地方;而他们一至同意,米卡勒索斯之所以得名,是因为引领着卡德摩斯及其随行军队前往底比斯的那头牝牛在这里发出了鸣叫。
ὅντινα δὲ τρόπον ἐγένετο ἡ Μυκαλησσὸς ἀνάστατος, τὰ ἐς Ἀθηναίους ἔχοντα ἐδήλωσέ μοι τοῦ λόγου.
至于米卡勒索斯是以何种方式被摧毁的,我记述中关于雅典娜人的部分已经说明了。
§9.19.5πρὸς θάλασσαν δὲ τῆς Μυκαλησσοῦ Δήμητρος Μυκαλησσίας ἐστὶν ἱερόν· κλείεσθαι δὲ αὐτὸ ἐπὶ νυκτὶ ἑκάστῃ καὶ αὖθις ἀνοίγεσθαί φασιν ὑπὸ Ἡρακλέους, τὸν δὲ Ἡρακλέα εἶναι τῶν Ἰδαίων καλουμένων Δακτύλων.
从米卡勒索斯朝向大海的方向,有一座米卡勒索斯的得墨忒耳的神庙;据说它每天夜里都会被赫拉克勒斯关闭并再次开启,而这位赫拉克勒斯是被称为伊达的达克堤利人之一。
δείκνυται δὲ αὐτόθι καὶ θαῦμα τοιόνδε· πρὸ τοῦ ἀγάλματος τῶν ποδῶν τιθέασιν ὅσα ἐν ὀπώρᾳ πέφυκε γίνεσθαι, ταῦτα δὲ διὰ παντὸς μένει τεθηλότα τοῦ ἔτους.
那里还展现着这样一件奇迹:在神像的脚前,人们摆放上所有在秋季成熟的作物,而这些东西在整年中都保持着鲜嫩。
§9.19.6τοῦ δὲ Εὐρίπου τὴν Εὔβοιαν κατὰ τοῦτο ἀπὸ τῆς Βοιωτῶν διείργοντος τῆς τε Δήμητρος ἐν δεξιᾷ τὸ ἱερὸν τῆς Μυκαλησσίας καὶ ὀλίγον ἀπʼ αὐτοῦ προελθόντι ἐστὶν Αὐλίς·
正是在这个地方,海峡将尤波亚与波奥蒂亚隔开。
ὀνομασθῆναι δὲ ἀπὸ τῆς Ὠγύγου θυγατρός φασιν αὐτήν.
在米卡勒索斯的得墨忒耳神庙右侧,并且从它那里前行不远,就是奥利斯;据说它是以奥古戈斯的女儿命名的。
ναὸς δὲ Ἀρτέμιδός ἐστιν ἐνταῦθα καὶ ἀγάλματα λίθου λευκοῦ, τὸ μὲν δᾷδας φέρον, τὸ δὲ ἔοικε τοξευούσῃ.
这里有一座阿耳忒弥斯的神庙和白石神像,一座手持火炬,另一座则像是正在射箭。
φασὶ δὲ ἐπὶ τοῦ βωμοῦ μελλόντων ἐκ μαντείας τῆς Κάλχαντος Ἰφιγένειαν τῶν Ἑλλήνων θύειν, τὴν θεὸν ἀντʼ αὐτῆς ἔλαφον τὸ ἱερεῖον ποιῆσαι.
据说,当希腊人根据卡尔卡斯的神谕准备在祭坛上献祭伊菲革涅亚时,女神用一只牝鹿代替她作为了牺牲。
§9.19.7πλατάνου δέ, ἧς καὶ Ὅμηρος ἐν Ἰλιάδι ἐποιήσατο μνήμην, τὸ ἔτι τοῦ ξύλου περιὸν φυλάσσουσιν ἐν τῷ ναῷ.
荷马在《伊利亚特》中也曾提及的那棵梧桐树,其至今存留的木质部分被保存在神庙中。
λέγεται δὲ ὡς ἐν Αὐλίδι πνεῦμα τοῖς Ἕλλησιν οὐκ ἐγίνετο ἐπίφορον, φανέντος δὲ ἐξαίφνης ἀνέμου σφίσιν οὐρίου θύειν τῇ Ἀρτέμιδι ὅ τι ἕκαστος εἶχε, θήλεά τε ἱερεῖα καὶ ἄρσενα ὁμοίως· καὶ ἀπʼ ἐκείνου διαμεμένηκεν ἐν Αὐλίδι πάντα τὰ ἱερεῖα εἶναι δόκιμα.
据说,在奥利斯起初并没有给希腊人带来顺风的风,但当顺风突然出现时,他们便向阿耳忒弥斯献祭了各自所拥有的东西,生性牺牲和雄性牺牲都一样;自那时起,奥利斯便保留了所有牺牲都是合规的这一惯例。
δείκνυται δὲ καὶ ἡ πηγή, παρʼ ἣν ἡ πλάτανος ἐπεφύκει, καὶ ἐπὶ λόφου πλησίον τῆς Ἀγαμέμνονος σκηνῆς οὐδὸς χαλκοῦς· §9.19.8φοίνικες δὲ πρὸ τοῦ ἱεροῦ πεφύκασιν, οὐκ ἐς ἅπαν ἐδώδιμον παρεχόμενοι καρπὸν ὥσπερ ἐν τῇ Παλαιστίνῃ, τοῦ δὲ ἐν Ἰωνίᾳ τῶν φοινίκων καρποῦ πεπανώτερον.
此外,人们还指认了那棵梧桐树曾生长其旁的泉水,以及在阿伽门农帐篷附近的宿营地山丘上的青铜门槛;在神庙前生长着棕榈树,它们产出的果实不像巴勒斯坦的那样完全可食,但比伊奥尼亚的棕榈果实更为成熟。
ἄνθρωποι δὲ ἐν τῇ Αὐλίδι οἰκοῦσιν οὐ πολλοί, γῆς δέ εἰσιν οὗτοι κεραμεῖς· νέμονται δὲ Ταναγραῖοι ταύτην τε τὴν χώραν καὶ ὅση περὶ Μυκαλησσόν ἐστι καὶ Ἅρμα.
在奥利斯居住的人并不多,而这些人是泥土的陶工;塔纳格拉人耕作着这片土地,以及米卡勒索斯和哈尔马周围的所有土地。

词汇与语法注释

  1. §9.19.1ὡς ἐκ μηνίματος Διονύσου τὸ θηρίον ἐπʼ ὀλέθρῳ τραφείη Θηβαίων, καὶ ὡς ὑπὸ τοῦ κυνός... ἐγένετο — 两个 ὡς 从句作为同位语名词从句解释 λόγος。在前一个从句中,由于历史性主动词(λόγος ἐστίν 被视作历史现在时)之后进行间接陈述,因而使用了祈愿语气 τραφείη(间接引语祈愿语气 optativus obliquus);而在后一个从句中,则使用了直说语气过去时(ἐγένετο)以强调事实和确定的结果。
  2. §9.19.2προελθόντι — 与格分词 προελθόντι(以及 §9.19.3 中的 ἀναστρέψαντι)作为关系与格(dativus ethicus 或 dative of reference)发挥作用,在路线指引等叙述中表示旅行者的视点或空间参照点(“若(人)前行”)。在此并没有明确具体的主语,而是代指一般旅行者的视角。
  3. §9.19.4ἀφανισθέντος ... τοῦ ἅρματος — 这是一个属格独立分词结构,名词短语 τοῦ ἅρματος 作为逻辑主语,分词 ἀφανισθέντος 作为谓语,表示主句 τῇ μὲν τὸ ὄνομα ἐγένετο 的原因(“因为战车消失了”)。与格 Ἀμφιαράῳ(对于安菲阿拉俄斯而言)则表示受此消失事件影响的利害关系人(不利与格或关系与格)。

引用这一段

保萨尼亚斯, 希腊志 §9.19.1-9.19.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.19.1-9.19.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。