§9.13.6τότε δὲ ὁ Ἐπαμινώνδας Σκεδάσῳ καὶ ταῖς παισὶν ἐνήγιζέ τε καὶ εὔχετο, ὡς οὐ μᾶλλον ὑπὲρ σωτηρίας Θηβαίων ἢ καὶ τιμωρίας ἐκείνων τὸν ἀγῶνα ἐσόμενον.
そのとき、エパメイノンダスはスケダソスとその娘たちに供物を捧げて祈った。 この戦いが、テーバイ人の救済のため以上に、彼らのための復讐のためにあるかのように。
τῶν δὲ βοιωταρχούντων οὐ κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι, διεστηκυῖαι δὲ πολὺ ἀπʼ ἀλλήλων·
ボイオタルケスたちの意見は一致しておらず、互いに大きく異なっていた。
Ἐπαμινώνδᾳ μὲν γὰρ ἤρεσκε καὶ Μάλγιδι καὶ Ξενοκράτει κατὰ τάχος πρὸς τοὺς Λακεδαιμονίους ποιεῖσθαι μάχην, Δαμοκλείδας δὲ καὶ Δαμόφιλος καὶ Σιμάγγελος συμβάλλειν μὲν οὐκ εἴων, ἐκέλευον δὲ ὑπεκθεμένους ἐς τὴν Ἀττικὴν γυναῖκας καὶ παῖδας ὡς πολιορκησομένους αὐτοὺς παρασκευάζεσθαι.
エパメイノンダス、マルギス、クセノクラテスは、ラケダイモン人たちと速やかに戦いを交えることをよしとしたが、ダモクレイダス、ダモフィロス、シマンゲロスは交戦に反対し、妻子をアッティカに避難させた上で、自分たちが包囲される準備をするよう命じた。
§9.13.7τῶν μὲν δὴ ἓξ ἐς τοσοῦτον ἦν κεχωρισμένα τὰ βουλεύματα·
これら6人の計画はこれほどまでに分裂していた。
προσγενομένης δὲ ψήφου τοῖς περὶ τὸν Ἐπαμινώνδαν τοῦ ἑβδόμου τῶν Βοιωταρχῶν, ὃς ἐφρούρει μὲν τὴν κατὰ τὸν Κιθαιρῶνα ἐσβολήν, ὄνομα δὲ ἦν οἱ Βραχυλλίδης, τούτου τοῦ ἀνδρός, ὡς ἐπανῆλθεν ἐς τὸ στρατόπεδον, προσθεμένου τοῖς περὶ τὸν Ἐπαμινώνδαν, τότε καὶ πᾶσιν ἐδέδοκτο ἀγῶνι διακρίνεσθαι.
しかし、エパメイノンダスの一派に7人目のボイオタルケスの票が加わった。 彼はキタイロン山沿いの侵入路を警備していたのだが、名はブラキュリデスといった。 この男が陣営に戻ってきて、エパメイノンダスの一派に加わったので、そのとき、戦いによって決することが全員によって決議された。
§9.13.8τῷ δὲ Ἐπαμινώνδᾳ καὶ ἐς ἄλλους Βοιωτῶν ὕποπτα ἦν, ἐς δὲ τοὺς Θεσπιεῖς καὶ περισσότερον·
しかし、エパメイノンダスは、ボイオティア人の他の者たちに対しても不信感を抱いており、テスピアイ人に対しては特にそうであった。
δείσας οὖν μὴ σφᾶς παρὰ τὸ ἔργον προδῶσιν, ἀποχώρησιν παρεῖχεν ἀπὸ στρατοπέδου τοῖς ἐθέλουσιν οἴκαδε·
それゆえ、彼らが戦闘の最中に自分たちを裏切るのではないかと恐れ、故郷に帰ることを望む者たちに、陣営から撤退することを許した。
καὶ οἱ Θεσπιεῖς τε ἀπαλλάσσονται πανδημεὶ καὶ εἴ τισιν ἄλλοις Βοιωτῶν ὑπῆν δύσνοια ἐς τοὺς Θηβαίους.
こうしてテスピアイ人たちはこぞって立ち去り、またボイオティア人のうち他にテーバイ人に対して敵意を抱いている者たちも立ち去った。
§9.13.9ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα οἱ σύμμαχοι τῶν Λακεδαιμονίων ἅτε αὐτοῖς καὶ τὸν πρὸ τοῦ χρόνον οὐκ ἀρεσκόμενοι τὸ ἔχθος μάλιστα ἐπεδείκνυντο, οὔτε κατὰ χώραν μένειν ἐθέλοντες, ἐνδιδόντες δὲ ὅπῃ σφίσιν οἱ πολέμιοι προσφέροιντο.
そして、彼らが白兵戦に入ると、そこでラケダイモン人の同盟軍は、以前から彼らに対して不満を抱いていたため、敵意を最大限に露わにし、踏みとどまることを望まず、敵が攻め寄せてくるところではどこでも退却した。
αὐτοὺς δὲ Λακεδαιμονίους καὶ Θηβαίους ἐξ ἴσου καθίστη τοὺς μὲν ἐμπειρία τε ἡ προϋπάρχουσα καὶ ἅμα αἰδουμένους μὴ καταλῦσαι τῆς Σπάρτης τὸ ἀξίωμα, Θηβαῖοι δὲ ὑπὲρ τῆς πατρίδος καὶ πρὸ γυναικῶν καὶ παίδων τὸν κίνδυνον ἐφεστηκότα ἑώρων.
しかし、ラケダイモン人自身とテーバイ人自身とは、互角の勝負を展開した。 一方(ラケダイモン人)は、それまでの軍事経験があり、同時にスパルタの尊厳を失墜させるまいとする名誉心からであり、他方、テーバイ人は祖国のため、そして妻子を守るために、目前に迫る危機を見つめていたからである。
§9.13.10ὡς δὲ ἄλλοι τε Λακεδαιμονίων τῶν ἐν τέλει καὶ ὁ βασιλεὺς ἐτεθνήκει Κλεόμβροτος, ἐνταῦθα τοὺς Σπαρτιάτας καὶ ταλαιπωρουμένους ἐπελάμβανεν ἀνάγκη μὴ ἐνδιδόναι·
そして、他のラケダイモン人の幹部たちや、王クレオンブロトスが戦死すると、そこでスパルタ人たちには、たとえ窮地に陥っても退却してはならないという必死の義務が生じた。
παρὰ γὰρ τοῖς Λακεδαιμονίοις αἴσχιστον ἐδέδοκτο εἶναι βασιλέως νεκρὸν ἐπὶ ἀνδράσι πολεμίοις γενόμενον περιοφθῆναι.
というのも、ラケダイモン人の間では、王の遺骸が敵の手に落ちるのを見過ごすことは最も不名誉なこととみなされていたからである。
§9.13.11Θηβαίοις μὲν ἡ νίκη κατείργαστο ἐπιφανέστατα πασῶν ὁπόσας κατὰ Ἑλλήνων ἀνείλοντο Ἕλληνες·
テーバイ人の勝利は、ギリシア人がギリシア人に対して勝ち得たもののうちで、最も輝かしい形で成し遂げられた。
Λακεδαιμόνιοι δὲ ἐς τὴν ὑστεραίαν τοὺς τεθνεῶτας διενοοῦντο ὡς θάψοντες καὶ ἀποστέλλουσι κήρυκα ἐς τοὺς Θηβαίους.
ラケダイモン人たちは翌日、死者を埋葬しようと考え、テーバイ人のもとに伝令を派遣した。
Ἐπαμινώνδας δέ, ἐπιστάμενος ὡς ἐπικρύπτεσθαι τὰς συμφορὰς ἀεί ποτε οἱ Λακεδαιμόνιοι πεφύκασιν, ἔφασκεν ἀναίρεσιν τῶν νεκρῶν προτέροις αὐτῶν διδόναι τοῖς συμμάχοις, ἐπὶ δὲ ἐκείνοις ἀνελομένοις οὕτω καὶ τοὺς Λακεδαιμονίους ἠξίου θάπτειν τοὺς αὑτῶν.
しかしエパメイノンダスは、ラケダイモン人たちが常に敗北を隠そうとする習性があることを知っていたので、死体の収容を、彼らの同盟軍に対して先に許すと言い、彼らが収容した後に初めて、ラケダイモン人たちも自分たちの死者を埋葬すべきだとした。
§9.13.12ὡς δὲ τῶν συμμάχων οἱ μὲν οὐδὲ ἀρχὴν ἀνῃροῦντο ἅτε οὐ τεθνεῶτός σφισιν οὐδενός, τῶν δὲ ὀλίγον ἐφαίνετο εἶναι τὸ διεφθαρμένον, οὕτω Λακεδαιμόνιοί τε ἔθαπτον τοὺς αὑτῶν καὶ ἤδη Σπαρτιάτας ἐξελήλεγκτο εἶναι τοὺς κειμένους.
そこで、同盟軍のうちある者たちは、自分たちに死者が一人もいなかったために最初から全く遺体を引き取らなかったし、またある者たちにとっては戦死者の数はわずかであることが明らかになったので、このようにラケダイモン人たちは自分たちの死者を埋葬したが、これによって横たわっている遺体の多くがスパルタ市民であることが露呈した。
ἀπέθανον δὲ Θηβαίων τε καὶ ὅσοι παρέμειναν Βοιωτῶν ἑπτὰ καὶ τεσσαράκοντα ἄνδρες, Λακεδαιμονίων δὲ αὐτῶν πλείους ἢ χίλιοι.
戦死したのは、テーバイ人と留まったボイオティア人の側は47名であったが、ラケダイモン人の側は彼ら自身だけで1000名以上であった。