§9.13.1τῷ δʼ Ἐπαμινώνδᾳ τὰ μὲν τῶν προγόνων ὑπῆρχεν ἐς γένους δόξαν, ὁ δέ οἱ πατὴρ χρημάτων ἕνεκα μέσου ἀνδρὸς ἀπέδει Θηβαίου·
エパメイノンダスにとって、先祖から受け継いだものは家柄の栄光という点では十分備わっていたが、彼の父親は財産に関しては、中等階層のテーバイ人にも及ばなかった。
διδάγματα δὲ αὐτοῖς τά τε ἐπιχώρια ἔμαθεν ἐς τὸ ἀκριβέστατον καὶ ὡς ἤδη μειράκιον ἦν ἐφοίτησεν ὡς Λῦσιν, ἄνδρα γένος μὲν Ταραντῖνον, ἐπιστάμενον δὲ τοὺς Πυθαγόρου τοῦ Σαμίου λόγους.
テーバイ人の教育のうち、彼は地元の教育を極めて精緻に学び、すでに青年になってからは、サモス人ピュタゴラスの教えに通じていたタラス出身の男リュシスのところに通った。
λέγεται δὲ ὁ Ἐπαμινώνδας, ἡνίκα ἐπολέμουν Λακεδαιμόνιοι Μαντινεῦσι, πεμφθῆναι σὺν ἄλλοις ἀνδράσιν ἐκ Θηβῶν Λακεδαιμονίοις ἐπαμύνειν·
エパメイノンダスは、ラケダイモン人たちがマンティネイア人たちと戦っていた時、ラケダイモン人たちを救援するために、他の人々とともにテーバイから派遣されたと言われている。
ἔχοντα δὲ τραύματα ἐν τῇ μάχῃ Πελοπίδαν ἐξέσωσεν ἐς ἅπαν ἀφικόμενος κινδύνου.
そして、その戦いで傷を負ったペロピダスを、自ら極限の危険に身をさらしながら救い出した。
§9.13.2χρόνῳ δὲ ὕστερον κατὰ πρεσβείαν ἐς Σπάρτην ἥκοντα Ἐπαμινώνδαν, ὅτε Λακεδαιμόνιοι συντίθεσθαι τοῖς Ἕλλησιν ἔφασαν εἰρήνην τὴν ἐπὶ Ἀνταλκίδου καλουμένην, τηνικαῦτα Ἐπαμινώνδαν ἤρετο Ἀγησίλαος, εἰ κατὰ πόλιν ὀμνύναι Βοιωτοὺς ἐάσουσιν ὑπὲρ τῆς εἰρήνης·
その後、ラケダイモン人たちがいわゆる「アンタルキダスの平和」をギリシア人たちと結ぼうとしていた時に、使節としてスパルタにやってきたエパメイノンダスに対して、その際アゲシラオスは、ボイオティア人たちが都市ごとに平和の誓いを行うのを許すつもりがあるのかと尋ねた。
“οὐ πρότερόν γε” εἶπεν “ὦ Σπαρτιᾶται, πρὶν ἢ καὶ τοὺς περιοίκους ὀμνύοντας κατὰ πόλιν ἴδωμεν τοὺς ὑμετέρουσ”.
すると彼は言った。 「スパルタ人たちよ、我々があなたがたのペリオイコイもまた都市ごとに誓うのを見るまでは、決してそうすることはない。
§9.13.3ὡς δὲ ὁ Λακεδαιμονίων καὶ Θηβαίων ἐξῆρτο ἤδη πόλεμος καὶ οἱ Λακεδαιμόνιοι δυνάμει καὶ αὑτῶν καὶ τῶν συμμάχων ἐπὶ τοὺς Θηβαίους ᾔεσαν, Ἐπαμινώνδας μὲν ἔχων τοῦ στρατοῦ μοῖραν ἀντεκάθητο ὑπὲρ τῆς Κηφισίδος λίμνης ὡς ποιησομένων ταύτῃ Πελοποννησίων τὴν ἐσβολήν, Κλεόμβροτος δὲ ὁ Λακεδαιμονίων βασιλεὺς ἐπὶ Ἀμβρόσσου τρέπεται τῆς Φωκέων·
」ラケダイモン人とテーバイ人の戦争がすでに勃発し、ラケダイモン人たちが自分たちと同盟軍の兵力をもってテーバイ人たちに対して進軍した時、エパメイノンダスは軍の一部を率いて、ペロポネソス人たちがこの道を通って侵入してくるだろうという想定のもと、ケフィシス湖の向こう側で対峙して陣を敷いていた。
ἀποκτείνας δὲ Χαιρέαν, ὃς φυλάσσειν διετέτακτο τὰς παρόδους, καὶ ἄλλους τοὺς σὺν αὐτῷ Θηβαίους, ὑπερέβη καὶ ἐς Λεῦκτρα ἀφικνεῖται τὰ Βοιώτια.
しかし、ラケダイモン人の王クレオンブロトスはフォキスのアンブロッソスの方へと転じ、通路を守るよう配置されていたカイレアスと、彼とともにいた他のテーバイ人たちを殺害し、山を越えてボイオティアのレウクトラに到着した。
§9.13.4ἐνταῦθα καὶ αὐτῷ Κλεομβρότῳ καὶ Λακεδαιμονίων τῷ κοινῷ σημεῖα ἐγένετο ἐκ τοῦ θεοῦ.
そこで、クレオンブロトス自身にとっても、またラケダイモン人の共同体にとっても、神からの兆候が現れた。
τοῖς βασιλεῦσιν αὐτῶν ἐς τὰς ἐξόδους πρόβατα εἵπετο θεοῖς τε εἶναι θυσίας καὶ πρὸ τῶν ἀγώνων καλλιερεῖν·
彼らの王たちには、遠征に際して、神々への犠牲とし、また戦いの前に吉兆を得るための羊が付き従っていた。
ταῖς δὲ ποίμναις ἡγεμόνες τῆς πορείας ἦσαν αἶγες, κατοιάδας οἱ ποιμένες ὀνομάζουσιν αὐτάς.
そして、その羊の群れにとって、旅の先導役は山羊たちであり、羊飼いたちはそれらを「カトイアデス」と呼んでいた。
τότε οὖν ὁρμήσαντες ἐς τὴν ποίμνην λύκοι τοῖς μὲν προβάτοις ἐγίνοντο οὐδὲν βλάβος, οἱ δὲ τὰς αἶγας τὰς κατοιάδας ἔκτεινον.
その時、群れに襲いかかった狼たちは、羊たちには何の害も加えなかったが、先導役の山羊たちを殺した。
§9.13.5ἐλέγετο δὲ καὶ μήνιμα ἐς τοὺς Λακεδαιμονίους ἐκ τῶν θυγατέρων εἶναι τῶν Σκεδάσου.
また、ラケダイモン人に対する神の怒りは、スケダソスの娘たちに起因するものであるとも言われていた。
Σκεδάσῳ γὰρ περὶ Λεῦκτρα οἰκοῦντι θυγατέρες Μολπία γίνεται καὶ Ἱππώ·
レウクトラの近くに住んでいたスケダソスには、モルピアとヒッポーという娘が生まれた。
ταύτας ἐς ὥραν ἤδη προηκούσας Λακεδαιμονίων ἄνδρες βιάζονται παρὰ θέμιδα Φρουραρχίδας καὶ Παρθένιος.
彼女たちがすでに年頃に達していた時、ラケダイモン人の男であるフルーラルキダスとパルテニオスが、法に背いて彼女たちを乱暴した。
καὶ αἵ τε παρθένοι παραυτίκα—οὐ γάρ σφισιν ἀνεκτὰ ἐφαίνετο εἶναι τὰ τῆς ὕβρεως—ἀπάγχουσιν αὑτάς·
そして乙女たちは直ちに(彼女たちにとってその屈辱は耐え難いものと思われたので)首を吊って自殺した。
καὶ ὁ Σκέδασος, ὡς ἐς Λακεδαίμονα ἐλθόντι οὐδεμία ἐγένετο αὐτῷ δίκη, οὕτως ἐς τὰ Λεῦκτρα ἐπανήκων αὑτὸν διεργάζεται.
そしてスケダソスは、ラケダイモンへ行ったものの何ら裁判が彼にもたらされなかったので、このようにレウクトラへ戻って自ら命を絶った。