Humanitext Reader

パウサニアス · ギリシア案内記 §9.14.1-9.14.7

エパメイノンダスのペロポネソス遠征と裁判

380 / 465 箇所 · ギリシア語

要旨

レウクトラの戦いの後、エパメイノンダスは窮地のラケダイモン人を解放し、メガロポリスの建設やメッセネの再建などペロポネソスでの外交・軍事工作を推進する。任期超過により訴追されたものの、最終的に無罪となる。

§9.14.1τὸ μὲν δὴ παραυτίκα ὁ Ἐπαμινώνδας μετὰ τὴν μάχην Πελοποννησίων τοῖς λοιποῖς ἀπιέναι προειπὼν ἐπὶ τὰ οἰκεῖα Λακεδαιμονίους ἐν τοῖς Λεύκτροις εἶχεν ἀπειλημμένους·
エパメイノンダスは、戦いの直後、ペロポネソス人の残りの者たちにはそれぞれ故郷へ立ち去るよう告げて、ラケダイモン人たちをレウクトラに閉じ込めておいた。
ὡς δὲ ἤκουε τοὺς ἐκ τῆς πόλεως Σπαρτιάτας βοηθήσοντας τοῖς σφετέροις ἐς Λεῦκτρα ἰέναι πανδημεί, δίδωσιν οὕτω τοῖς ἀνδράσιν ἀπελθεῖν ὑποσπόνδους ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴν Λακεδαίμονα ἀπώσασθαι.
しかし、スパルタの市からスパルタ人たちが同胞を救援するためにこぞってレウクトラへ向かっていると聞くと、そのとき、休戦条約のもとにその男たちが立ち去るのを許し、自分たちにとって戦争をボイオティアからラケダイモンへと押し戻す方がより良いであろうと言った。
§9.14.2Θεσπιεῦσι δέ, ὑφορωμένοις τήν τε ἐξ ἀρχῆς ἐκ τῶν Θηβαίων δυσμένειαν καὶ τὴν ἐν τῷ παρόντι αὐτῶν τύχην, τὴν μὲν πόλιν ἔδοξεν ἐκλιπεῖν, ἀναφεύγειν δὲ ἐς Κερησσόν.
一方、テスピアイ人たちは、当初からのテーバイ人による敵意と、彼らの現在の好況を警戒し、市を立ち去ってケレソスへと避難することを決めた。
ἔστι δὲ ἐχυρὸν χωρίον ὁ Κερησσὸς ἐν τῇ Θεσπιέων, ἐς ὃ καὶ πάλαι ποτὲ ἀνεσκευάσαντο κατὰ τὴν ἐπιστρατείαν τὴν Θεσσαλῶν·
ケレソスはテスピアイ領内にある堅固な場所であり、彼らは大昔にも、テッサリア人の侵攻の際にそこへ避難したことがあった。
οἱ Θεσσαλοὶ δὲ τότε, ὡς ἑλεῖν τὸν Κερησσόν σφισι πειρωμένοις ἐφαίνετο ἐλπίδος κρεῖσσον, ἀφίκοντο ἐς Δελφοὺς παρὰ τὸν θεόν, καὶ §9.14.3αὐτοῖς γίνεται μάντευμα τοιόνδε·
そのとき、テッサリア人たちは、自分たちにとってケレソスを攻略しようと試みることが予想以上に困難であると思われたため、デルポイの神のもとを訪れ、そして彼らに次のような神託が下った。
" Λεῦκτρά τέ μοι σκιόεντα μέλει καὶ Ἀλήσιον οὖδας, καί μοι τὼ Σκεδάσου μέλετον δυσπενθέε κούρα.
「木陰深いレウクトラとアレシオンの土地が私には気にかかり、私にはスケダソスの悲嘆に沈む二人の娘が気にかかる。
ἔνθα μάχη πολύδακρυς ἐπέρχεται·
そこでは涙に満ちた戦いが迫りつつある。
οὐδέ τις αὐτήν φράσσεται ἀνθρώπων, πρὶν κούριον ἀγλαὸν ἥβην Δωριέες ὀλέσωσʼ, ὅταν αἴσιμον ἦμαρ ἐπέλθῃ.
人間は誰もそれを予知せぬであろう、ドーリス人が輝かしい若者たちの青春を滅ぼすまでは、運命の日が訪れるときに。
τουτάκι δʼ ἔστι Κερησσὸς ἁλώσιμος, ἄλλοτε δʼ οὐχί. "
そのときこそケレソスは攻略可能となるが、それ以外のときには不可能である。
§9.14.4τότε δὲ ὁ Ἐπαμινώνδας ὡς τοὺς Θεσπιεῖς καταφεύγοντας ἐς τὸν Κερησσὸν ἐξεῖλε, πρὸς τὰ ἐν Πελοποννήσῳ παραυτίκα ἔσπευδεν ἅτε καὶ τῶν Ἀρκάδων προθύμως μεταπεμπομένων.
」そのときエパメイノンダスは、ケレソスに避難していたテスピアイ人たちを攻め落とすと、アルカディア人たちも熱心に彼を招いていたので、ただちにペロポネソスでの事態へと急いだ。
ἐλθὼν δὲ Ἀργείους μὲν προσελάβετο ἑκουσίους συμμάχους, Μαντινέας δὲ κατὰ κώμας ὑπὸ Ἀγησιπόλιδος διῳκισμένους ἐς τὴν ἀρχαίαν συνήγαγεν αὖθις πόλιν·
そして現地に到着すると、アルゴス人たちを自発的な同盟軍として加え、アゲシポリスによって村々に分散して住まわされていたマンティネイア人たちを、再びかつての市へと集め直した。
τὰ δὲ πολίσματα τὰ Ἀρκάδων ὁπόσα εἶχεν ἀσθενῶς καταλῦσαι πείσας τοὺς Ἀρκάδας, πατρίδα ἐν κοινῷ σφισιν ᾤκισεν, ἣ Μεγάλη καὶ ἐς ἡμᾶς ἔτι καλεῖται πόλις.
また、アルカディア人たちの小都市のうち、防備が脆弱であったすべてのものを解体するようアルカディア人たちを説得し、彼らのための共通の祖国を建設した。 それは、私たちの時代にいたるまでなおメガロポリス(大都市)と呼ばれている。
§9.14.5ὁ μὲν δὴ χρόνος βοιωταρχοῦντι Ἐπαμινώνδᾳ διήνυστο, τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς·
ボイオタルケスとしてのエパメイノンダスの任期は満了しており、任期を超えて職にとどまる者は死刑に処されるよう定められていた。
ὁ οὖν Ἐπαμινώνδας ὑπεριδὼν ὡς οὐκ ὄντα ἐν καιρῷ τὸν νόμον ἐβοιωτάρχει καὶ ἀφικόμενος τῷ στρατῷ πρὸς τὴν Σπάρτην, ὡς οὐκ ἀντεπῆγεν Ἀγησίλαος μαχούμενος, οὕτω πρὸς τὸν οἰκισμὸν τρέπεται Μεσσήνης.
しかし、エパメイノンダスはこの法律が現状に適していないとして無視し、ボイオタルケスを務め続け、軍を率いてスパルタへと向かった。 アゲシラオスが戦うために打って出てこなかったので、彼はメッセネの再建へと向きを変えた。
καὶ οἰκιστὴς Μεσσηνίοις τοῖς νῦν ἐστιν Ἐπαμινώνδας· καί μοι τὰ ἐς τὸν οἰκισμὸν ἐδήλωσε τὰ ἐς αὐτοὺς ἔχοντα Μεσσηνίους.
したがって、現在のメッセネ人たちにとって再建者はエパメイノンダスであり、再建に関する事柄はメッセネ人自身に関する叙述のなかで私によって明らかにされた。
§9.14.6ἐν τούτῳ δὲ οἱ τῶν Θηβαίων σύμμαχοι κατέτρεχον διασκεδασθέντες χώραν τὴν Λακωνικὴν καὶ ἥρπαζον τὰ ἐξ αὐτῆς·
この間に、テーバイ人の同盟軍は四方に散らばってラコニアの地を荒らし回り、そこから略奪を行っていた。
τοῦτο Ἐπαμινώνδᾳ παρέστησεν ὀπίσω Θηβαίους ἐς Βοιωτίαν ἀπαγαγεῖν.
このことが、エパメイノンダスにテーバイ軍をボイオティアへと連れ戻すことを決意させた。
καὶ ὡς προϊὼν τῷ στρατῷ κατὰ Λέχαιον ἐγίνετο καὶ διεξιέναι τῆς ὁδοῦ τὰ στενὰ καὶ δύσβατα ἔμελλεν, Ἰφικράτης ὁ Τιμοθέου πελταστὰς καὶ ἄλλην Ἀθηναίων ἔχων δύναμιν ἐπιχειρεῖ τοῖς Θηβαίοις.
そして、軍を進めてレカイオンの近くに至り、道の狭く通りにくい場所を通過しようとしたとき、ティモテオスの子イフィクラテスが、軽装歩兵と他のアテナイ人の兵力を率いて、テーバイ人に攻撃を仕掛けた。
§9.14.7Ἐπαμινώνδας δὲ τοὺς ἐπιθεμένους τρέπεται καὶ πρὸς αὐτὸ ἀφικόμενος Ἀθηναίων τὸ ἄστυ, ὡς ἐπεξιέναι μαχουμένους τοὺς Ἀθηναίους ἐκώλυεν Ἰφικράτης, ὁ δὲ αὖθις ἐς τὰς Θήβας ἀπήλαυνε.
しかしエパメイノンダスは、攻撃してきた者たちを敗走させ、アテナイのまさに市街にまで達した。 アテナイ人が戦うために打って出てくるのをイフィクラテスが阻んだので、彼は再びテーバイへと引き返した。
καὶ δίκην μὲν ἔφυγεν ὑπὲρ θανάτου, διότι ἐβοιωτάρχησεν ἐξήκοντος ἤδη τοῦ χρόνου· λέγονται δὲ οἱ δικάζειν λαχόντες οὐδὲ ἀρχὴν περὶ αὐτοῦ θέσθαι τὴν ψῆφον.
そして、任期がすでに満了していたにもかかわらずボイオタルケスを務めたという理由で、死刑を求めて訴追されたが、裁判官に選ばれた者たちは彼に対して最初から全く票を投じなかったと言われている。

語釈・文法注

  1. 9.14.1ἔφη τε ἄμεινον ἔσεσθαι τὸν πόλεμόν σφισιν ἐκ Βοιωτῶν ἐς τὴν Λακεδαίμονα ἀπώσασθαι — 対格不定詞句において、不定詞 ἀπώσασθαι(退けること)の主語は省略された対格の「自分たち(テーバイ人)」であり、σφισιν は与格の再帰代名詞で「自分たちにとって(ἄμεινον とともに)」を意味する。主節の主語であるエパメイノンダス(またはその率いるテーバイ側全体)を指している。
  2. 9.14.2ἐλπίδος κρεῖσσον — κρεῖσσον(より勝る、より強力・困難である)が属格 ἐλπίδος(希望、予想)を伴い、「予想を超えて、望み以上に困難である」という意味を表す比較級構文である。
  3. 9.14.3πρὶν κούριον ἀγλαὸν ἥβην Δωριέες ὀλέσωσʼ — 古典詩の言語(神託の韻文ヘクサメトロス)における時間従属節。接続詞 πρὶν が ἄν なしで直接接続法 ὀλέσωσʼ を支配している。対格の κούριον ἀγλαὸν ἥβην は「若々しく輝かしい若者たち」を指し、他動詞 ὀλέσωσʼ(滅ぼす)の直接目的語である。
  4. 9.14.5τεθνάναι δὲ ἐτέτακτο ἐπιλαβόντα ἄνδρα τῆς ἀρχῆς — 非人称動詞 ἐτέτακτο(定められていた)の主語となる不定詞句。完了不定詞 τεθνάναι(死んでいること、死刑に処されること)の意味上の主語として、対格の ἄνδρα(男が)が置かれ、さらにそれに分詞 ἐπιλαβόντα が一致している。ἐπιλαμβάνω の自動詞的(あるいは再帰的)用法で「職を任期を越えて引き受ける、保持する」の意をなし、属格の τῆς ἀρχῆς がその対象である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §9.14.1-9.14.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:9.14.1-9.14.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。