§9.13.6τότε δὲ ὁ Ἐπαμινώνδας Σκεδάσῳ καὶ ταῖς παισὶν ἐνήγιζέ τε καὶ εὔχετο, ὡς οὐ μᾶλλον ὑπὲρ σωτηρίας Θηβαίων ἢ καὶ τιμωρίας ἐκείνων τὸν ἀγῶνα ἐσόμενον.
当时,埃帕米农达向斯克达索斯和他的女儿们献祭并祈祷,坚信这场战斗与其说是为了底比斯人的安全,不如说是为了给她们复仇。
τῶν δὲ βοιωταρχούντων οὐ κατὰ ταὐτὰ ἐγίνοντο αἱ γνῶμαι, διεστηκυῖαι δὲ πολὺ ἀπʼ ἀλλήλων·
然而,波奥蒂亚诸将领的意见并不一致,彼此相差甚远。
Ἐπαμινώνδᾳ μὲν γὰρ ἤρεσκε καὶ Μάλγιδι καὶ Ξενοκράτει κατὰ τάχος πρὸς τοὺς Λακεδαιμονίους ποιεῖσθαι μάχην, Δαμοκλείδας δὲ καὶ Δαμόφιλος καὶ Σιμάγγελος συμβάλλειν μὲν οὐκ εἴων, ἐκέλευον δὲ ὑπεκθεμένους ἐς τὴν Ἀττικὴν γυναῖκας καὶ παῖδας ὡς πολιορκησομένους αὐτοὺς παρασκευάζεσθαι.
埃帕米农达、马尔吉斯和克塞诺克拉特赞成立即与拉刻代蒙人交战,而达莫克莱达斯、达莫菲洛斯和西曼格洛斯则不允许交战,反而主张将妇女和儿童安全转移到阿提卡,并作好自己将被包围的准备。
§9.13.7τῶν μὲν δὴ ἓξ ἐς τοσοῦτον ἦν κεχωρισμένα τὰ βουλεύματα· προσγενομένης δὲ ψήφου τοῖς περὶ τὸν Ἐπαμινώνδαν τοῦ ἑβδόμου τῶν Βοιωταρχῶν, ὃς ἐφρούρει μὲν τὴν κατὰ τὸν Κιθαιρῶνα ἐσβολήν, ὄνομα δὲ ἦν οἱ Βραχυλλίδης, τούτου τοῦ ἀνδρός, ὡς ἐπανῆλθεν ἐς τὸ στρατόπεδον, προσθεμένου τοῖς περὶ τὸν Ἐπαμινώνδαν, τότε καὶ πᾶσιν ἐδέδοκτο ἀγῶνι διακρίνεσθαι.
这六个人的计划分歧竟至于此;但当第七位波奥蒂亚将领的选票加入到埃帕米农达的一派时——此人名叫布拉丘利德斯,先前一直看守着基泰龙山的通道——当他回到军营并支持埃帕米农达一派时,全体便决定通过战斗来决一胜负。
§9.13.8τῷ δὲ Ἐπαμινώνδᾳ καὶ ἐς ἄλλους Βοιωτῶν ὕποπτα ἦν, ἐς δὲ τοὺς Θεσπιεῖς καὶ περισσότερον·
然而,埃帕米农达对其他波奥蒂亚人也怀有疑心,对塞斯比亚人尤甚。
δείσας οὖν μὴ σφᾶς παρὰ τὸ ἔργον προδῶσιν, ἀποχώρησιν παρεῖχεν ἀπὸ στρατοπέδου τοῖς ἐθέλουσιν οἴκαδε· καὶ οἱ Θεσπιεῖς τε ἀπαλλάσσονται πανδημεὶ καὶ εἴ τισιν ἄλλοις Βοιωτῶν ὑπῆν δύσνοια ἐς τοὺς Θηβαίους.
因为害怕他们会在战斗中背叛,他允许那些想要回家的人离开军营;于是,塞斯比亚人全体撤离,其他对底比斯人怀有敌意的波奥蒂亚人也一同离去。
§9.13.9ὡς δὲ ἐς χεῖρας συνῄεσαν, ἐνταῦθα οἱ σύμμαχοι τῶν Λακεδαιμονίων ἅτε αὐτοῖς καὶ τὸν πρὸ τοῦ χρόνον οὐκ ἀρεσκόμενοι τὸ ἔχθος μάλιστα ἐπεδείκνυντο, οὔτε κατὰ χώραν μένειν ἐθέλοντες, ἐνδιδόντες δὲ ὅπῃ σφίσιν οἱ πολέμιοι προσφέροιντο.
当双方展开肉搏战时,拉刻代蒙人的盟友因先前就对他们不满,在此刻最强烈地表现出敌意,不愿坚守阵地,凡是敌人攻来的地方,他们便纷纷败退。
αὐτοὺς δὲ Λακεδαιμονίους καὶ Θηβαίους ἐξ ἴσου καθίστη τοὺς μὲν ἐμπειρία τε ἡ προϋπάρχουσα καὶ ἅμα αἰδουμένους μὴ καταλῦσαι τῆς Σπάρτης τὸ ἀξίωμα, Θηβαῖοι δὲ ὑπὲρ τῆς πατρίδος καὶ πρὸ γυναικῶν καὶ παίδων τὸν κίνδυνον ἐφεστηκότα ἑώρων.
然而,拉刻代蒙人自己与底比斯人则势均力敌:前者凭借原有的军事经验,同时因害怕败坏斯巴达的威信而感到羞耻;而底比斯人则看到为了祖国以及妻儿,危机已迫在眉睫。
§9.13.10ὡς δὲ ἄλλοι τε Λακεδαιμονίων τῶν ἐν τέλει καὶ ὁ βασιλεὺς ἐτεθνήκει Κλεόμβροτος, ἐνταῦθα τοὺς Σπαρτιάτας καὶ ταλαιπωρουμένους ἐπελάμβανεν ἀνάγκη μὴ ἐνδιδόναι· παρὰ γὰρ τοῖς Λακεδαιμονίοις αἴσχιστον ἐδέδοκτο εἶναι βασιλέως νεκρὸν ἐπὶ ἀνδράσι πολεμίοις γενόμενον περιοφθῆναι.
当其他拉刻代蒙的官员及国王克勒翁布罗托斯战死时,斯巴达人尽管陷入苦战,但也面临着绝不能后退的绝境;因为在拉刻代蒙人看来,任由国王的遗体落在敌人手里是最为耻辱的事。
§9.13.11Θηβαίοις μὲν ἡ νίκη κατείργαστο ἐπιφανέστατα πασῶν ὁπόσας κατὰ Ἑλλήνων ἀνείλοντο Ἕλληνες·
底比斯人所取得的这场胜利,是所有希腊人战胜希腊人的战役中最辉煌的一场。
Λακεδαιμόνιοι δὲ ἐς τὴν ὑστεραίαν τοὺς τεθνεῶτας διενοοῦντο ὡς θάψοντες καὶ ἀποστέλλουσι κήρυκα ἐς τοὺς Θηβαίους.
第二天,拉刻代蒙人打算埋葬死者,并向底比斯人派去了使者。
Ἐπαμινώνδας δέ, ἐπιστάμενος ὡς ἐπικρύπτεσθαι τὰς συμφορὰς ἀεί ποτε οἱ Λακεδαιμόνιοι πεφύκασιν, ἔφασκεν ἀναίρεσιν τῶν νεκρῶν προτέροις αὐτῶν διδόναι τοῖς συμμάχοις, ἐπὶ δὲ ἐκείνοις ἀνελομένοις οὕτω καὶ τοὺς Λακεδαιμονίους ἠξίου θάπτειν τοὺς αὑτῶν.
但埃帕米农达知道拉刻代蒙人向来有掩盖灾难的本性,于是声称,先允许他们的盟友收敛尸体,在盟友收敛完毕后,才同意拉刻代蒙人埋葬他们自己的死者。
§9.13.12ὡς δὲ τῶν συμμάχων οἱ μὲν οὐδὲ ἀρχὴν ἀνῃροῦντο ἅτε οὐ τεθνεῶτός σφισιν οὐδενός, τῶν δὲ ὀλίγον ἐφαίνετο εἶναι τὸ διεφθαρμένον, οὕτω Λακεδαιμόνιοί τε ἔθαπτον τοὺς αὑτῶν καὶ ἤδη Σπαρτιάτας ἐξελήλεγκτο εἶναι τοὺς κειμένους.
因此,由于盟友中有些人因无人战死而根本没有收敛尸体,而其他人的伤亡也显得很少,于是拉刻代蒙人只得埋葬他们自己的死者,这便暴露了躺在那里的死者正是斯巴达人。
ἀπέθανον δὲ Θηβαίων τε καὶ ὅσοι παρέμειναν Βοιωτῶν ἑπτὰ καὶ τεσσαράκοντα ἄνδρες, Λακεδαιμονίων δὲ αὐτῶν πλείους ἢ χίλιοι.
底比斯人及留下的波奥蒂亚人共战死四十七人,而拉刻代蒙人自己则战死了千余人。