§8.6.1τὰ μὲν δὴ ἐς τοὺς βασιλεῖς πολυπραγμονήσαντί μοι κατὰ ταῦτα ἐγενεαλόγησαν οἱ Ἀρκάδες·
アルカディア人たちは、私が王たちに関して熱心に探求したところ、このように系譜を語った。
κοινῇ δὲ Ἀρκάσιν ὑπῆρχεν ἐς μνήμην τὰ μὲν ἀρχαιότατα ὁ πρὸς Ἰλίῳ πόλεμος, δεύτερα δὲ ὁπόσα ἀμύνοντες Μεσσηνίοις Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο·
一方で、アルカディア人たちに共通する記憶として存在するのは、最も古いものとしてはトロイアに対する戦争であり、第二には、彼らがメッセニア人たちを救援してラケダイモン人たちに敵対して戦ったすべてのことである。
μέτεστι δὲ καὶ πρὸς Μήδους σφίσιν ἔργου τοῦ ἐν Πλαταιαῖς.
また、彼らはプラタイアイにおけるペルシア人に対する戦闘の功績も分け持っている。
§8.6.2Λακεδαιμονίοις δὲ ἀνάγκῃ πλέον καὶ οὐ μετʼ εὐνοίας ἐπί τε Ἀθηναίους συνεστρατεύσαντο καὶ ἐς τὴν Ἀσίαν μετὰ Ἀγησιλάου διέβησαν, καὶ δὴ καὶ ἐς Λεῦκτρα αὐτοῖς τὰ Βοιωτικὰ ἠκολούθησαν.
彼らは好意からというよりはむしろ強制によって、ラケダイモン人たちとともにアテナイ人たちに対しても遠征し、アゲシラオスとともにアジアへと渡り、さらにはボイオティアのレウクトラまで彼らに従った。
τὸ δὲ ὕποπτον τὸ ἐς τοὺς Λακεδαιμονίους ἀλλαχοῦ τε ἐπεδείξαντο καὶ μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις παρὰ Θηβαίους αὐτίκα ἀπʼ αὐτῶν μετέστησαν.
彼らはラケダイモン人に対する不信の念を他の場所でも示したが、レウクトラでのラケダイモン人の敗北ののち、すぐさま彼らから離れてテーバイ人の方へと転じた。
Φιλίππῳ δὲ καὶ Μακεδόσιν ἐν Χαιρωνείᾳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ πρὸς Ἀντίπατρον οὐκ ἐμαχέσαντο μετὰ Ἑλλήνων, οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία ἐτάξαντο.
カイロネイアにおいてフィリッポスおよびマケドニア人に対して、またのちにテッサリアにおいてアンティパトロスに対して、彼らは他のギリシア人たちと共に戦うことはしなかったが、かといって、ギリシア人たちに敵対して陣を張ることもなかった。
§8.6.3πρὸς Γαλάτας δὲ τοῦ ἐν Θερμοπύλαις κινδύνου φασὶ Λακεδαιμονίων ἕνεκα οὐ μετασχεῖν, ἵνα μή σφισιν οἱ Λακεδαιμόνιοι κακουργοῖεν τὴν γῆν ἀπόντων τῶν ἐν ἡλικίᾳ·
ガラティア人に対するテルモピュライでの危機に際しては、兵役に適した者たちが不在の間にラケダイモン人が彼らの土地を荒らさないようにするために、ラケダイモン人のせいで参加しなかったと彼らは言っている。
συνεδρίου δὲ τῶν Ἀχαιῶν μετέσχον οἱ Ἀρκάδες προθυμότατα Ἑλλήνων.
しかし、アカイア人の同盟には、アルカディア人たちはギリシア人の中で最も熱心に参加した。
ὁπόσα δὲ αὐτοῖς οὐχὶ ἐν κοινῷ, κατὰ πόλεις δὲ ἰδίᾳ συμβεβηκότα εὕρισκον, ἀποθησόμεθα αὐτῶν ἕκαστον ἐς τὸ οἰκεῖον τοῦ λόγου.
彼らにとって全体(共同)のことではなく、それぞれの都市ごとに個別に起こったこととして私が見出す限りのすべてのことは、それらの各々を記述の相応しい箇所へと振り分けることにしよう。
§8.6.4εἰσὶν οὖν ἐς Ἀρκαδίαν ἐσβολαὶ κατὰ τὴν Ἀργείαν πρὸς μὲν Ὑσιῶν καὶ ὑπὲρ τὸ ὄρος τὸ Παρθένιον ἐς τὴν Τεγεατικήν, δύο δὲ ἄλλαι κατὰ Μαντίνειαν διά τε Πρίνου καλουμένης καὶ διὰ Κλίμακος.
さて、アルゴス領からアルカディアへの進入路としては、一つはヒュシアイの方から、そしてパルテニオン山を越えてテゲア領へと入るものがあり、一方、マンティネイアの方へは他の二つの道があり、「プリノス」と呼ばれる道を経るものと、「クリマクス」を経るものである。
αὕτη δὲ εὐρυτέρα τέ ἐστι καὶ ἡ κάθοδος εἶχεν αὕτη βασμίδας ποτὲ ἐμπεποιημένας·
この道はより広く、またその下り坂にはかつて作られた階段があった。
ὑπερβαλόντων δὲ τὴν Κλίμακα χωρίον ἐστὶν ὀνομαζόμενον Μελαγγεῖα, καὶ τὸ ὕδωρ αὐτόθεν τὸ πότιμον Μαντινεῦσι κάτεισιν ἐς τὴν πόλιν.
クリマクスを越えた者たちにとって「メランゲイア」と呼ばれる場所があり、そしてそこからマンティネイアの人々のための飲料水が市内へと下っていく。
§8.6.5προελθόντι δὲ ἐκ τῶν Μελαγγείων, ἀπέχοντι τῆς πόλεως στάδια ὡς ἑπτὰ ἔστι κρήνη καλουμένη Μελιαστῶν·
メランゲイアからさらに進んだ者にとって、市からおよそ七スタディオン離れたところに「メリアスタイ」と呼ばれる泉がある。
οἱ Μελιασταὶ δὲ οὗτοι δρῶσι τὰ ὄργια τοῦ Διονύσου, καὶ Διονύσου τε μέγαρον πρὸς τῇ κρήνῃ καὶ Ἀφροδίτης ἐστὶν ἱερὸν Μελαινίδος.
このメリアスタイはディオニュソスの秘儀を行い、泉の傍らにはディオニュソスの堂と「黒い(メライニス)」アプロディテの神殿がある。
ἐπίκλησιν δὲ ἡ θεὸς ταύτην κατʼ ἄλλο μὲν ἔσχεν οὐδέν, ὅτι δὲ ἀνθρώπων μὴ τὰ πάντα αἱ μίξεις ὥσπερ τοῖς κτήνεσι μεθʼ ἡμέραν, τὰ πλείω δέ εἰσιν ἐν νυκτί.
女神がこの異名を得たのは他でもなく、人間の交わりは家畜のようにすべてが昼間に行われるのではなく、その大部分が夜間に行われるからである。
§8.6.6ἡ δὲ ὑπολειπομένη τῶν ὁδῶν στενωτέρα ἐστὶ τῆς προτέρας καὶ ἄγει διὰ τοῦ Ἀρτεμισίου.
残されたもう一つの道は、先の道よりも狭く、アルテミシオン山を通っている。
τούτου δὲ ἐπεμνήσθην καὶ ἔτι πρότερον τοῦ ὄρους, ὡς ἔχοι μὲν ναὸν καὶ ἄγαλμα Ἀρτέμιδος, ἔχοι δὲ καὶ τοῦ Ἰνάχου τὰς πηγάς.
私はこの山については、すでに以前にも、アルテミスの神殿と像があり、またイナコスの水源もあるとして言及した。
ὁ δὲ Ἴναχος ἐφʼ ὅσον μὲν πρόεισι κατὰ τὴν ὁδὸν τὴν διὰ τοῦ ὄρους, τοῦτό ἐστιν Ἀργείοις καὶ Μαντινεῦσιν ὅρος τῆς χώρας·
イナコス川は、山を通る道に沿って進む限りにおいては、アルゴス人とマンティネイア人にとっての領土の境界となっている。
ἀποστρέψας δὲ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ διὰ τῆς Ἀργείας ἤδη τὸ ἀπὸ τούτου κάτεισι, καὶ ἐπὶ τούτῳ τὸν Ἴναχον ἄλλοι τε καὶ Αἰσχύλος ποταμὸν καλοῦσιν Ἀργεῖον.
しかし道から流れを変えると、それより先、その水はアルゴス領を通って流れ下り、そしてこの理由によって、イナコスを他の人々やアイスキュロスは「アルゴスの川」と呼んでいる。