§8.6.1τὰ μὲν δὴ ἐς τοὺς βασιλεῖς πολυπραγμονήσαντί μοι κατὰ ταῦτα ἐγενεαλόγησαν οἱ Ἀρκάδες·
The Arcadians related their genealogies in this way when I made diligent inquiries concerning their kings.
κοινῇ δὲ Ἀρκάσιν ὑπῆρχεν ἐς μνήμην τὰ μὲν ἀρχαιότατα ὁ πρὸς Ἰλίῳ πόλεμος, δεύτερα δὲ ὁπόσα ἀμύνοντες Μεσσηνίοις Λακεδαιμονίων ἐναντία ἐμαχέσαντο· μέτεστι δὲ καὶ πρὸς Μήδους σφίσιν ἔργου τοῦ ἐν Πλαταιαῖς.
On the other hand, the collective memories preserved among the Arcadians are, first, the ancient war against Ilium, and second, all the battles they fought against the Lacedaemonians in defense of the Messenians; and they also have a share in the action against the Persians at Plataea.
§8.6.2Λακεδαιμονίοις δὲ ἀνάγκῃ πλέον καὶ οὐ μετʼ εὐνοίας ἐπί τε Ἀθηναίους συνεστρατεύσαντο καὶ ἐς τὴν Ἀσίαν μετὰ Ἀγησιλάου διέβησαν, καὶ δὴ καὶ ἐς Λεῦκτρα αὐτοῖς τὰ Βοιωτικὰ ἠκολούθησαν.
Indeed, they campaigned against the Athenians together with the Lacedaemonians and crossed over into Asia with Agesilaus rather by necessity than with goodwill, and they even followed them to Boeotian Leuctra.
τὸ δὲ ὕποπτον τὸ ἐς τοὺς Λακεδαιμονίους ἀλλαχοῦ τε ἐπεδείξαντο καὶ μετὰ τὸ ἀτύχημα Λακεδαιμονίων τὸ ἐν Λεύκτροις παρὰ Θηβαίους αὐτίκα ἀπʼ αὐτῶν μετέστησαν.
Their suspicion toward the Lacedaemonians they displayed elsewhere too, and immediately after the disaster of the Lacedaemonians at Leuctra they revolted from them to the Thebans.
Φιλίππῳ δὲ καὶ Μακεδόσιν ἐν Χαιρωνείᾳ καὶ ὕστερον ἐν Θεσσαλίᾳ πρὸς Ἀντίπατρον οὐκ ἐμαχέσαντο μετὰ Ἑλλήνων, οὐ μὴν οὐδὲ τοῖς Ἕλλησιν ἐναντία ἐτάξαντο.
At Chaeronea against Philip and the Macedonians, and later in Thessaly against Antipater, they did not fight alongside the Greeks, yet they certainly did not draw themselves up in opposition to the Greeks either.
§8.6.3πρὸς Γαλάτας δὲ τοῦ ἐν Θερμοπύλαις κινδύνου φασὶ Λακεδαιμονίων ἕνεκα οὐ μετασχεῖν, ἵνα μή σφισιν οἱ Λακεδαιμόνιοι κακουργοῖεν τὴν γῆν ἀπόντων τῶν ἐν ἡλικίᾳ·
Against the Galatians, they say they did not take part in the danger at Thermopylae because of the Lacedaemonians, lest the Lacedaemonians should ravage their land while those of military age were absent.
συνεδρίου δὲ τῶν Ἀχαιῶν μετέσχον οἱ Ἀρκάδες προθυμότατα Ἑλλήνων.
But the Arcadians participated in the league of the Achaeans most enthusiastically of all the Greeks.
ὁπόσα δὲ αὐτοῖς οὐχὶ ἐν κοινῷ, κατὰ πόλεις δὲ ἰδίᾳ συμβεβηκότα εὕρισκον, ἀποθησόμεθα αὐτῶν ἕκαστον ἐς τὸ οἰκεῖον τοῦ λόγου.
As for all the events which occurred to them not in common but privately by individual cities, as I find them, we shall set each of them down in the appropriate place in our account.
§8.6.4εἰσὶν οὖν ἐς Ἀρκαδίαν ἐσβολαὶ κατὰ τὴν Ἀργείαν πρὸς μὲν Ὑσιῶν καὶ ὑπὲρ τὸ ὄρος τὸ Παρθένιον ἐς τὴν Τεγεατικήν, δύο δὲ ἄλλαι κατὰ Μαντίνειαν διά τε Πρίνου καλουμένης καὶ διὰ Κλίμακος.
Now there are passes into Arcadia from the Argolid: one by Hysiae and over Mount Parthenium into the Tegean territory, and two others leading to Mantinea, namely through what is called Prinos and through Climax.
αὕτη δὲ εὐρυτέρα τέ ἐστι καὶ ἡ κάθοδος εἶχεν αὕτη βασμίδας ποτὲ ἐμπεποιημένας·
The latter is wider, and its descent once had steps constructed in it.
ὑπερβαλόντων δὲ τὴν Κλίμακα χωρίον ἐστὶν ὀνομαζόμενον Μελαγγεῖα, καὶ τὸ ὕδωρ αὐτόθεν τὸ πότιμον Μαντινεῦσι κάτεισιν ἐς τὴν πόλιν.
For those who have crossed the Climax, there is a place called Melangeia, and from there the drinking water for the Mantineans flows down into their city.
§8.6.5προελθόντι δὲ ἐκ τῶν Μελαγγείων, ἀπέχοντι τῆς πόλεως στάδια ὡς ἑπτὰ ἔστι κρήνη καλουμένη Μελιαστῶν·
For one who has gone forward from Melangeia, at a distance of about seven stades from the city, there is a spring called that of the Meliastae.
οἱ Μελιασταὶ δὲ οὗτοι δρῶσι τὰ ὄργια τοῦ Διονύσου, καὶ Διονύσου τε μέγαρον πρὸς τῇ κρήνῃ καὶ Ἀφροδίτης ἐστὶν ἱερὸν Μελαινίδος.
These Meliastae perform the orgies of Dionysus, and near the spring is a hall of Dionysus and a sanctuary of Aphrodite Melainis (the Black).
ἐπίκλησιν δὲ ἡ θεὸς ταύτην κατʼ ἄλλο μὲν ἔσχεν οὐδέν, ὅτι δὲ ἀνθρώπων μὴ τὰ πάντα αἱ μίξεις ὥσπερ τοῖς κτήνεσι μεθʼ ἡμέραν, τὰ πλείω δέ εἰσιν ἐν νυκτί.
The goddess obtained this surname for no other reason than because the intercourses of human beings, unlike those of cattle, do not take place entirely by day, but for the most part in the night.
§8.6.6ἡ δὲ ὑπολειπομένη τῶν ὁδῶν στενωτέρα ἐστὶ τῆς προτέρας καὶ ἄγει διὰ τοῦ Ἀρτεμισίου.
The remaining of the roads is narrower than the former and leads through Mount Artemision.
τούτου δὲ ἐπεμνήσθην καὶ ἔτι πρότερον τοῦ ὄρους, ὡς ἔχοι μὲν ναὸν καὶ ἄγαλμα Ἀρτέμιδος, ἔχοι δὲ καὶ τοῦ Ἰνάχου τὰς πηγάς.
Of this mountain I have indeed made mention before, as having a temple and image of Artemis, and also containing the springs of the Inachus.
ὁ δὲ Ἴναχος ἐφʼ ὅσον μὲν πρόεισι κατὰ τὴν ὁδὸν τὴν διὰ τοῦ ὄρους, τοῦτό ἐστιν Ἀργείοις καὶ Μαντινεῦσιν ὅρος τῆς χώρας· ἀποστρέψας δὲ ἐκ τῆς ὁδοῦ τὸ ὕδωρ διὰ τῆς Ἀργείας ἤδη τὸ ἀπὸ τούτου κάτεισι, καὶ ἐπὶ τούτῳ τὸν Ἴναχον ἄλλοι τε καὶ Αἰσχύλος ποταμὸν καλοῦσιν Ἀργεῖον.
The Inachus, as far as it proceeds along the road through the mountain, is the boundary of the land for the Argives and Mantineans; but having turned its water away from the road, it thenceforth flows down through the Argolid, and for this reason others, as well as Aeschylus, call the Inachus an Argive river.