Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.7.1-8.7.8

不耕起平野の奇観とフィリッポス2世への神罰

308 / 465 箇所 · ギリシア語

要旨

筆者はマンティネイア領のアテミシオン山周辺にある平野や泉の奇観について語り、マケドニア王フィリッポスが残した足跡と、彼の不義に対する神々の報いについて言及する。

§8.7.1ὑπερβαλόντα δὲ ἐς τὴν Μαντινικὴν διὰ τοῦ Ἀρτεμισίου πεδίον ἐκδέξεταί σε Ἀργὸν καλούμενον, καθάπερ γε καὶ ἔστι·
アルテミシオン山を通ってマンティネイア領へと越えて行くあなたを、「耕作されない地(アルゴン)」と呼ばれる平野が出迎える。 それは現にその名が示す通りである。
τὸ γὰρ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ κατερχόμενον ἐς αὐτὸ ἐκ τῶν ὀρῶν ἀργὸν εἶναι τὸ πεδίον ποιεῖ, ἐκώλυέ τε οὐδὲν ἂν τὸ πεδίον τοῦτο εἶναι λίμνην, εἰ μὴ τὸ ὕδωρ ἠφανίζετο ἐς χάσμα γῆς.
というのも、神から山々からこの平野へと下ってくる水が、そこを耕作不能にしているからである。 そして、もし水が地の裂け目へと消え去らないならば、この平野が湖になるのを妨げるものは何もなかったであろう。
§8.7.2ἀφανισθὲν δὲ ἐνταῦθα ἄνεισι κατὰ τὴν Δίνην· ἔστι δὲ ἡ Δίνη κατὰ τὸ Γενέθλιον καλούμενον τῆς Ἀργολίδος, ὕδωρ γλυκὺ ἐκ θαλάσσης ἀνερχόμενον.
そこで消え去った水は、アルゴリス地方の「ゲネトリオン」と呼ばれる場所にある「ディネ(渦)」から湧き上がる。 これは海から湧き出る真水である。
τὸ δὲ ἀρχαῖον καὶ καθίεσαν ἐς τὴν Δίνην τῷ Ποσειδῶνι ἵππους οἱ Ἀργεῖοι κεκοσμημένους χαλινοῖς.
古代には、アルゴス人たちはポセイドンのために、手綱で飾られた馬たちをディネへと沈めていた。
γλυκὺ δὲ ὕδωρ ἐν θαλάσσῃ δῆλόν ἐστιν ἐνταῦθά τε ἀνιὸν ἐν τῇ Ἀργολίδι καὶ ἐν τῇ Θεσπρωτίδι κατὰ τὸ Χειμέριον καλούμενον.
海の中の真水は、ここアルゴリス地方で湧き上がっているだけでなく、テスプロティア地方の「ケイメリオン」と呼ばれる場所でも湧き上がっていることが知られている。
§8.7.3θαύματος δὲ ἔτι πλέονός ἐστιν ἐν Μαιάνδρῳ ζέον ὕδωρ, τὸ μὲν ἐκ πέτρας, περιέχοντος τοῦ ῥεύματος τὴν πέτραν, τὸ δὲ καὶ ἐκ τῆς ἰλύος ἄνεισι τοῦ ποταμοῦ.
さらに大きな驚異に値するのは、マイアンドロス川における沸き立つ水であり、その一方は、流れがその岩を取り囲む中、岩から湧き出しており、他方は川の泥からも湧き出している。
πρὸ Δικαιαρχίας δὲ τῆς Τυρσηνῶν ὕδωρ τε ἐν θαλάσσῃ ζέον καὶ νῆσος διʼ αὐτό ἐστι χειροποίητος, ὡς μηδὲ τοῦτο τὸ ὕδωρ ἀργὸν εἶναι ἀλλά σφισι λουτρὰ θερμά.
また、ティレニア人のディカイアルキアの前には、海の中に沸き立つ水があり、そのために人工の島が作られていて、この水が無駄にされることなく、彼らにとって温水浴場となるようになっている。
§8.7.4τοῦ δὲ Ἀργοῦ καλουμένου πεδίου Μαντινεῦσιν ὄρος ἐστὶν ἐν ἀριστερᾷ, σκηνῆς τε Φιλίππου τοῦ Ἀμύντου καὶ κώμης ἐρείπια ἔχον Νεστάνης·
「耕作されない地(アルゴン)」と呼ばれる平野の、マンティネイア人にとって左手には山があり、アミュンタスの子フィリッポスの幕舎と、ネスタネという村の遺跡がある。
πρὸς ταύτῃ γὰρ στρατοπεδεύσασθαι τῇ Νεστάνῃ Φίλιππον λέγουσι καὶ τὴν πηγὴν αὐτόθι ὀνομάζουσιν ἔτι ἀπὸ ἐκείνου Φιλίππιον.
なぜなら、フィリッポスはこのネスタネの近くに陣を張ったと言われており、そこにある泉を今でも彼にちなんで「フィリッピオス」と呼んでいるからである。
ἀφίκετο δὲ ἐς Ἀρκαδίαν Φίλιππος οἰκειωσόμενός τε Ἀρκάδας καὶ ἀπὸ τοῦ Ἑλληνικοῦ σφᾶς τοῦ ἄλλου διαστήσων.
フィリッポスがアルカディアに来たのは、アルカディア人たちを味方に引き入れ、彼らを他のギリシア人たちから切り離すためであった。
§8.7.5Φίλιππον δὲ βασιλέων μὲν τῶν πρὸ αὐτοῦ καὶ ὅσοι Μακεδόσι γεγόνασιν ὕστερον, τούτων μὲν πείθοιτο ἄν τις μέγιστα αὐτὸν ἔργα ἐπιδείξασθαι·
フィリッポスに関しては、彼の前の王たちや、その後にマケドニア人のために現れた王たちの中で、彼が最も偉大な業績を示したと、誰もが納得するかもしれない。
στρατηγὸν δὲ ἀγαθὸν οὐκ ἄν τις φρονῶν ὀρθὰ καλέσειεν αὐτόν, ὅς γε καὶ ὅρκους θεῶν κατεπάτησεν ἀεὶ καὶ σπονδὰς ἐπὶ παντὶ ἐψεύσατο πίστιν τε ἠτίμασε μάλιστα ἀνθρώπων.
しかし、正しく考える者であれば、誰も彼を優れた将軍とは呼ばないだろう。 というのも、彼は常に神々への誓いを踏みにじり、あらゆる機会において同盟を偽り、人間の中で最も信義を侮ったからである。
§8.7.6καί οἱ τὸ ἐκ τοῦ θεοῦ μήνιμα ἀπήντησεν οὐκ ὀψέ, πρῶτα δὲ ὧν ἴσμεν.
そして、神からの怒りが彼に遅れることなく訪れたが、それは我々が知る限り最初のこと(他に見られないほど速やかなもの)であった。
Φίλιππος μὲν οὐ πρόσω βιώσας ἕξ τε καὶ τεσσαράκοντα ἐτῶν τὸ μάντευμα ἐξετέλεσε τὸ ἐκ Δελφῶν, ὃ δὴ χρωμένῳ οἱ περὶ τοῦ Πέρσου γενέσθαι λέγουσιν, " ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων·
フィリッポスは四十六歳より長く生きることはなく、デルポイからの神託を成就した。 それは、彼がペルシア人について尋ねた時に彼に下されたと言われているものである。 "牡牛は飾られ、終わりを迎え、屠る者がそこにいる。
" τοῦτο μὲν δὴ οὐ μετὰ πολὺ ἐδήλωσεν οὐκ ἐς τὸν Μῆδον, ἀλλὰ ἐς αὐτὸν ἔχον Φίλιππον·
"これは間もなく、ペルシア人に対してではなく、フィリッポス自身に向けられたものであることを明らかにした。
§8.7.7ἐπὶ δὲ Φιλίππῳ τελευτήσαντι Φιλίππου παῖδα νήπιον, γεγονότα δὲ ἐκ Κλεοπάτρας ἀδελφιδῆς Ἀττάλου, τοῦτον τὸν παῖδα ὁμοῦ τῇ μητρὶ Ὀλυμπιὰς ἐπὶ σκεύους χαλκοῦ πυρὸς ὑποβεβλημένου διέφθειρεν ἕλκουσα·
フィリッポスが死んだのち、アッタロスの姪クレオパトラから生まれた、フィリッポスの幼い子を、オリンピアスは、下に火がくべられた青銅の器の上に引きずって、その母親とともに殺害した。
χρόνῳ δὲ ὕστερον καὶ Ἀριδαῖον ἀπέκτεινεν.
のちに彼女はアリダイオスをも殺害した。
ἔμελλε δὲ ἄρα ὁ δαίμων καὶ τὸ γένος τὸ Κασσάνδρου κακῶς ἐξαμήσειν·
そして神霊はカッサンドロスの血統をも無残に刈り取るつもりであったのだ。
Κασσάνδρῳ δὲ οἱ παῖδες ἐκ Θεσσαλονίκης γεγόνασι τῆς Φιλίππου, Θεσσαλονίκῃ δὲ ἦσαν καὶ Ἀριδαίῳ μητέρες Θεσσαλαί.
カッサンドロスには、フィリッポスの娘テッサロニケから子供たちが生まれており、テッサロニケとアリダイオスの母親はテッサリアの女たちであった。
τὰ δὲ ἐς Ἀλέξανδρον καὶ τοῖς πᾶσιν ὁμοίως δῆλά ἐστιν·
アレクサンドロスに関する出来事は、すべての人に同様に明らかである。
§8.7.8εἰ δὲ τῶν ἐς Γλαῦκον τὸν Σπαρτιάτην ἐποιήσατο ὁ Φίλιππος λόγον καὶ τὸ ἔπος ἐφʼ ἑκάστου τῶν ἔργων ἀνεμίμνησκεν αὑτόν, " ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀρείων, " οὐκ ἂν οὕτω δίχα λόγου δοκεῖ μοι θεῶν τις Ἀλεξάνδρου τε ὁμοῦ τὸν βίον καὶ ἀκμὴν τὴν Μακεδόνων σβέσαι.
もしフィリッポスが、スパルタ人グラウコスに関する話を心に留め、自分の行為のたびに、次の詩句を思い起こしていたならば、 "しかし誓いを守る者の末裔は、後世においてより栄える "神々の誰かがアレクサンドロスの命とマケドニア人の隆盛を、これほど道理から外れた方法で同時に消し去ることはなかったであろうと、私には思われる。

語釈・文法注

  1. §8.7.1ὑπερβαλόντα — 対格単数現在分詞で、主節の三人称単数動詞 `ἐκδέξεται` の直接目的語である二人称単数代名詞 `σε` を修飾する。
  2. §8.7.1ἐκώλυέ τε οὐδὲν ἂν ... εἰ μὴ ... ἠφανίζετο — `ἄν` + 直説法未完了過去(`ἐκώλυε`)と、条件節の `εἰ μὴ` + 直説法未完了過去(`ἠφανίζετο`)の組み合わせによる、過去の事実に反する仮定(反実仮想)の構文。
  3. §8.7.3ὡς μηδὲ τοῦτο τὸ ὕδωρ ἀργὸν εἶναι — `ὡς` + 不定詞による結果節。ここで `ἀργόν` は形容詞「無駄な、怠惰な」を意味し、§8.7.1 で語られた平野の名前「アルゴン」に掛けたパウサニアス特有の言葉遊びとなっている。
  4. §8.7.8οὐκ ἂν ... δόκει μοι ... σβέσαι — 反実仮想の帰結節。`ἄν` は非人称の `δόκει` ではなく、それに続く対格不定詞構文の主動詞にあたる不定詞 `σβέσαι` に係っている(`δόκει ἂν ... σβέσαι` と同義)。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.7.1-8.7.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.7.1-8.7.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。