§8.53.1τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπʼ αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε.
テゲアの人々は、アポロン・アギュイエウスの像を次のような理由で設立したと言っている。
Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον.
彼らが言うには、レトが妊娠中に彷徨い、その地に到着したとき、当時の人々のうち誰も彼女を顧みなかったが、アポロンとアルテミスはそうした者たちすべてに、国中を回って報復した。
§8.53.2ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν·
こうして神々がテゲアの人々の地にもやって来たとき、その地でテゲアトスの息子スケプロスがアポロンに近づき、彼と秘密裏に会話を交わした。
Λειμὼν δὲ—ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων—ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν.
しかし、レイモン(このレイモンもテゲアトスの子供たちの一人であったが)は、スケプロスによって語られていることが自分に対する告発を含んでいると疑い、駆け寄って兄弟を殺害した。
§8.53.3καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα ἡ δίκη τοῦ φόνου·
そして、レイモン自身はアルテミスに射殺され、ただちに殺人の報いが彼を襲った。
Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν.
テゲアトスとマイラは、その時にはただちにアポロンとアルテミスに犠牲を捧げたが、後に激しい不作に見舞われたとき、デルポイからスケプロスを悼めという神託が下った。
καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ ἡ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα ἡ Ἄρτεμις.
そこで、彼らはアギュイエウスの祭りの日に、スケプロスの名誉のために様々な儀礼を行い、また、アルテミスの女司祭は、まるでアルテミス自身がレイモンを追いかけるかのように、ある者を追いかける。
§8.53.4λέγουσι δὲ καὶ ὅσοι Τεγεάτου τῶν παίδων ἐλείποντο, μετοικῆσαι σφᾶς ἑκουσίως ἐς Κρήτην, Κύδωνα καὶ Ἀρχήδιον καὶ Γόρτυνα·
また、テゲアトスの子供たちのうち生き残った者たち、キュドン、アルケディオス、ゴルテュスは、自発的にクレタへと移住したと言われている。
καὶ ἀπὸ τούτων φασὶν ὀνομασθῆναι τὰς πόλεις Κυδωνίαν καὶ Γόρτυνά τε καὶ Κατρέα.
そして彼らにちなんで、キュドニア、ゴルテュス、カトレウスの各都市が名付けられたと言われている。
Κρῆτες δὲ οὐχ ὁμολογοῦντες τῷ Τεγεατῶν λόγῳ Κύδωνα μὲν Ἀκακαλλίδος θυγατρὸς Μίνω καὶ Ἑρμοῦ, Κατρέα δέ φασιν εἶναι Μίνω, τὸν δὲ Γόρτυνα Ῥαδαμάνθυος.
しかし、クレタの人々はこのテゲア人の言い分を認めず、キュドンはミノスの娘アカカリスとヘルメスの子であり、カトレウスはミノスの子、ゴルテュスはラダマンテュスの子であると言っている。
§8.53.5ἐς δὲ αὐτὸν Ῥαδάμανθυν Ὁμήρου μέν ἐστιν ἐν Πρωτέως πρὸς Μενέλαον λόγοις ὡς ἐς τὸ πεδίον ἥξοι Μενέλαος τὸ Ἠλύσιον, πρότερον δὲ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκειν·
ラダマンテュス自身については、ホメロスがプロテウスのメネラオスに対する対話の中で、メネラオスがエリーシオンの平野に行くだろうこと、そしてラダマンテュスはそれよりも前にすでにそこに到着していることを述べている。
Κιναίθων δὲ ἐν τοῖς ἔπεσιν ἐποίησεν ὡς Ῥαδάμανθυς μὲν Ἡφαίστου, Ἥφαιστος δὲ εἴη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα.
一方、キナイトンはその詩の中で、ラダマンテュスはヘパイストスの子であり、ヘパイストスはタロスの子、タロスはクレスの息子であったとしている。
οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλέονα καὶ οὐχ ἥκιστα ἐπὶ τοῖς γένεσίν εἰσι·
このように、ギリシア人の諸伝承は、多くの点において、そしてとりわけ系譜に関しては、互いに異なっている。
§8.53.6Τεγεάταις δὲ τοῦ Ἀγυιέως τὰ ἀγάλματα τέσσαρά εἰσιν ἀριθμόν, ὑπὸ φυλῆς ἓν ἑκάστης ἱδρυμένον.
テゲアの人々にとってアギュイエウスの像は数にして四つあり、それぞれの部族によって一つずつ設立されたものである。
ὀνόματα δὲ αἱ φυλαὶ παρέχονται Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις·
部族の名は、クラレオーティス、イッポトイティス、アポロニアティス、アタネアティスという。
καλοῦνται δὲ ἀπὸ τοῦ κλήρου ὃν τοῖς παισὶν Ἀρκὰς ἐποίησεν ὑπὲρ τῆς χώρας καὶ ἀπὸ Ἱππόθου τοῦ Κερκυόνος.
これらは、アルカスが土地に関して子供たちのために行った分配にちなんで、またケルキュオンの子イッポトオスにちなんで名付けられている。
§8.53.7ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας·
テゲアにはまたデメテルとコレの神殿があり、彼女らを「果実をもたらす者たち」と呼んでいる。 その近くには、パピアと呼ばれるアプロディテの神殿がある。
ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ.
これは、私が以前にも明らかにしたように、アルカディア人たちを率いてトロイアへと赴いたアガペノールの子孫であり、パポスに住んでいたラオディケが設立したものである。
τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον·
これの近くには、ディオニュソスの二つの聖域、コレの祭壇、そしてアポロンの神殿と金箔の施された木像がある。
§8.53.8Χειρίσοφος δὲ ἐποίησε, Κρὴς μὲν γένος, ἡλικίαν δὲ αὐτοῦ καὶ τὸν διδάξαντα οὐκ ἴσμεν·
この像はクレタ人ケイリソポスが製作したものであるが、彼の時代や師が誰であったかは私たちは知らない。
ἡ δὲ δίαιτα ἡ ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε.
ただ、ダイダロスがミノスのもとでクノッソスに滞在したことが、クレタ人たちに、木像の製作に関しても、より長期にわたる名声をもたらすことになった。
παρὰ δὲ τῷ Ἀπόλλωνι ὁ Χειρίσοφος ἕστηκε λίθου πεποιημένος.
アポロン像の隣には、石でつくられたケイリソポスの像が立っている。
§8.53.9καλοῦσι δὲ οἱ Τεγεᾶται καὶ ἑστίαν Ἀρκάδων κοινήν·
テゲアの人々はまた、アルカディア人共同のヘスティアとも呼んでいる。
ἐνταῦθά ἐστιν ἄγαλμα Ἡρακλέους, πεποίηται δέ οἱ ἐπὶ τοῦ μηροῦ τραῦμα ἀπὸ τῆς μάχης ἣν πρώτην Ἱπποκόωντος τοῖς παισὶν ἐμαχέσατο.
そこにはヘラクレスの像があり、その腿には、彼がヒッポコオンの子供たちと最初に戦った戦闘での傷が表現されている。
τὸ δὲ χωρίον τὸ ὑψηλόν, ἐφʼ οὗ καὶ οἱ βωμοὶ Τεγεάταις εἰσὶν οἱ πολλοί, καλεῖται μὲν Διὸς Κλαρίου, δῆλα δὲ ὡς ἐγένετο ἡ ἐπίκλησις τῷ θεῷ τοῦ κλήρου τῶν παίδων ἕνεκα τῶν Ἀρκάδος.
また、テゲアの人々にとって多くの祭壇が置かれている高い場所は、ゼウス・クラリオスの地と呼ばれているが、その神の通り名がアルカスの子供たちのための土地分配に起因することは明らかである。
§8.53.10ἄγουσι δὲ ἑορτὴν αὐτόθι Τεγεᾶται κατὰ ἔτος·
テゲアの人々はそこで毎年祭りを執り行う。
καί σφισιν ἐπιστρατεῦσαι Λακεδαιμονίους ποτὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς λέγουσι, καὶ—νείφειν γὰρ τὸν θεόν—τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι, καὶ ὡς οὐκ ἠνωχλοῦντο ὑπὸ τοῦ κρυμοῦ, τὰ ὅπλα ἐνδύντες ἐξελθεῖν τε ἐπὶ τοὺς Λακεδαιμονίους καὶ σχεῖν ἐν τῷ ἔργῳ τὸ πλέον φασίν.
ある時、その祭りの時期にラケダイモン人たちが彼らに遠征してきたと言されている。 そして――神が雪を降らせたので――ラケダイモン人たちは凍え、武装したまま疲弊していたが、テゲアの人々自身は彼らに隠れて火を焚き、寒さに煩わされることがなかったため、武装して出て行ってラケダイモン人たちに襲いかかり、その戦闘において優位に立ったと言われている。
ἐθεασάμην δὲ καὶ ἄλλα ἐν Τεγέᾳ τοσάδε, Ἀλέου οἰκίαν καὶ Ἐχέμου μνῆμα καὶ ἐπειργασμένην ἐς στήλην τὴν Ἐχέμου πρὸς Ὕλλον μάχην.
私はまた、テゲアにおいて以下のようなものを見た。 アレオスの家、エケモスの墓、そして碑石に浮彫りにされた、エケモスとヒュロスの戦いである。
§8.53.11ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός· λείπεται δὲ καὶ θεμέλια ἱερῶν.
テゲアからラコニアへと行く者にとって、道の左側にはパンの祭壇があり、またリュカイオスのゼウスの祭壇もある。 また、神殿の基礎も残されている。
οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, προελθόντι δὲ ἀπʼ αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου·
これらの祭壇は城壁から二スタディオンほど離れたところにあり、それらからさらに約七スタディオン進んだところには、「沼の」という通り名を持つアルテミスの聖域と、黒檀の木で作られた像がある。
τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων.
その製作様式は、ギリシア人たちによってアイギナ式と呼ばれているものである。
τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια.
ここからさらに約十スタディオン離れたところに、クナケアティスのアルテミスの神殿の廃墟がある。