§8.53.1τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπʼ αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε.
The Tegeans say that they set up the statues to Apollo Agyieus for the following reason.
Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον.
They say that Apollo and Artemis, going through every land, took vengeance on all the men of that time who, when Leto was wandering while pregnant and arrived in that land, took no account of her.
§8.53.2ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν· Λειμὼν δὲ—ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων—ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν.
And when, as it seems, the gods came also to the land of the Tegeans, there Skephros, a son of Tegeatus, approached Apollo and conversed with him in secret; but Leimon—this Leimon was also one of the children of Tegeatus—suspecting that what was being said by Skephros contained some charge against himself, ran up and slew his brother.
§8.53.3καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα ἡ δίκη τοῦ φόνου· Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν.
And Leimon himself, being shot by Artemis, was immediately overtaken by the punishment for the murder; Tegeatus and Maera immediately offered sacrifice to Apollo and Artemis, but later, when a severe barrenness of the soil came upon them, an oracle came from Delphi that they should mourn for Skephros.
καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ ἡ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα ἡ Ἄρτεμις.
And they perform other things at the festival of Agyieus in honor of Skephros, and the priestess of Artemis pursues someone, as though she herself, as Artemis, were pursuing Leimon.
§8.53.4λέγουσι δὲ καὶ ὅσοι Τεγεάτου τῶν παίδων ἐλείποντο, μετοικῆσαι σφᾶς ἑκουσίως ἐς Κρήτην, Κύδωνα καὶ Ἀρχήδιον καὶ Γόρτυνα· καὶ ἀπὸ τούτων φασὶν ὀνομασθῆναι τὰς πόλεις Κυδωνίαν καὶ Γόρτυνά τε καὶ Κατρέα.
They say also that those of the children of Tegeatus who were left migrated voluntarily to Crete, namely Cydon, Archedius, and Gortys; and they say that from these the cities Cydonia, Gortys, and Catreus were named.
Κρῆτες δὲ οὐχ ὁμολογοῦντες τῷ Τεγεατῶν λόγῳ Κύδωνα μὲν Ἀκακαλλίδος θυγατρὸς Μίνω καὶ Ἑρμοῦ, Κατρέα δέ φασιν εἶναι Μίνω, τὸν δὲ Γόρτυνα Ῥαδαμάνθυος.
But the Cretans, not agreeing with the account of the Tegeans, say that Cydon was the son of Acacallis, daughter of Minos, and Hermes, and that Catreus was the son of Minos, and Gortys the son of Rhadamanthys.
§8.53.5ἐς δὲ αὐτὸν Ῥαδάμανθυν Ὁμήρου μέν ἐστιν ἐν Πρωτέως πρὸς Μενέλαον λόγοις ὡς ἐς τὸ πεδίον ἥξοι Μενέλαος τὸ Ἠλύσιον, πρότερον δὲ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκειν· Κιναίθων δὲ ἐν τοῖς ἔπεσιν ἐποίησεν ὡς Ῥαδάμανθυς μὲν Ἡφαίστου, Ἥφαιστος δὲ εἴη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα.
As for Rhadamanthys himself, Homer indeed says, in the words of Proteus to Menelaus, that Menelaus would come to the Elysian plain, and that Rhadamanthys had already come there prior to this; but Cinaethon in his verses made Rhadamanthys the son of Hephaestus, Hephaestus the son of Talos, and Talos the son of Cres.
οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλέονα καὶ οὐχ ἥκιστα ἐπὶ τοῖς γένεσίν εἰσι·
Indeed, the accounts of the Greeks are for the most part different, and not least regarding genealogies.
§8.53.6Τεγεάταις δὲ τοῦ Ἀγυιέως τὰ ἀγάλματα τέσσαρά εἰσιν ἀριθμόν, ὑπὸ φυλῆς ἓν ἑκάστης ἱδρυμένον.
For the Tegeans, the statues of Agyieus are four in number, one set up by each tribe.
ὀνόματα δὲ αἱ φυλαὶ παρέχονται Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις· καλοῦνται δὲ ἀπὸ τοῦ κλήρου ὃν τοῖς παισὶν Ἀρκὰς ἐποίησεν ὑπὲρ τῆς χώρας καὶ ἀπὸ Ἱππόθου τοῦ Κερκυόνος.
And the tribes present the names Clareotis, Hippothoitis, Apolloniatis, and Athaneatis; and they are called after the allotment (cleros) which Arcas made to his children for the land, and after Hippothous the son of Cercyon.
§8.53.7ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας· ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ.
There is also in Tegea a temple of Demeter and Core, whom they call Carpophoroi (Fruit-bearers), and nearby is one of Aphrodite called Paphia; Laodice set it up, who was descended, as I also showed before, from Agapenor, who led the Arcadians to Troy, and who dwelt in Paphos.
τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον· §8.53.8Χειρίσοφος δὲ ἐποίησε, Κρὴς μὲν γένος, ἡλικίαν δὲ αὐτοῦ καὶ τὸν διδάξαντα οὐκ ἴσμεν· ἡ δὲ δίαιτα ἡ ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε.
Not far from this are two sanctuaries of Dionysus, an altar of Core, and a temple of Apollo with a gilded wooden image; Cheirisophos made it, who was a Cretan by birth, but we do not know his age or who his teacher was; but the stay of Daedalus at Knossos with Minos prepared for the Cretans a longer-lasting reputation even for the making of wooden images (xoana).
παρὰ δὲ τῷ Ἀπόλλωνι ὁ Χειρίσοφος ἕστηκε λίθου πεποιημένος.
Beside Apollo stands Cheirisophos, made of stone.
§8.53.9καλοῦσι δὲ οἱ Τεγεᾶται καὶ ἑστίαν Ἀρκάδων κοινήν· ἐνταῦθά ἐστιν ἄγαλμα Ἡρακλέους, πεποίηται δέ οἱ ἐπὶ τοῦ μηροῦ τραῦμα ἀπὸ τῆς μάχης ἣν πρώτην Ἱπποκόωντος τοῖς παισὶν ἐμαχέσατο.
The Tegeans also call a place the common Hestia (Hearth) of the Arcadians; here is a statue of Heracles, and there is represented on his thigh a wound from the battle which he first fought against the sons of Hippocoon.
τὸ δὲ χωρίον τὸ ὑψηλόν, ἐφʼ οὗ καὶ οἱ βωμοὶ Τεγεάταις εἰσὶν οἱ πολλοί, καλεῖται μὲν Διὸς Κλαρίου, δῆλα δὲ ὡς ἐγένετο ἡ ἐπίκλησις τῷ θεῷ τοῦ κλήρου τῶν παίδων ἕνεκα τῶν Ἀρκάδος.
And the high ground, on which are most of the altars for the Tegeans, is called that of Zeus Clarios, and it is clear that the epithet was given to the god on account of the allotment (cleros) of the children of Arcas.
§8.53.10ἄγουσι δὲ ἑορτὴν αὐτόθι Τεγεᾶται κατὰ ἔτος· καί σφισιν ἐπιστρατεῦσαι Λακεδαιμονίους ποτὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς λέγουσι, καὶ—νείφειν γὰρ τὸν θεόν—τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι, καὶ ὡς οὐκ ἠνωχλοῦντο ὑπὸ τοῦ κρυμοῦ, τὰ ὅπλα ἐνδύντες ἐξελθεῖν τε ἐπὶ τοὺς Λακεδαιμονίους καὶ σχεῖν ἐν τῷ ἔργῳ τὸ πλέον φασίν.
And the Tegeans hold a festival there every year; and they say that the Lacedaemonians once marched against them at the time of the festival, and—for the god sent snow—the enemy were shivering and exhausted under their armor, while they themselves had kindled a fire in secret from them, and as they were not troubled by the cold, they put on their armor, went out against the Lacedaemonians, and, as they say, got the better of them in the action.
ἐθεασάμην δὲ καὶ ἄλλα ἐν Τεγέᾳ τοσάδε, Ἀλέου οἰκίαν καὶ Ἐχέμου μνῆμα καὶ ἐπειργασμένην ἐς στήλην τὴν Ἐχέμου πρὸς Ὕλλον μάχην.
I also saw other things in Tegea: the house of Aleus, the tomb of Echemus, and represented on a stele the battle of Echemus against Hyllus.
§8.53.11ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός· λείπεται δὲ καὶ θεμέλια ἱερῶν.
For one going from Tegea to Laconia, there is an altar of Pan on the left of the road, and there is also one of Zeus Lycaeus; and foundations of temples also remain.
οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, προελθόντι δὲ ἀπʼ αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου· τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων.
These altars are two stades away from the wall, and going forward from them about seven stades, there is a sanctuary of Artemis surnamed Limnatis (Of the Lake) with an image of ebony wood; and the style of the workmanship is that called Aeginetan by the Greeks.
τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια.
About ten stades further from this are the ruins of the temple of Artemis Cnaceatis.