Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.54.1-8.54.7

アルペイオス川の流路とパルテニオン山のパンの聖域

364 / 465 箇所 · ギリシア語

要旨

アルペイオス川の水源と地下に潜る特異な性質、およびテゲアから近隣地域へ至る道路沿いの名所やパルテニオン山のパンの聖域について記述する。

§8.54.1Λακεδαιμονίοις δὲ καὶ Τεγεάταις ὅροι τῆς γῆς ὁ ποταμός ἐστιν ὁ Ἀλφειός.
ラケダイモン人とテゲア人にとって、土地の境界はアルペイオス川である。
τούτου τὸ ὕδωρ ἄρχεται μὲν ἐν Φυλάκῃ, κάτεισι δὲ οὐ πόρρω τῆς πηγῆς καὶ ἄλλο ὕδωρ ἐς αὐτὸν ἀπὸ πηγῶν μεγέθει μὲν οὐ μεγάλων, πλεόνων δὲ ἀριθμόν·
この川の水はピュラケに始まり、水源から遠くないところで、大きさは大きくないが数としては多い、他の水源からの水もそれへと流れ込む。
καὶ διὰ τοῦτο τῷ χωρίῳ Σύμβολα γέγονεν ὄνομα.
そしてこのために、その場所には「シュンボラ(合流点)」という名前が生じた。
§8.54.2φαίνεται δὲ ὁ Ἀλφειὸς παρὰ τοὺς ἄλλους ποταμοὺς φύσιν τινὰ ἰδίαν παρεχόμενος τοιάνδε·
アルペイオス川は、他の川と比べて、次のような特有の性質を示しているように見える。
ἀφανίζεσθαί τε γὰρ κατὰ γῆς ἐθέλει πολλάκις καὶ αὖθις ἀναφαίνεσθαι.
というのも、それはしばしば地下に姿を消し、再び現れるからである。
προελθὼν μέν γε ἐκ Φυλάκης καὶ τῶν καλουμένων Συμβόλων ἐς τὸ πεδίον κατέδυ τὸ Τεγεατικόν· ἀνατείλας δὲ ἐν Ἀσέᾳ καὶ τὸ ῥεῦμα ἀναμίξας τῷ Εὐρώτᾳ τὸ δεύτερον ἤδη κάτεισιν ἐς τὴν γῆν·
実際、ピュラケおよびいわゆるシュンボラから進んで、テゲアの平野へと沈み込み、アセアにおいて地上に現れ、その流れをエウロタス川と交ぜ合わせた後、すでに二度目として地中へと入っていく。
§8.54.3ἀνασχὼν δὲ ἔνθα Πηγὰς ὀνομάζουσιν οἱ Ἀρκάδες καὶ παρὰ γῆν τε τὴν Πισαίαν καὶ παρὰ Ὀλυμπίαν ἐξελθών, ἐκδίδωσιν ὑπὲρ Κυλλήνης ἐπινείου τοῦ Ἠλείων ἐς τὴν θάλασσαν.
アンド、アルカディア人が「ペガイ(水源)」と呼ぶ場所で再び湧き出し、ピサ地方の土地の傍ら、またオリンピアの傍らを通り抜けて、エリース人の港であるキュレネの上方で海へと注ぐ。
ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω·
しかし、アドリア海でさえ彼がさらに進むのを引き留めることはできない運命であった。
διανηξάμενος δὲ καὶ τοῦτον, μέγα οὕτω καὶ βίαιον πέλαγος, ἐν Ὀρτυγίᾳ τῇ πρὸ Συρακουσῶν ἐπιδείκνυσιν Ἀλφειός τε ὢν καὶ πρὸς Ἀρέθουσαν τὸ ὕδωρ ἀνακοινούμενος.
この、かくも大きく激しい海をも泳ぎ渡り、シラクサの前にあるオルテュギアにおいて、自分がアルペイオスであることを示し、アレトゥサへとその水を合流させるのである。
§8.54.4ἡ δὲ εὐθεῖα ἡ ἐπὶ Θυρέαν τε καὶ κώμας τὰς ἐν τῇ Θυρεάτιδι ἐκ Τεγέας παρείχετο ἐς συγγραφὴν Ὀρέστου τοῦ Ἀγαμέμνονος μνῆμα, καὶ ὑφελέσθαι Σπαρτιάτην τὰ ὀστᾶ αὐτόθεν οἱ Τεγεᾶται λέγουσι·
テゲアからテュレアおよびテュレアティス地方の村々へと向かう直線道路は、アガメムノンの子オレステスの墓を記述に提供していたが、スパルタ人がそこから骨を盗み出したとテゲアの人々は言っている。
καθʼ ἡμᾶς δὲ οὐκέτι πυλῶν ἐντὸς ἐγίνετο ὁ τάφος.
しかし、私たちの時代には、墓はもはや門の内側には存在しなかった。
ῥεῖ δὲ καὶ Γαράτης ποταμὸς κατὰ τὴν ὁδόν·
また、道沿いにはガラテス川も流れている。
διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα Πανός ἐστιν ἱερὸν καὶ πρὸς αὐτῷ δρῦς, ἱερὰ καὶ αὕτη τοῦ Πανός.
ガラテス川を渡り、十スタディオン進んだ者にとって、パンの聖域があり、そのそばにはやはりパンに捧げられた一本のオークの木がある。
§8.54.5ἡ δὲ ἐς Ἄργος ἐκ Τεγέας ὀχήματι ἐπιτηδειοτάτη καὶ τὰ μάλιστά ἐστι λεωφόρος.
テゲアからアルゴスへの道は、車で行くのに最も適しており、また何よりも大通りである。
ἔστι δὲ ἐπὶ τῆς ὁδοῦ πρῶτα μὲν ναὸς καὶ ἄγαλμα Ἀσκληπιοῦ·
道の上には、まずアスクレピオスの神殿と像がある。
μετὰ δὲ ἐκτραπεῖσιν ἐς ἀριστερὰ ὅσον στάδιον Ἀπόλλωνος ἐπίκλησιν Πυθίου καταλελυμένον ἐστὶν ἱερὸν καὶ ἐρείπια ἐς ἅπαν.
その後、左に一スタディオンほど逸れた者にとって、ピューティオスという通り名を持つアポロンの荒廃した聖域があり、完全に廃墟となっている。
κατὰ δὲ τὴν εὐθεῖαν αἵ τε δρῦς εἰσι πολλαὶ καὶ Δήμητρος ἐν τῷ ἄλσει τῶν δρυῶν ναὸς ἐν Κορυθεῦσι καλουμένης·
直線道路に沿っては、多くのオークの木があり、またそのオークの木立の中には、コリュテウスの人々において「コリュテス」と呼ばれるデメテルの神殿がある。
πλησίον δὲ ἄλλο ἐστὶν ἱερὸν Διονύσου Μύστου.
その近くには、ディオニュソス・ミュステスの別の聖域がある。
§8.54.6τὸ ἀπὸ τούτου δὲ ἄρχεται τὸ ὄρος τὸ Παρθένιον·
この先から、パルテニオン山が始まる。
ἐν δὲ αὐτῷ τέμενος δείκνυται Τηλέφου, καὶ ἐνταῦθα παῖδα ἐκκείμενόν φασιν αὐτὸν ὑπὸ ἐλάφου τραφῆναι.
その山中にはテレポスの聖域が示されており、そこで彼は子供のときに捨てられ、雌鹿によって育てられたと言われている。
ἀπωτέρω δὲ ὀλίγον Πανός ἐστιν ἱερόν, ἔνθα Φιλιππίδῃ φανῆναι τὸν Πᾶνα καὶ εἰπεῖν ἃ πρὸς αὐτὸν Ἀθηναῖοί τε καὶ κατὰ ταὐτὰ Τεγεᾶται λέγουσι·
そこから少し離れたところにパンの聖域があり、そこでパンがフィリッピデスの前に現れ、アテナイ人たちおよび同様にテゲアの人々が言っているようなことを彼に語ったとされる。
§8.54.7παρέχεται δὲ τὸ Παρθένιον καὶ ἐς λύρας ποίησιν χελώνας ἐπιτηδειοτάτας, ἃς οἱ περὶ τὸ ὄρος ἄνθρωποι καὶ αὐτοὶ λαμβάνειν δεδοίκασιν ἀεὶ καὶ ξένους οὐ περιορῶσιν αἱροῦντας·
また、パルテニオン山は、竪琴の製作に最も適した亀を提供している。 山の周辺の人々は、自分たちでさえそれらを捕らえることを常に恐れており、他国人が捕らえることも容認しない。
ἱερὰς γὰρ σφᾶς εἶναι τοῦ Πανὸς ἥγηνται.
なぜなら、彼らはそれらをパンの神聖なものであると考えているからである。
ὑπερβαλόντι δὲ τὴν κορυφὴν τοῦ ὄρους ἔστιν ἐν τοῖς ἤδη γεωργουμένοις Τεγεατῶν ὅρος καὶ Ἀργείων κατὰ Ὑσιὰς τὰς ἐν τῇ Ἀργολίδι.
山の頂上を越えた者にとって、すでに耕作されているテゲア人の土地の中に、アルゴリス地方のヒュシアイの近くに、アルゴス人との境界がある。
αἵδε μὲν Πελοποννήσου μοῖραι καὶ πόλεις τε ἐν ταῖς μοίραις καὶ ἐν ἑκάστῃ πόλει τὰ ἀξιολογώτατά ἐστιν ἐς μνήμην.
これらがペロポネソスの地方、およびそれらの地方にある都市、そして各都市において記憶に値する最も注目すべきものである。

語釈・文法注

  1. §8.54.2ἐθέλει — 非人称的、あるいは事物を主語とする表現において、ἐθέλει は「〜する傾向がある」「好んで〜する」という習性を表す。ここではアルペイオス川が地下に沈むという自然な性質を持つことを示す。
  2. §8.54.3ἔμελλε δὲ ἄρα μηδὲ Ἀδρίας ἐπισχήσειν αὐτὸν τοῦ πρόσω — ἔμελλε は不定詞を伴って未来の運命(「〜する運命にあった」)を表す。接続詞的役割の ἄρα は「やはり、案の定」というニュアンスを添え、属格の τοῦ πρόσω は動詞 ἐπισχήσειν(引き留める)に対する分離の属格として機能している。
  3. §8.54.4διαβάντι δὲ τὸν Γαράτην καὶ προελθόντι σταδίους δέκα — 完了あるいはアオリスト分詞の与格(διαβάντι, προελθόντι)は、地理記述において「〜した人にとって(〜がある)」という、関与者あるいは視点を示す与格(dativus ethicus / dative of reference)として典型的に用いられる。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.54.1-8.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.54.1-8.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。