§8.52.1καὶ ἤδη τὸ μετὰ τοῦτο ἐς ἀνδρῶν ἀγαθῶν φορὰν ἔληξεν ἡ Ἑλλάς.
そして、これより後はすでに、ギリシアは優れた男たちの輩出を止めた。
Μιλτιάδης μὲν γὰρ ὁ Κίμωνος τούς τε ἐς Μαραθῶνα ἀποβάντας τῶν βαρβάρων κρατήσας μάχῃ καὶ τοῦ πρόσω τὸν Μήδων ἐπισχὼν στόλον ἐγένετο εὐεργέτης πρῶτος κοινῇ τῆς Ἑλλάδος, Φιλοποίμην δὲ ὁ Κραύγιδος ἔσχατος·
キモンの子ミルティアデスは、マラトンに上陸した野蛮人たちを戦闘で破り、ペルシア人の艦隊の前進を阻んだことで、ギリシア全体の最初の共同の恩人となったが、クラウギスの子フィロポイメンは最後の恩人であった。
οἱ δὲ πρότερον Μιλτιάδου λαμπρὰ ἔργα ἀποδειξάμενοι, Κόδρος τε ὁ Μελάνθου καὶ ὁ Σπαρτιάτης Πολύδωρος καὶ Ἀριστομένης ὁ Μεσσήνιος καὶ εἰ δή τις ἄλλος, πατρίδας ἕκαστοι τὰς αὑτῶν καὶ οὐκ ἀθρόαν φανοῦνται τὴν Ἑλλάδα ὠφελήσαντες.
ミルティアデスより前に輝かしい功績を示した者たち、すなわちメラントスの子コドロス、スパルタのポリュドロス、メッセニアのアリストメネス、そして他に誰かいたとしても、彼らはそれぞれ自分たちの祖国を益したのであって、ギリシア全体を共同で益したのではないことが明らかになるであろう。
§8.52.2Μιλτιάδου δὲ ὕστερον Λεωνίδας ὁ Ἀναξανδρίδου καὶ Θεμιστοκλῆς ὁ Νεοκλέους ἀπώσαντο ἐκ τῆς Ἑλλάδος Ξέρξην, ὁ μὲν ταῖς ναυμαχίαις ἀμφοτέραις, Λεωνίδας δὲ ἀγῶνι τῷ ἐν Θερμοπύλαις.
ミルティアデスの後には、アナクサンドリダスの子レオニダスとネオクレスの子テミストクレスが、クセルクセスをギリシアから撃退した。 一方は両方の海戦によって、レオニダスはテルモピュライにおける戦いによって。
Ἀριστείδην δὲ τὸν Λυσιμάχου καὶ Παυσανίαν τὸν Κλεομβρότου Πλαταιᾶσιν ἡγησαμένους, τὸν μὲν τὰ ὕστερον ἀφείλετο ἀδικήματα εὐεργέτην μὴ ὀνομασθῆναι τῆς Ἑλλάδος, Ἀριστείδην δὲ ὅτι ἔταξε φόρους τοῖς τὰς νήσους ἔχουσιν Ἕλλησι·
プラタイアイで指揮を執ったリュシマコスの男アリステイデスとクレオンブロトスの子パウサニアスについては、一方からはその後の非行がギリシアの恩人と名指されることを奪い、アリステイデスからは、彼が島々を領有するギリシア人たちに貢納金を課したという事実がそれを奪った。
πρὸ Ἀριστείδου δὲ ἦν ἅπαν τὸ Ἑλληνικὸν ἀτελὲς φόρων.
アリステイデスの前には、ギリシア世界全体が貢納金を免除されていたのである。
§8.52.3Ξάνθιππος δὲ ὁ Ἀρίφρονος καὶ Κίμων, ὁ μὲν ὁμοῦ Λεωτυχίδῃ τῷ βασιλεύοντι ἐν Σπάρτῃ τὸ Μήδων ναυτικὸν ἔφθειρεν ἐν Μυκάλῃ, Κίμωνι δὲ πολλὰ καὶ ἄξια ζήλου κατειργασμένα ἐστὶν ὑπὲρ τῶν Ἑλλήνων.
アリプロンの子クサンティッポスとキモンについては、一方はスパルタで王位にあったレオテュキデスと共に、ミカレにおいてペルシア人の艦隊を破滅させ、キモンにはギリシア人のために多くの称賛に値する偉業が成し遂げられた。
τοὺς δὲ ἐπὶ τοῦ Πελοποννησιακοῦ πρὸς Ἀθηναίους πολέμου, καὶ μάλιστα αὐτῶν τοὺς εὐδοκιμήσαντας, φαίη τις ἂν αὐτόχειρας καὶ ὅτι ἐγγύτατα καταποντιστὰς εἶναι σφᾶς τῆς Ἑλλάδος.
ペロポネソス戦争においてアテナイ人に対して戦った人々、とりわけそのうちでも名を馳せた者たちについて言えば、彼ら自身がギリシアの自害者であり、ほとんどそれを沈没させた者たちであると、人は言うかもしれない。
§8.52.4κεκακωμένον δὲ ἤδη τὸ Ἑλληνικὸν Κόνων ὁ Τιμοθέου καὶ Ἐπαμινώνδας ἀνεκτήσατο ὁ Πολύμνιδος, ὁ μὲν ἐκ τῶν νήσων καὶ ὅσα ἐγγυτάτω θαλάσσης, Ἐπαμινώνδας δὲ ἐκ τῶν πόλεων τῶν ἀπὸ θαλάσσης ἄνω Λακεδαιμονίων τὰς φρουρὰς καὶ ἁρμοστὰς ἐκβαλόντες καὶ δεκαδαρχίας καταπαύσαντες·
すでに衰退していたギリシアを、ティモテオスの子コノンとポリュムニスの男エパメイノンダスが回復させた。 一方は島々と海に極めて近い場所から、エパメイノンダスは海から離れた内陸の都市から、ラケダイモン人の守備隊とハルモステスを放逐し、十人政治を終わらせることによって。
Ἐπαμινώνδας δὲ καὶ πόλεσιν οὐκ ἀφανέσι, Μεσσήνῃ καὶ Μεγάλῃ πόλει τῇ Ἀρκάδων, λογιμωτέραν τὴν Ἑλλάδα ἐποίησεν.
また、エパメイノンダスは無名ではない都市、すなわちメッセネとアルカディア人のメガロポリスによって、ギリシアをより高名なものにした。
§8.52.5εἶναι δὲ ἁπάντων Ἑλλήνων καὶ Λεωσθένην τίθεμαι καὶ Ἄρατον εὐεργέτας·
私はレオスてねすとアラトスもまた、全ギリシア人の恩人であるとみなす。
ὁ μέν γε τὸ Ἑλλήνων μισθοφορικὸν τὸ ἐν Πέρσαις περὶ πέντε που μυριάδας ἐπὶ θάλασσαν καταβάντας ναυσὶν ἐς τὴν Ἑλλάδα ἀνέσωσε καὶ ἄκοντος Ἀλεξάνδρου·
なぜなら、前者はペルシアにいたギリシア人の傭兵たち、海へと下ってきた約5万人を、アレクサンドロスの意に反してさえ、船でギリシアへと救い帰したからである。
τὰ δὲ ἐς Ἄρατον ἐδήλωσε δή μοι τοῦ λόγου τὰ ἐς Σικυωνίους.
アラトスに関する事柄は、私の記述のうちシキュオン人に関する部分がすでに明らかにした。
§8.52.6τὸ δὲ ἐπίγραμμά ἐστιν ἐπὶ τῷ Φιλοποίμενι τὸ ἐν Τεγέᾳ·
テゲアにあるフィロポイメンに対する碑文は以下の通りである。
"
τοῦδʼ ἀρετὰ καὶ δόξα καθʼ Ἑλλάδα, πολλὰ μὲν ἀλκαῖς,
πολλὰ δὲ καὶ βουλαῖς ἔργα πονησαμένου,
Ἀρκάδος αἰχμητᾶ Φιλοποίμενος, ᾧ μέγα κῦδος
ἕσπετʼ ἐνὶ πτολέμῳ δούρατος ἁγεμόνι.
「武勇によって多く、また計略によっても多くの功績を成し遂げた、このアルカディアの槍兵フィロポイメンの徳と名声はギリシア中に轟いている。 槍の指揮者たる彼には、戦争において大いなる栄光が伴った。
μανύει δὲ τρόπαια τετυγμένα δισσὰ τυράννων
Σπάρτας·
スパルタの僭主たちに対して築かれた二つのトロパイオンがそれを示している。
αὐξομέναν δʼ ἄρατο δουλοσύναν.
彼は増大しつつあった隷属を退けた。
ὧν ἕνεκεν Τεγέα μεγαλόφρονα Κραύγιδος υἱόν
στᾶσεν, ἀμωμήτου κράντορʼ ἐλευθερίας.
これらのゆえに、テゲアは非の打ち所のない自由の擁護者である、気高いクラウギスの息子をここに建てたのである。
"
τοῦτο μὲν δὴ ἐνταῦθά ἐστιν ἐπίγραμμα·
」さて、これがそこにある碑文である。