Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.53.1-8.53.11

特格亚阿波罗像的渊源与通往拉科尼亚之路

第 363 段,共 465 段 · 希腊语

内容简介

本章节叙述了特格亚阿波罗雕像设立的神话背景、特格亚托斯子嗣迁往克里特岛的传说,并详细介绍了当地的诸神庙、节日期间战胜拉凯戴蒙人的历史,以及通往拉科尼亚道路上的圣所。

§8.53.1τῷ δὲ Ἀπόλλωνι οἱ Τεγεᾶται τῷ Ἀγυιεῖ τὰ ἀγάλματα ἐπʼ αἰτίᾳ φασὶν ἱδρύσασθαι τοιᾷδε.
特格亚人说,他们设立阿波罗·阿居耶乌斯的雕像是出于以下原因。
Ἀπόλλωνα καὶ Ἄρτεμιν ἐπὶ πᾶσαν λέγουσι χώραν τιμωρεῖσθαι τῶν τότε ἀνθρώπων ὅσοι Λητοῦς, ἡνίκα εἶχεν ἐν τῇ γαστρί, πλανωμένης καὶ ἀφικομένης ἐς τὴν γῆν ἐκείνην οὐδένα ἐποιήσαντο αὐτῆς λόγον.
他们说,当勒托怀孕流浪并来到该地时,当时的温饱之辈中没有人理会她,阿波罗和阿耳忒弥斯走遍各地,对所有这些人进行了惩罚。
§8.53.2ὡς δὲ ἄρα καὶ ἐς τὴν Τεγεατῶν ἐληλυθέναι τοὺς θεούς, ἐνταῦθα υἱὸν Τεγεάτου Σκέφρον προσελθόντα τῷ Ἀπόλλωνι ἐν ἀπορρήτῳ διαλέγεσθαι πρὸς αὐτόν· Λειμὼν δὲ—ἦν δὲ καὶ ὁ Λειμὼν οὗτος Τεγεάτου τῶν παίδων—ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα, ἀποκτίννυσιν ἐπιδραμὼν τὸν ἀδελφόν.
据说神明们也来到了特格亚人的土地,在那里,特格亚托斯之子斯凯夫罗斯走近阿波罗,并与他秘密交谈;但莱蒙——这个莱蒙也是特格亚托斯的子嗣之一——怀疑斯凯夫罗斯所说的话中包含对自己的控告,便冲上去杀死了他的兄弟。
§8.53.3καὶ Λειμῶνα μὲν τοξευθέντα ὑπὸ Ἀρτέμιδος περιῆλθεν αὐτίκα ἡ δίκη τοῦ φόνου·
莱蒙本人随即被阿耳忒弥斯用箭射死,杀人的惩罚立刻降临到他身上。
Τεγεάτης δὲ καὶ Μαιρὰ τὸ μὲν παραυτίκα Ἀπόλλωνι καὶ Ἀρτέμιδι θύουσιν, ὕστερον δὲ ἐπιλαβούσης ἀκαρπίας ἰσχυρᾶς ἦλθε μάντευμα ἐκ Δελφῶν Σκέφρον θρηνεῖν.
特格亚托斯和迈拉当时立刻向阿波罗和阿耳忒弥斯献祭,但后来由于发生了严重的土地不稔,从德尔斐传来了神谕,命令他们哀悼斯凯夫罗斯。
καὶ ἄλλα τε ἐν τοῦ Ἀγυιέως τῇ ἑορτῇ δρῶσιν ἐς τιμὴν τοῦ Σκέφρου καὶ ἡ τῆς Ἀρτέμιδος ἱέρεια διώκει τινὰ ἅτε αὐτὴ τὸν Λειμῶνα ἡ Ἄρτεμις.
于是,他们在阿居耶乌斯的节日里为纪念斯凯夫罗斯而举行各种仪式,阿耳忒弥斯的女祭司也会追赶某人,仿佛她自己就是阿耳忒弥斯在追赶莱蒙。
§8.53.4λέγουσι δὲ καὶ ὅσοι Τεγεάτου τῶν παίδων ἐλείποντο, μετοικῆσαι σφᾶς ἑκουσίως ἐς Κρήτην, Κύδωνα καὶ Ἀρχήδιον καὶ Γόρτυνα· καὶ ἀπὸ τούτων φασὶν ὀνομασθῆναι τὰς πόλεις Κυδωνίαν καὶ Γόρτυνά τε καὶ Κατρέα.
他们还说,特格亚托斯幸存的子嗣自愿迁往克里特岛,即居多尼亚、阿尔刻迪奥斯和戈耳廷;据说居多尼亚、戈耳廷和卡特勒乌斯这些城市就是以他们命名的。
Κρῆτες δὲ οὐχ ὁμολογοῦντες τῷ Τεγεατῶν λόγῳ Κύδωνα μὲν Ἀκακαλλίδος θυγατρὸς Μίνω καὶ Ἑρμοῦ, Κατρέα δέ φασιν εἶναι Μίνω, τὸν δὲ Γόρτυνα Ῥαδαμάνθυος.
但克里特人并不同意特格亚人的说法,他们说居多尼亚是米诺斯的女儿阿卡卡利斯与赫尔墨斯之子,卡特勒乌斯是米诺斯之子,而戈耳廷是拉达曼迪斯之子。
§8.53.5ἐς δὲ αὐτὸν Ῥαδάμανθυν Ὁμήρου μέν ἐστιν ἐν Πρωτέως πρὸς Μενέλαον λόγοις ὡς ἐς τὸ πεδίον ἥξοι Μενέλαος τὸ Ἠλύσιον, πρότερον δὲ ἔτι Ῥαδάμανθυν ἐνταῦθα ἥκειν· Κιναίθων δὲ ἐν τοῖς ἔπεσιν ἐποίησεν ὡς Ῥαδάμανθυς μὲν Ἡφαίστου, Ἥφαιστος δὲ εἴη Τάλω, Τάλων δὲ εἶναι Κρητὸς παῖδα.
至于拉达曼迪斯本人,荷马在普罗透斯对梅内拉乌斯的话中提到,梅内拉乌斯将前往至福乐土,而拉达曼迪斯在此之前就已经到了那里;但基奈同在他的诗作中称拉达曼迪斯是赫菲斯托斯之子,赫菲斯托斯是塔洛斯之子,而塔洛斯是克里特人的儿子。
οἱ μὲν δὴ Ἑλλήνων λόγοι διάφοροι τὰ πλέονα καὶ οὐχ ἥκιστα ἐπὶ τοῖς γένεσίν εἰσι·
的确,希腊人的传说在大多数情况下各不相同,尤其是在世系方面。
§8.53.6Τεγεάταις δὲ τοῦ Ἀγυιέως τὰ ἀγάλματα τέσσαρά εἰσιν ἀριθμόν, ὑπὸ φυλῆς ἓν ἑκάστης ἱδρυμένον.
对于特格亚人来说,阿居耶乌斯的雕像共有四尊,由每个部落各设立一尊。
ὀνόματα δὲ αἱ φυλαὶ παρέχονται Κλαρεῶτις Ἱπποθοῖτις Ἀπολλωνιᾶτις Ἀθανεᾶτις· καλοῦνται δὲ ἀπὸ τοῦ κλήρου ὃν τοῖς παισὶν Ἀρκὰς ἐποίησεν ὑπὲρ τῆς χώρας καὶ ἀπὸ Ἱππόθου τοῦ Κερκυόνος.
这些部落的名字是:克拉雷奥蒂斯、希波托伊蒂斯、阿波罗尼亚蒂斯、阿萨内亚蒂斯;它们是以阿耳卡斯为孩子们分配土地以及刻耳库翁之子希波托奥斯命名的。
§8.53.7ἔστι δὲ καὶ Δήμητρος ἐν Τεγέᾳ καὶ Κόρης ναός, ἃς ἐπονομάζουσι Καρποφόρους, πλησίον δὲ Ἀφροδίτης καλουμένης Παφίας· ἱδρύσατο αὐτὴν Λαοδίκη, γεγονυῖα μέν, ὡς καὶ πρότερον ἐδήλωσα, ἀπὸ Ἀγαπήνορος ὃς ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν, οἰκοῦσα δὲ ἐν Πάφῳ.
在特格亚还有得墨忒耳和科瑞的神庙,他们称她们为“丰产者”,旁边是被称为巴菲亚的阿佛洛狄忒神庙;这是由拉奥狄刻设立的,正如我之前指出的,她是率领阿卡迪亚人前往特洛伊的阿γα佩诺尔的后代,曾居住在巴福斯。
τούτου δέ ἐστιν οὐ πόρρω Διονύσου τε ἱερὰ δύο καὶ Κόρης βωμὸς καὶ Ἀπόλλωνος ναὸς καὶ ἄγαλμα ἐπίχρυσον· §8.53.8Χειρίσοφος δὲ ἐποίησε, Κρὴς μὲν γένος, ἡλικίαν δὲ αὐτοῦ καὶ τὸν διδάξαντα οὐκ ἴσμεν· ἡ δὲ δίαιτα ἡ ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε.
离这不远有两处狄奥尼索斯的圣所、一座科瑞的祭坛,以及一座阿波罗的神庙和一尊贴金的木雕像;这尊雕像是克里特人刻里索福斯制作的,但我们不知道他的年代和他的老师是谁;不过,戴达罗斯与米诺斯在克诺索斯的相处,使克里特人在制作木雕像方面获得了更持久的名声。
παρὰ δὲ τῷ Ἀπόλλωνι ὁ Χειρίσοφος ἕστηκε λίθου πεποιημένος.
在阿波罗像旁立着刻里索福斯自己的石雕像。
§8.53.9καλοῦσι δὲ οἱ Τεγεᾶται καὶ ἑστίαν Ἀρκάδων κοινήν· ἐνταῦθά ἐστιν ἄγαλμα Ἡρακλέους, πεποίηται δέ οἱ ἐπὶ τοῦ μηροῦ τραῦμα ἀπὸ τῆς μάχης ἣν πρώτην Ἱπποκόωντος τοῖς παισὶν ἐμαχέσατο.
特格亚人还称该处为阿卡迪亚人共同的炉灶;这里有一尊赫拉克勒斯的雕像,他的大腿上刻有在与希波科翁的儿子们的第一次战斗中受的伤。
τὸ δὲ χωρίον τὸ ὑψηλόν, ἐφʼ οὗ καὶ οἱ βωμοὶ Τεγεάταις εἰσὶν οἱ πολλοί, καλεῖται μὲν Διὸς Κλαρίου, δῆλα δὲ ὡς ἐγένετο ἡ ἐπίκλησις τῷ θεῷ τοῦ κλήρου τῶν παίδων ἕνεκα τῶν Ἀρκάδος.
特格亚人设立大部分祭坛的高地被称为克拉里奥斯宙斯之地,显然,这位神明的称号是因为阿耳卡斯孩子们的土地分配而得名的。
§8.53.10ἄγουσι δὲ ἑορτὴν αὐτόθι Τεγεᾶται κατὰ ἔτος· καί σφισιν ἐπιστρατεῦσαι Λακεδαιμονίους ποτὲ ὑπὸ τὸν καιρὸν τῆς ἑορτῆς λέγουσι, καὶ—νείφειν γὰρ τὸν θεόν—τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι, καὶ ὡς οὐκ ἠνωχλοῦντο ὑπὸ τοῦ κρυμοῦ, τὰ ὅπλα ἐνδύντες ἐξελθεῖν τε ἐπὶ τοὺς Λακεδαιμονίους καὶ σχεῖν ἐν τῷ ἔργῳ τὸ πλέον φασίν.
特格亚人每年在那里举行节日;他们说,拉凯戴蒙人曾有一次在节日期间向他们发起进攻,由于神降下了大雪,敌人冻得瑟瑟发抖,在盔甲下疲惫不堪,而他们自己则背着敌人点起了火,因不受严寒的困扰,便穿上盔甲走出去袭击拉凯戴蒙人,据说在战斗中占了上风。
ἐθεασάμην δὲ καὶ ἄλλα ἐν Τεγέᾳ τοσάδε, Ἀλέου οἰκίαν καὶ Ἐχέμου μνῆμα καὶ ἐπειργασμένην ἐς στήλην τὴν Ἐχέμου πρὸς Ὕλλον μάχην.
我在特格亚还看到了以下这些东西:阿勒奥斯的房子、艾刻摩斯的坟墓,以及石碑上浮雕的艾刻摩斯与许罗斯的战斗。
§8.53.11ἐκ Τεγέας δὲ ἰόντι ἐς τὴν Λακωνικὴν ἔστι μὲν βωμὸς ἐν ἀριστερᾷ τῆς ὁδοῦ Πανός, ἔστι δὲ καὶ Λυκαίου Διός· λείπεται δὲ καὶ θεμέλια ἱερῶν.
从特格亚前往拉科尼亚,道路左侧有潘神祭坛,也有吕开奥斯宙斯的祭坛;神庙的基石也保留了下来。
οὗτοι μὲν δή εἰσιν οἱ βωμοὶ σταδίοις δύο ἀπωτέρω τοῦ τείχους, προελθόντι δὲ ἀπʼ αὐτῶν μάλιστά που σταδίους ἑπτὰ ἱερὸν Ἀρτέμιδος ἐπίκλησιν Λιμνάτιδος καὶ ἄγαλμά ἐστιν ἐβένου ξύλου· τρόπος δὲ τῆς ἐργασίας ὁ Αἰγιναῖος καλούμενος ὑπὸ Ἑλλήνων.
这些祭坛距离城墙有两斯塔迪翁远,从那里再往前走大约七斯塔迪翁,有一处被称为“沼泽”的阿耳忒弥斯圣所,里面有一尊乌木制的雕像;其制作风格被希腊人称为埃吉纳式。
τούτου δὲ ὅσον δέκα ἀπωτέρω σταδίοις Ἀρτέμιδος Κνακεάτιδός ἐστι ναοῦ τὰ ἐρείπια.
离此大约十斯塔迪翁远的地方有克纳凯亚蒂斯阿耳忒弥斯神庙的遗迹。

词汇与语法注释

  1. 8.53.2ὑπονοήσας ἔγκλημα ἔχειν ἐς ἑαυτὸν τὰ ὑπὸ Σκέφρου λεγόμενα — 主动态分词 `ὑπονοήσας`(怀疑)支配宾格加不定式结构 `ἔγκλημα ἔχειν...`。不定式 `ἔχειν` 的主语是带冠词的分词短语 `τὰ ὑπὸ Σκέφρου λεγόμενα`(被斯凯夫罗斯所说的话),意为“怀疑斯凯夫罗斯所说的话包含对自己的指控”。
  2. 8.53.8ἡ δὲ δίαιτα ἡ ἐν Κνωσσῷ Δαιδάλῳ παρὰ Μίνῳ συμβᾶσα ἐπὶ μακρότερον δόξαν τοῖς Κρησὶ καὶ ἐπὶ ξοάνων ποιήσει παρεσκεύασε — 动词 `παρεσκεύασε`(带来)为及物动词,在此以 `δόξαν`(名声)为直接宾语,以 `τοῖς Κρησὶ`(给克里特人)为与格。介词短语 `ἐπὶ ξοάνων ποιήσει` 限制了名声的范围,意为“在制作木雕像方面也(带来了更长久的名声)”。
  3. 8.53.10τοὺς μὲν ῥιγοῦν καὶ ὄντας ἐν τοῖς ὅπλοις κάμνειν, αὐτοὶ δὲ ἐκείνων κρύφα πῦρ καῦσαι — 这是由表示传闻的动词 `λέγουσι`(他们说)所支配的宾格加不定式结构。前半部分中,宾格的 `τοὺς μὲν`(拉凯戴蒙人)是不定式 `ῥιγοῦν` 和 `κάμνειν` 的主语;后半部分中,`αὐτοὶ δὲ`(他们自己)虽为主格,但因为不定式 `καῦσαι` 的主语与主句主语(特格亚人)一致,所以采用主格形式。

引用这一段

保萨尼亚斯, 希腊志 §8.53.1-8.53.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.53.1-8.53.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。