§8.5.1Λυκούργου δὲ ἀποθανόντος Ἔχεμος ὁ Ἀερόπου τοῦ Κηφέως τοῦ Ἀλέου τὴν Ἀρκάδων ἔσχεν ἀρχήν.
リュコウルゴスが死ぬと、アレオスの(子)ケフェウスの(子)アエロポスの子エケモスが、アルカディア人の支配権を得た。
ἐπὶ τούτου Δωριεῖς κατιόντας ἐς Πελοπόννησον ὑπὸ ἡγεμόνι Ὕλλῳ τῷ Ἡρακλέους Ἀχαιοὶ περὶ ἰσθμὸν τὸν Κορινθίων κρατοῦσι μάχῃ, καὶ Ἔχεμος ἀποκτίννυσιν Ὕλλον μονομαχήσαντά οἱ κατὰ πρόκλησιν.
彼の時代に、ヘラクレスの子ヒュロスの指導のもとでペロポネソスへと下ってきたドリア人たちを、アカイア人たちがコリントスの地峡付近で戦いにおいて破り、エケモスは、挑戦に応じて彼と一騎打ちをしてヒュロスを殺した。
τάδε γὰρ ἐφαίνετο εἰκότα εἶναί μοι μᾶλλον ἢ ὁ πρότερος λόγος, ἐν ᾧ βασιλεύειν τε Ἀχαιῶν τηνικαῦτα Ὀρέστην ἔγραψα καὶ Ὕλλον Ὀρέστου βασιλεύοντος ἀποπειρᾶσαι καθόδου τῆς ἐς Πελοπόννησον.
というのも、これら(の出来事)のほうが、かつてアカイア人たちをその時オレステスが支配していたと私が書き、オレステスの支配期にヒュロスがペロポネソスへの帰還を試みたとした、前の記述よりも私にとって説得力があるように思われるからである。
φαίνοιτο δʼ ἂν τῷ ὑστέρῳ τῶν λόγων καὶ Τιμάνδρα συνοικήσασα ἡ Τυνδάρεω τῷ ἀποκτείναντι Ὕλλον Ἐχέμῳ.
そして、のちの記述(こちらの説)に従えば、テュンダレオス(の娘)ティマンドラが、ヒュロスを殺したエケモスの妻となったことも整合するだろう。
§8.5.2Ἀγαπήνωρ δὲ ὁ Ἀγκαίου τοῦ Λυκούργου μετὰ Ἔχεμον βασιλεύσας ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν.
エケモスののちに王となった、リュコウルゴスの子アンカイオスの子アガペノルは、アルカディア人を率いてトロイアへと赴いた。
Ἰλίου δὲ ἁλούσης ὁ τοῖς Ἕλλησι κατὰ τὸν πλοῦν τὸν οἴκαδε ἐπιγενόμενος χειμὼν Ἀγαπήνορα καὶ τὸ Ἀρκάδων ναυτικὸν κατήνεγκεν ἐς Κύπρον, καὶ Πάφου τε Ἀγαπήνωρ ἐγένετο οἰκιστὴς καὶ τῆς Ἀφροδίτης κατεσκευάσατο ἐν Παλαιπάφῳ τὸ ἱερόν·
イリオンが陥落した際、ギリシア人たちの帰路の航海中に襲いかかった嵐が、アガペノルとアルカディア人の船団をキプロスへと漂着させ、アガペノルはパフォスの創建者となり、また旧パフォス(パライパフォス)にアフロディテの神殿を建立した。
τέως δὲ ἡ θεὸς παρὰ Κυπρίων τιμὰς εἶχεν ἐν Γολγοῖς καλουμένῳ χωρίῳ.
それまで、この女神はキプロス人からゴルゴイと呼ばれる場所で崇拝を受けていた。
§8.5.3χρόνῳ δὲ ὕστερον Λαοδίκη γεγονυῖα ἀπὸ Ἀγαπήνορος ἔπεμψεν ἐς Τεγέαν τῇ Ἀθηνᾷ τῇ Ἀλέᾳ πέπλον·
のちに、アガペノルの子孫であるラオディケが、テゲアのアテナ・アレアにペプロス(織物)を送った。
τὸ δὲ ἐπὶ τῷ ἀναθήματι ἐπίγραμμα καὶ αὐτῆς Λαοδίκης ἅμα ἐδήλου τὸ γένος·
その献納品に刻まれた碑文は、ラオディケ自身の系譜をも明らかにしていた。
"
Λαοδίκης ὅδε πέπλος·
"これはラオディケのペプロス。
ἑᾷ δʼ ἀνέθηκεν Ἀθηνᾷ
πατρίδʼ ἐς εὐρύχορον Κύπρου ἀπὸ ζαθέας.
彼女はこれを、聖なるキプロスから広大な故郷へと、自身のアテナのために捧げた。
"
Ἀγαπήνορος δὲ οὐκ ἀνασωθέντος οἴκαδε ἐξ Ἰλίου, §8.5.4παρέλαβε τὴν ἀρχὴν Ἱππόθους Κερκυόνος τοῦ Ἀγαμήδους τοῦ Στυμφήλου.
"しかしアガペノルがイリオンから故郷に生還しなかったため、スチュンファロスの子アガメデスの子ケルキュオンの子ヒッポトオスが支配権を引き継いだ。
καὶ τῷ μὲν ἐπιφανὲς συμβῆναι παρὰ τὸν βίον φασὶν οὐδέν, πλὴν ὅσον οὐκ ἐν Τεγέᾳ τὴν βασιλείαν κατεστήσατο ἀλλὰ ἐν Τραπεζοῦντι·
彼には、王宮をテゲアではなくトラペズスに置いたこと以外には、生涯において何ら目立った出来事は起こらなかったと言われている。
Αἴπυτος δὲ ὁ Ἱππόθου μετὰ τὸν πατέρα ἔσχε τὴν ἀρχήν, καὶ Ὀρέστης ὁ Ἀγαμέμνονος κατὰ μαντείαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος μετῴκησεν ἐς Ἀρκαδίαν ἐκ Μυκηνῶν.
ヒッポトオスの子アイピュトスが父のあとに支配権を得、アガメムノンの子オレステスは、デルフォイのアポロンの神託に従って、ミュケナイからアルカディアへと移住した。
§8.5.5Αἰπύτῳ δὲ τῷ Ἱππόθου παρελθεῖν ἐς τὸ ἱερὸν τοῦ Ποσειδῶνος τὸ ἐν Μαντινείᾳ τολμήσαντι— ἔσοδος δὲ ἀνθρώποις οὔτε τότε ἐς αὐτὸ ἦν οὔτε ἄχρι ἡμῶν ἔστιν—, ἐς τοῦτο ἐσελθόντι τυφλωθῆναι καὶ οὐ μετὰ πολὺ τῆς συμφορᾶς τελευτῆσαί οἱ τὸν βίον ἐγένετο.
ヒッポトオスの子アイピュトスが、マンティネイアにあるポセイドンの神殿へとあえて立ち入ろうとし(当時も、また我々の時代に至るまで、人間がそこへ立ち入ることは許されていないのだが)、そこへ入ったために盲目となり、その災難ののち間もなくその生涯を終えることとなった。
§8.5.6Κυψέλου δὲ τοῦ Αἰπύτου βασιλεύοντος μετὰ Αἴπυτον, ὁ Δωριέων στόλος οὐ διὰ τοῦ Κορινθίων ἰσθμοῦ, καθὰ ἐπὶ τρεῖς τὰς πρότερον γενεάς, ναυσὶ δὲ κατὰ τὸ ὀνομαζόμενον Ῥίον κάτεισιν ἐς Πελοπόννησον·
アイピュトスののちに彼の子キュプセロスが王であった時、ドリア人の遠征軍は、過去3世代にわたって試みられたようにコリントスの地峡を通るのではなく、船によってリオンと呼ばれる場所からペロポネソスへと下ってきた。
πυνθανόμενός τε τὰ ἐς αὐτοὺς ὁ Κύψελος, ὃν τῶν Ἀριστομάχου παίδων οὐκ ἔχοντά πω γυναῖκα εὕρισκε, τούτῳ τὴν θυγατέρα ἐκδοὺς καὶ οἰκειωσάμενος τὸν Κρεσφόντην αὐτός τε καὶ οἱ Ἀρκάδες ἐκτὸς ἑστήκεσαν δείματος.
彼らに関する情報を得たキュプセロスは、アリストマコスの息子たちのうちでまだ妻を娶っていなかったクレスポンテスを見出すと、彼に娘を嫁がせて味方とし、自身もアルカディア人たちも恐怖の外にとどまった。
§8.5.7Ὁλαίας δὲ ἦν Κυψέλου παῖς, ὃς καὶ τῆς ἀδελφῆς τὸν παῖδα Αἴπυτον, σὺν δὲ αὐτῷ καὶ οἱ ἐκ Λακεδαίμονος καὶ Ἄργους Ἡρακλεῖδαι κατάγουσιν ἐς Μεσσήνην.
ホライアスはキュプセロスの息子であり、彼は姉妹の息子であるアイピュトスを、ラケダイモンおよびアルゴス出身のヘラクレイダイとともに、メッセネへと連れ戻した。
τοῦ δὲ ἦν Βουκολίων, τοῦ δὲ Φίαλος, ὃς τὸν Λυκάονος Φίγαλον οἰκιστὴν ὄντα ἀφελόμενος τὴν τιμὴν Φιαλίαν τὸ ὄνομα τῇ πόλει μετέθετο ἀφʼ ἑαυτοῦ·
彼(ホライアス)にはブコリオンという息子がおり、そのブコリオンにはフィアロスという息子がいた。 このフィアロスは、リュカオンの子で創建者であったフィガロスの栄誉を奪い取り、都市の名を自分にちなんでフィアリアへと改名した。
οὐ μὴν καὶ ἐς ἅπαν γε ἐξενίκησεν.
しかしながら、これが完全に定着したわけではなかった。