Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.5.1-8.5.7

从埃克摩斯到库普塞洛斯的阿卡迪亚诸王

第 305 段,共 465 段 · 希腊语

内容简介

记述了从埃克摩斯到阿伽佩诺尔、希波托奥斯、埃皮托斯、库普塞洛斯以及奥莱阿斯的阿卡迪亚君主世系,并提及多里亚人入侵、塞浦路斯移民和城市改名等事件。

§8.5.1Λυκούργου δὲ ἀποθανόντος Ἔχεμος ὁ Ἀερόπου τοῦ Κηφέως τοῦ Ἀλέου τὴν Ἀρκάδων ἔσχεν ἀρχήν.
吕库古去世后,阿莱乌斯之子凯斐乌斯之子埃罗波斯之子埃克摩斯获得了阿卡迪亚人的统治权。
ἐπὶ τούτου Δωριεῖς κατιόντας ἐς Πελοπόννησον ὑπὸ ἡγεμόνι Ὕλλῳ τῷ Ἡρακλέους Ἀχαιοὶ περὶ ἰσθμὸν τὸν Κορινθίων κρατοῦσι μάχῃ, καὶ Ἔχεμος ἀποκτίννυσιν Ὕλλον μονομαχήσαντά οἱ κατὰ πρόκλησιν.
在他的时代,多里亚人在赫拉克勒斯之子许洛斯的率领下向伯罗奔尼撒进发,阿开亚人在科林斯地峡附近在战斗中击败了他们,埃克摩斯则在一场挑战的一对一决斗中杀死了许洛斯。
τάδε γὰρ ἐφαίνετο εἰκότα εἶναί μοι μᾶλλον ἢ ὁ πρότερος λόγος, ἐν ᾧ βασιλεύειν τε Ἀχαιῶν τηνικαῦτα Ὀρέστην ἔγραψα καὶ Ὕλλον Ὀρέστου βασιλεύοντος ἀποπειρᾶσαι καθόδου τῆς ἐς Πελοπόννησον.
因为这些在我看来,比先前的说法更为合理。 在那一说法中,我写道当时是由奥雷斯特斯统治阿开亚人,并且许洛斯是在奥雷斯特斯统治期间尝试返回伯罗奔尼撒的。
φαίνοιτο δʼ ἂν τῷ ὑστέρῳ τῶν λόγων καὶ Τιμάνδρα συνοικήσασα ἡ Τυνδάρεω τῷ ἀποκτείναντι Ὕλλον Ἐχέμῳ.
并且如果按照后一种说法,廷达瑞奥斯之女蒂曼德拉与杀死了许洛斯的埃克摩斯同居(结为夫妇)一事,也将显得合情合理。
§8.5.2Ἀγαπήνωρ δὲ ὁ Ἀγκαίου τοῦ Λυκούργου μετὰ Ἔχεμον βασιλεύσας ἐς Τροίαν ἡγήσατο Ἀρκάσιν.
在埃克摩斯之后继位的、吕库古之子安开乌斯之子阿伽佩诺尔率领阿卡迪亚人前往特洛伊。
Ἰλίου δὲ ἁλούσης ὁ τοῖς Ἕλλησι κατὰ τὸν πλοῦν τὸν οἴκαδε ἐπιγενόμενος χειμὼν Ἀγαπήνορα καὶ τὸ Ἀρκάδων ναυτικὸν κατήνεγκεν ἐς Κύπρον, καὶ Πάφου τε Ἀγαπήνωρ ἐγένετο οἰκιστὴς καὶ τῆς Ἀφροδίτης κατεσκευάσατο ἐν Παλαιπάφῳ τὸ ἱερόν· τέως δὲ ἡ θεὸς παρὰ Κυπρίων τιμὰς εἶχεν ἐν Γολγοῖς καλουμένῳ χωρίῳ.
伊里翁被攻陷时,在希腊人返航途中降临的风暴将阿伽佩诺尔和阿卡迪亚人的舰队带到了塞浦路斯,阿伽佩诺尔成为了帕福斯的建城者,并在巴莱帕福斯建造了阿佛洛狄忒的神庙;在此之前,这位女神一直在塞浦路斯人中一个叫戈尔戈伊的地方接受崇拜。
§8.5.3χρόνῳ δὲ ὕστερον Λαοδίκη γεγονυῖα ἀπὸ Ἀγαπήνορος ἔπεμψεν ἐς Τεγέαν τῇ Ἀθηνᾷ τῇ Ἀλέᾳ πέπλον· τὸ δὲ ἐπὶ τῷ ἀναθήματι ἐπίγραμμα καὶ αὐτῆς Λαοδίκης ἅμα ἐδήλου τὸ γένος· " Λαοδίκης ὅδε πέπλος· ἑᾷ δʼ ἀνέθηκεν Ἀθηνᾷ πατρίδʼ ἐς εὐρύχορον Κύπρου ἀπὸ ζαθέας.
后来,阿伽佩诺尔的后裔拉奥迪凯向特革亚的阿莱亚的阿西娜献纳了一件长袍;该献纳品上的铭文同时也表明了拉奥迪凯本人的世系: "此乃拉奥迪凯之长袍;她将其献给自己崇敬的阿西娜,自神圣的塞浦路斯,送达她广阔的家乡。
" Ἀγαπήνορος δὲ οὐκ ἀνασωθέντος οἴκαδε ἐξ Ἰλίου, §8.5.4παρέλαβε τὴν ἀρχὴν Ἱππόθους Κερκυόνος τοῦ Ἀγαμήδους τοῦ Στυμφήλου.
"由于阿伽佩诺尔未能从伊里翁平安返回家乡,斯廷法洛斯之子阿伽墨得斯之子凯尔库翁之子希ッポ托奥斯接管了统治权。
καὶ τῷ μὲν ἐπιφανὲς συμβῆναι παρὰ τὸν βίον φασὶν οὐδέν, πλὴν ὅσον οὐκ ἐν Τεγέᾳ τὴν βασιλείαν κατεστήσατο ἀλλὰ ἐν Τραπεζοῦντι· Αἴπυτος δὲ ὁ Ἱππόθου μετὰ τὸν πατέρα ἔσχε τὴν ἀρχήν, καὶ Ὀρέστης ὁ Ἀγαμέμνονος κατὰ μαντείαν τοῦ ἐν Δελφοῖς Ἀπόλλωνος μετῴκησεν ἐς Ἀρκαδίαν ἐκ Μυκηνῶν.
据说在他的生平中没有发生任何显著的事迹,除了他没有在特革亚建立他的王宫,而是在特拉佩祖斯;希ッポ托奥斯之子埃皮托斯在父亲之后获得了统治权,而阿伽门农之子奥雷斯特斯则根据德尔斐的阿波罗的神谕,从迈锡尼迁徙到了阿卡迪亚。
§8.5.5Αἰπύτῳ δὲ τῷ Ἱππόθου παρελθεῖν ἐς τὸ ἱερὸν τοῦ Ποσειδῶνος τὸ ἐν Μαντινείᾳ τολμήσαντι— ἔσοδος δὲ ἀνθρώποις οὔτε τότε ἐς αὐτὸ ἦν οὔτε ἄχρι ἡμῶν ἔστιν—, ἐς τοῦτο ἐσελθόντι τυφλωθῆναι καὶ οὐ μετὰ πολὺ τῆς συμφορᾶς τελευτῆσαί οἱ τὸν βίον ἐγένετο.
希ッポ托奥斯之子埃皮托斯悍然试图进入曼蒂内亚的波塞冬神庙——无论在当时还是直到我们的时代,人类都被禁止进入其中——当他进入其中时,便失明了,并且在灾难发生后不久便结束了生命。
§8.5.6Κυψέλου δὲ τοῦ Αἰπύτου βασιλεύοντος μετὰ Αἴπυτον, ὁ Δωριέων στόλος οὐ διὰ τοῦ Κορινθίων ἰσθμοῦ, καθὰ ἐπὶ τρεῖς τὰς πρότερον γενεάς, ναυσὶ δὲ κατὰ τὸ ὀνομαζόμενον Ῥίον κάτεισιν ἐς Πελοπόννησον·
在埃皮托斯之后,由其子库普塞洛斯统治时,多里亚人的远征军并未像前三代人那样通过科林斯地峡,而是乘船经由被称为里翁的地方进入伯罗奔尼撒。
πυνθανόμενός τε τὰ ἐς αὐτοὺς ὁ Κύψελος, ὃν τῶν Ἀριστομάχου παίδων οὐκ ἔχοντά πω γυναῖκα εὕρισκε, τούτῳ τὴν θυγατέρα ἐκδοὺς καὶ οἰκειωσάμενος τὸν Κρεσφόντην αὐτός τε καὶ οἱ Ἀρκάδες ἐκτὸς ἑστήκεσαν δείματος.
库普塞洛斯探得他们的消息后,发现在阿里斯托马科斯的儿子中有一个还没有妻子,便将女儿嫁给这位克雷斯丰特斯并与他结为姻盟,这样他自己和阿卡迪亚人便免于恐惧。
§8.5.7Ὁλαίας δὲ ἦν Κυψέλου παῖς, ὃς καὶ τῆς ἀδελφῆς τὸν παῖδα Αἴπυτον, σὺν δὲ αὐτῷ καὶ οἱ ἐκ Λακεδαίμονος καὶ Ἄργους Ἡρακλεῖδαι κατάγουσιν ἐς Μεσσήνην.
奥莱阿斯是库普塞洛斯的儿子,他和来自拉刻代蒙及阿戈斯的赫拉克勒斯后裔一同将他姐姐的儿子埃皮托斯接回(恢复王位)到美塞尼亚。
τοῦ δὲ ἦν Βουκολίων, τοῦ δὲ Φίαλος, ὃς τὸν Λυκάονος Φίγαλον οἰκιστὴν ὄντα ἀφελόμενος τὴν τιμὴν Φιαλίαν τὸ ὄνομα τῇ πόλει μετέθετο ἀφʼ ἑαυτοῦ· οὐ μὴν καὶ ἐς ἅπαν γε ἐξενίκησεν.
奥莱阿斯生子布科利翁,布科利翁生子菲阿洛斯,后者夺取了身为建城者的吕卡翁之子菲加洛斯的荣誉,以自己的名字将城市改名为菲阿利亚;不过,这个名字最终并没有完全战胜(取代原名)。

词汇与语法注释

  1. 8.5.1φαίνοιτο δʼ ἂν ... συνοικήσασα — 动词 `φαίνομαι` 与分词 `συνοικήσασα` 连用,表示“……显然符合事实/将被证明是……”(这与后接不定词表示“似乎……”不同)。与格 `τῷ ὑστέρῳ τῶν λόγων` 表示判断的依据,意为“按照后一种说法”。
  2. 8.5.4καὶ τῷ μὲν ἐπιφανὲς συμβῆναι παρὰ τὸν βίον φασὶν οὐδέν — 与格指示代名词 `τῷ μὲν` 指代希ッポ托奥斯,作为非人称动词 `συμβῆναι`(“发生在某人身上”)的与格补足语。整个不定式从句的主语是 `οὐδέν`,由 `φασίν`(“人们说”)引导,意为“人们说在他的一生中没有发生任何显著的事迹”。
  3. 8.5.6ὃν τῶν Ἀριστομάχου παίδων οὐκ ἔχοντά πω γυναῖκα εὕρισκε, τούτῳ τὴν θυγατέρα ἐκδοὺς — 由关系代词 `ὃν` 引导的从句嵌入在主句中,其先行词(克雷斯丰特斯)在随后的主句中由指示代词 `τούτῳ`(“给此人”)重新指代。关系代词的格(宾格 `ὃν`)是由其在关系从句中作为动词 `εὕρισκε`(“发现”)和分词 `ἔχοντά`(“有”)的直接宾语这一语法功能所决定的。

引用这一段

保萨尼亚斯, 希腊志 §8.5.1-8.5.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.5.1-8.5.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。