Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.4.1-8.4.10

アルカスによる命名と王国の分割および後継者たち

304 / 465 箇所 · ギリシア語

要旨

アルカスの王位継承とアルカディアの名の由来、その子らへの領土分割から、アウゲとヘラクレスの神話、そしてリュコウルゴスまでの系譜と歴史が語られる。

§8.4.1μετὰ δὲ Νύκτιμον ἀποθανόντα Ἀρκὰς ἐξεδέξατο ὁ Καλλιστοῦς τὴν ἀρχήν·
ニュクティモスの死後、カリストーの子アルカスが支配権を受け継いだ。
καὶ τόν τε ἥμερον καρπὸν ἐσηγάγετο οὗτος παρὰ Τριπτολέμου καὶ τὴν ποίησιν ἐδίδαξε τοῦ ἄρτου καὶ ἐσθῆτα ὑφαίνεσθαι καὶ ἄλλα, τὰ ἐς ταλασίαν μαθὼν παρὰ Δρίστα.
彼はトリプトレモスから栽培された作物を導入し、パンの作り方を教え、またドリュスタスから学んだ羊毛加工に関する技術として、衣服の織り方などを教えた。
ἀπὸ τούτου δὲ βασιλεύσαντος Ἀρκαδία τε ἀντὶ Πελασγίας ἡ χώρα καὶ ἀντὶ Πελασγῶν Ἀρκάδες ἐκλήθησαν οἱ ἄνθρωποι.
彼が王となったことから、この地方はペラスギアの代わりにアルカディアと呼ばれ、人々はペラスゴス人の代わりにアルカディア人と呼ばれるようになった。
§8.4.2συνοικῆσαι δὲ οὐ θνητῇ γυναικὶ αὐτόν, ἀλλὰ νύμφῃ Δρυάδι ἔλεγον·
彼が共同生活を送ったのは人間の女ではなく、ドリュアス(木の精)のニンフであったと言われている。
Δρυάδας γὰρ δὴ καὶ Ἐπιμηλιάδας, τὰς δὲ αὐτῶν ἐκάλουν Ναΐδας, καὶ Ὁμήρῳ γε ἐν τοῖς ἔπεσι Ναΐδων νυμφῶν μάλιστά ἐστι μνήμη.
実際、彼らはニンフたちをドリュアスやエピメリアス(羊の精)、またそのうちのあるものをナイアス(水の精)と呼んでおり、ホメロスも叙事詩の中でナイアスのニンフたちに最も多く言及している。
τὴν δὲ νύμφην ταύτην καλοῦσιν Ἐρατώ, καὶ ἐκ ταύτης φασὶν Ἀρκάδι Ἀζᾶνα καὶ Ἀφείδαντα γενέσθαι καὶ Ἔλατον·
このニンフを彼らはエラトーと呼び、彼女とアルカスとの間にアザン、アフェイダス、そしてエラトスが生まれたと言われている。
§8.4.3ἐγεγόνει δὲ αὐτῷ πρότερον ἔτι Αὐτόλαος νόθος.
彼にはこれよりさらに前に、庶子アウトラオスが生まれていた。
τοῖς δὲ παισίν, ὡς ηὐξήθησαν, διένειμεν Ἀρκὰς τριχῇ τὴν χώραν, καὶ ἀπὸ μὲν Ἀζᾶνος ἡ Ἀζανία μοῖρα ὠνομάσθη·
息子たちが成人すると、アルカスは領土を三つに分割した。
παρὰ τούτων δὲ ἀποικισθῆναι λέγουσιν, ὅσοι περὶ τὸ ἄντρον ἐν Φρυγίᾳ τὸ καλούμενον Στεῦνος καὶ Πέγκαλαν ποταμὸν οἰκοῦσιν.
アザンにちなんでアザニア地方が名付けられ、フリュギアのステウノスと呼ばれる洞窟やペンカラス川の周辺に住む人々は、彼らのもとから植民したのだと言われている。
Ἀφείδας δὲ Τεγέαν καὶ τὴν προσεχῆ ταύτης ἔλαχεν· ἐπὶ τούτῳ δὲ καὶ ποιηταὶ καλοῦσιν Ἀφειδάντειον κλῆρον τὴν Τεγέαν.
アフェイダスはテゲアとその隣接する地域を割り当てられ、このため詩人たちもテゲアをアフェイダスの領地と呼んでいる。
§8.4.4Ἔλατος δὲ ἔσχε τὸ ὄρος τὴν Κυλλήνην, ἔτι τότε οὖσαν ἀνώνυμον·
エラトスはキュレネ山を手に入れたが、当時はまだその山に名前がなかった。
χρόνῳ δὲ ὕστερον μετῴκησεν ὁ Ἔλατος ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ τοῖς τε Φωκεῦσιν ἤμυνεν ὑπὸ Φλεγυῶν πολέμῳ πιεζομένοις καὶ Ἐλατείας πόλεως ἐγένετο οἰκιστής.
のちにエラトスは、現在フォキスと呼ばれている地方へと移住し、フレギュアス人によって戦争で苦しめられていたフォキス人たちを助け、エラテイア市の創建者となった。
παῖδα δὲ Ἀζᾶνι μὲν Κλείτορα, Ἀφείδαντι δὲ Ἄλεον, Ἐλάτῳ δέ φασιν εἶναι πέντε, Αἴπυτον Περέα Κυλλῆνα Ἴσχυν Στύμφηλον.
アザンにはクレイトルという息子が、アフェイダスにはアレオスという息子がおり、エラトスには5人の息子、すなわちアイピュトス、ペレウス、キュレン、イスキュス、スチュンファロスがいたと言われている。
§8.4.5ἐπὶ δὲ Ἀζᾶνι τῷ Ἀρκάδος τελευτήσαντι ἆθλα ἐτέθη πρῶτον·
アルカスの子アザンが死んだ時、初めて競技会が催された。
εἰ μὲν καὶ ἄλλα, οὐκ οἶδα, ἱπποδρομίας δὲ ἐτέθη.
他の競技もあったかどうかは知らないが、戦車競走は行われた。
Κλείτωρ μὲν δὴ ὁ Ἀζᾶνος ἐν Λυκοσώρᾳ τε ᾤκει καὶ ἦν τῶν βασιλέων δυνατώτατος καὶ Κλείτορα ᾤκισεν ἀφʼ αὑτοῦ πόλιν, Ἄλεος δὲ εἶχε τὴν πατρῴαν λῆξιν·
アザンの子クレイトルはリュコソラに住み、諸王の中で最も強力であり、自分の名にちなんでクレイトル市を創建した。 一方、アレオスは父から受け継いだ領地を領有していた。
§8.4.6ἀπὸ δὲ Ἐλάτου τῶν παίδων Κυλλήνην τὸ ὄρος καλοῦσιν ἀπὸ Κυλλῆνος, καὶ ἀπὸ Στυμφήλου πηγή τε ὀνομάζεται καὶ πόλις Στύμφηλος ἐπὶ τῇ πηγῇ.
エラトスの子供たちのうち、キュレネ山はキュレンにちなんでその名で呼ばれ、水源とその水源のほとりにあるスチュンファロス市はスチュンファロスにちなんで名付けられている。
τὰ δὲ ἐς τὸν θάνατον Ἴσχυος τοῦ Ἐλάτου πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Ἀργολίδι ἐδήλωσα.
エラトスの子イスキュスの死については、すでにこれより前にアルゴリスに関する記述の中で明らかにした。
παῖδα δὲ Περεῖ ἄρρενα μέν φασιν οὐδένα, Νέαιραν δὲ γενέσθαι θυγατέρα·
ペレウスには男子は一人もおらず、ネイアイラという娘が生まれたと言われている。
ταύτην γυναῖκα ἔσχεν Αὐτόλυκος, οἰκῶν μὲν ἐν τῷ ὄρει τῷ Παρνασσῷ, λεγόμενος δὲ Ἑρμοῦ παῖς εἶναι, Δαιδαλίωνος δὲ ὢν τῷ ἀληθεῖ λόγῳ.
彼女をオートリュコスが妻とした。 彼はパルナッソス山に住み、ヘルメスの子であると言われていたが、真実のところはダイダリオンの子であった。
§8.4.7Κλείτορι δὲ τῷ Ἀζᾶνος οὐ γενομένων παίδων, ἐς Αἴπυτον Ἐλάτου περιεχώρησεν ἡ Ἀρκάδων βασιλεία·
アザンの子クレイトルに子供が生まれなかったため、アルカディア人の王位はエラトスの子アイピュトスへと移った。
τὸν δὲ Αἴπυτον ἐξελθόντα ἐς ἄγραν θηρίων μὲν τῶν ἀλκιμωτέρων οὐδέν, σὴψ δὲ οὐ προϊδόμενον ἀποκτίννυσι.
このアイピュトスが狩りに出かけた際、より強力な獣のどれでもなく、気づかずにいたセプスというヘビが彼を殺してしまった。
τὸν δὲ ὄφιν τοῦτον καὶ αὐτός ποτε εἶδον·
このヘビを私自身もかつて見たことがある。
κατὰ ἔχιν ἐστὶ τὸν μικρότατον, τέφρᾳ ἐμφερής, στίγμασιν οὐ συνεχέσι πεποικιλμένος·
最も小さなクサリヘビに似ており、灰のような色で、まばらな斑点模様がある。
κεφαλὴ δέ ἐστιν αὐτῷ πλατεῖα καὶ τράχηλος στενός, γαστέρα δὲ ἔχει μείζονα καὶ οὐρὰν βραχεῖαν·
頭部は平たく、首は細く、腹部は大きめで、尾は短い。
βαδίζει δὲ οὗτός τε καὶ ὄφις ἕτερος ὁ κεράστης καλούμενος ἐνδιδόντες ἐς τὰ πλάγια, ὥσπερ οἱ καρκίνοι.
このヘビと、ケラステスと呼ばれるもう一方のヘビは、カニのように横に這うようにして進む。
§8.4.8μετὰ δὲ Αἴπυτον ἔσχεν Ἄλεος τὴν ἀρχήν·
アイピュトスののち、アレオスが支配権を手にした。
Ἀγαμήδης μὲν γὰρ καὶ Γόρτυς οἱ Στυμφήλου τέταρτον γένος ἦσαν ἀπὸ Ἀρκάδος, Ἄλεος δὲ τρίτον ὁ Ἀφείδαντος.
スチュンファロスの子アガメデスとゴルテュスはアルカスから数えて四代目の子孫であり、アフェイダスの子アレオスは三代目の子孫だったからである。
Ἄλεος δὲ τῇ τε Ἀθηνᾷ τῇ Ἀλέᾳ τὸ ἱερὸν ᾠκοδόμησεν ἐν Τεγέᾳ τὸ ἀρχαῖον καὶ αὐτῷ κατεσκεύαστο αὐτόθι ἡ βασιλεία·
アレオスはテゲアにアテナ・アレアの古い神殿を建立し、そこに自身の王宮を築いた。
Γόρτυς δὲ ὁ Στυμφήλου πόλιν Γόρτυνα ᾤκισεν ἐπὶ ποταμῷ·
スチュンファロスの子ゴルテュスは川のほとりにゴルテュナという都市を創建した。
καλεῖται δὲ Γορτύνιος καὶ ὁ ποταμός.
その川もゴルテュニオスと呼ばれている。
Ἀλέῳ δὲ ἄρσενες μὲν παῖδες Λυκοῦργός τε καὶ Ἀμφιδάμας καὶ Κηφεύς, θυγάτηρ δὲ ἐγένετο Αὔγη.
アレオスには男子として、リュコウルゴス、アンフィダマス、ケフェウスという息子たちがおり、娘としてアウゲが生まれた。
§8.4.9ταύτῃ τῇ Αὔγῃ τῷ Ἑκαταίου λόγῳ συνεγίνετο Ἡρακλῆς, ὁπότε ἀφίκοιτο ἐς Τεγέαν·
このアウゲと、ヘカタイオスの説によれば、ヘラクレスがテゲアに来るたびに交わっていた。
τέλος δὲ καὶ ἐφωράθη τετοκυῖα ἐκ τοῦ Ἡρακλέους, καὶ αὐτὴν ὁ Ἄλεος ἐσθέμενος ὁμοῦ τῷ παιδὶ ἐς λάρνακα ἀφίησεν ἐς θάλασσαν, καὶ ἡ μὲν ἀφίκετο ἐς Τεύθραντα δυνάστην ἄνδρα ἐν Καΐκου πεδίῳ καὶ συνῴκησεν ἐρασθέντι τῷ Τεύθραντι·
ついに彼女がヘラクレスとの間の子を産んだことが発覚し、アレオスは彼女をその子供とともに箱に入れて海に流した。 彼女はカイコス川の平野に住む支配者テウトラスのもとに到着し、彼女に恋をしたテウトラスと結婚した。
καὶ νῦν ἔστι μὲν Αὔγης μνῆμα ἐν Περγάμῳ τῇ ὑπὲρ τοῦ Καΐκου, γῆς χῶμα λίθου περιεχόμενον κρηπῖδι, ἔστι δὲ ἐν τῷ μνήματι ἐπίθημα χαλκοῦ πεποιημένον, γυνὴ γυμνή.
現在でもカイコス川の上流にあるペルガモンにはアウゲの墓があり、それは石の基壇に囲まれた土の塚であり、その墓の上には、裸の女性をかたどった青銅製の浮き彫りが置かれている。
§8.4.10μετὰ δὲ Ἄλιον τελευτήσαντα Λυκοῦργος ὁ Ἀλέου τὴν βασιλείαν πρεσβεῖα ἔσχε·
アレオスの死後、彼の子リュコウルゴスが長子としての特権により王位を得た。
παρέσχετο δὲ ἐς μνήμην Ἀρηίθοον ἄνδρα πολεμικὸν δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνας.
彼は戦士アレイトオスを正義によらず策略によって殺害したことで、人々の記憶に残ることとなった。
γενομένων δὲ αὐτῷ παίδων Ἀγκαίου τε καὶ Ἐπόχου, τὸν μὲν νοσήσαντα ἐπιλαμβάνει τὸ χρεών, Ἀγκαῖος δὲ Ἰάσονί τε τοῦ πλοῦ μετέσχεν ἐς Κόλχους καὶ ὕστερον ὁμοῦ Μελεάγρῳ τὸ ἐν Καλυδῶνι κατεργαζόμενος θηρίον ἀπέθανεν ὑπὸ τοῦ ὑός.
彼にはアンカイオスとエポコスという息子たちが生まれたが、後者は病にかかって死に、アンカイオスはイアソンとともにコルキスへの航海に参加し、のちにメレアグロスとともにカリュドンの猪を退治している際、その猪によって殺された。
Λυκοῦργος μὲν δὴ πορρωτάτω γήρως ἀφίκετο ἐπιδὼν τοὺς παῖδας ἀμφοτέρους τελευτήσαντας·
こうしてリュコウルゴスは二人の子供が死ぬのを見届けて、きわめて高齢に達した。

語釈・文法注

  1. §8.4.1τὰ ἐς ταλασίαν μαθὼν παρὰ Δρίστα — 「ドリュスタスから学んだ、羊毛加工に関する(事柄)」という意味。`τὰ` は `μαθὼν` の目的語、`ἐς ταλασίαν`(羊毛加工に関して)は `τὰ` を修飾する。`ἐσθῆτα ὑφαίνεσθαι`(衣服を織ること)と並列する `ἄλλα`(他のもの)の同格または詳細化として機能している。
  2. §8.4.3παρὰ τούτων δὲ ἀποικισθῆναι λέγουσιν — 対格不定詞構文。主語は `ὅσοι ... οἰκοῦσιν`(...に住む人々)。`ἀποικισθῆναι` は受動不定詞で、「彼ら(アザンの人々)のもとから植民された」を意味する。`παρὰ τούτων` の `τούτων` は、直前の `Ἀζᾶνος / Ἀζανία` を受けて「アザンの子孫たち(アザン人)」を指す。
  3. §8.4.8Ἀγαμήδης μὲν γὰρ καὶ Γόρτυς οἱ Στυμφήλου τέταρτον γένος ἦσαν ἀπὸ Ἀρκάδος — 系譜上の世代数を示す構造。パウサニアスは `ἀπὸ Ἀρκάδος`(アルカスから数えて)という基準から世代数を「第何世代(何番目の家系)」として数えている。アルカスを第1世代とすると、エラトス(第2)、スチュンファロス(第3)、アガメデス/ゴルテュス(第4)となり、アフェイダス(第2)、アレオス(第3)となるため、アレオスの方が世代が近く(三代目)、優先された。
  4. §8.4.10τὸν μὲν νοσήσαντα ἐπιλαμβάνει τὸ χρεών — 「死(運命)が病気になった彼を捕らえた」という詩的な表現。`τὸ χρεών` は「必然」「運命」また「死」を意味する中性名詞で、ここでは主語として機能し、`ἐπιλαμβάνει`(襲う、捉える)の対象が分詞 `νοσήσαντα`(病にかかった彼)である。文脈上 `τὸν μέν` はエポコスを指し、`δέ` 節の `Ἀγκαῖος` と対比されている。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.4.1-8.4.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.4.1-8.4.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。