§8.48.1τῆς ἀγορᾶς δὲ μάλιστα ἐοικυίας πλίνθῳ κατὰ τὸ σχῆμα, Ἀφροδίτης ἐστὶν ἐν αὐτῇ ναὸς καλούμενος ἐν πλινθίῳ καὶ ἄγαλμα λίθου.
アゴラは形が最も煉瓦に似ており、その中には「エンプリンティオイ(煉瓦の中の)」と呼ばれるアプロディテの神殿と石造りの神像がある。
στήλαις δὲ ἐπειργασμένοι τῇ μὲν Ἀντιφάνης ἐστὶ καὶ Κρῖσος καὶ Τυρωνίδας τε καὶ Πυρρίας, οἳ νόμους Τεγεάταις θέμενοι τιμὰς καὶ ἐς τόδε παρʼ αὐτῶν ἔχουσιν·
碑石(複数)には人物像が浮き彫りになっており、一方にはアンティパネス、クリソス、テュロニダス、ピュリアスがいる。 彼らはテゲア人に法律を制定して、今日に至るまで彼らから栄誉を受けている。
ἐπὶ δὲ τῇ ἑτέρᾳ στήλῃ πεποιημένος ἐστὶν Ἰάσιος ἵππου τε ἐχόμενος καὶ κλάδον ἐν τῇ δεξιᾷ φέρων φοίνικος·
他方の碑石にはイアシオスが描かれており、彼は馬を掴み、右手にナツメヤシの枝を持っている。
νικῆσαι δὲ ἵππῳ φασὶν ἐν Ὀλυμπίᾳ τὸν Ἰάσιον, ὅτε Ἡρακλῆς ἔθετο ὁ Θηβαῖος τὰ Ὀλύμπια.
イアシオスは、テーバイ人のヘラクレスがオリンピア競技を創設した際、競馬でオリンピアにおいて勝利したと言われている。
§8.48.2ἐν μὲν δὴ Ὀλυμπίᾳ κοτίνου τῷ νικῶντι δίδοσθαι στέφανον καὶ ἐν Δελφοῖς δάφνης, τοῦ μὲν ἤδη τὴν αἰτίαν ἀπέδωκα ἐν τοῖς ἐς Ἠλείους, τοῦ δὲ καὶ ἐν τοῖς ἔπειτα δηλώσω·
さて、オリンピアでは野性のオリーブの冠が、デルポイでは月桂樹の冠が勝者に与えられるが、前者の理由はすでにエーリス人に関する記述で明らかにしておいたし、後者の理由も今後の箇所で示すことにしよう。
ἐν Ἰσθμῷ δὲ ἡ πίτυς καὶ τὰ ἐν Νεμέᾳ σέλινα ἐπὶ τοῦ Παλαίμονος καὶ τοῦ Ἀρχεμόρου τοῖς παθήμασιν ἐνομίσθησαν.
イストモスでの松、ネメアでのセロリは、パライモンとアルケモロスの受難にちなんで慣習とされたのである。
οἱ δὲ ἀγῶνες φοίνικος ἔχουσιν οἱ πολλοὶ στέφανον· ἐς δὲ τὴν δεξιάν ἐστι καὶ πανταχοῦ τῷ νικῶντι ἐστιθέμενος φοῖνιξ.
だが、多くの競技会ではナツメヤシの冠が用いられており、さらにあらゆる場所で、勝者の右手にナツメヤシが持たされることになっている。
§8.48.3ἐνομίσθη δὲ ἐπὶ τοιῷδε·
これは以下のような理由で慣習となった。
Θησέα ἀνακομιζόμενον ἐκ Κρήτης φασὶν ἐν Δήλῳ ἀγῶνα ποιήσασθαι τῷ Ἀπόλλωνι, στεφανοῦν δὲ αὐτὸν τοὺς νικῶντας τῷ φοίνικι.
クレータ島から帰還する途中のテセウスが、デロス島においてアポロンのための競技会を開催し、みずから勝者たちにナツメヤシの冠を授けたと言われている。
τοῦτο μὲν δὴ ἄρξαι λέγουσιν ἐντεῦθεν·
このことがそこから始まったと言われている。
τοῦ δὲ φοίνικος τοῦ ἐν Δήλῳ μνήμην ἐποιήσατο καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἱκεσίᾳ πρὸς τὴν Ἀλκίνου θυγατέρα.
デロス島のナツメヤシについては、ホメロスも、アルキノオスの娘に対するオデュッセウスの哀願の中で言及している。
§8.48.4ἔστι δὲ καὶ Ἄρεως ἄγαλμα ἐν τῇ Τεγεατῶν ἀγορᾷ.
テゲア人のアゴラにはアレスの神像もある。
τοῦτο ἐκτετύπωται μὲν ἐπὶ στήλῃ, Γυναικοθοίναν δὲ ὀνομάζουσιν αὐτόν.
これは碑石に浮き彫りにされており、人々は彼を「ギュナイコトイナス(女性たちを饗応する者)」と呼んでいる。
ὑπὸ γὰρ τὸν Λακωνικὸν πόλεμον καὶ Χαρίλλου τοῦ Λακεδαιμονίων βασιλέως τὴν πρώτην ἐπιστρατείαν λαβοῦσαι αἱ γυναῖκές σφισιν ὅπλα ἐλόχων ὑπὸ τὸν λόφον ὃν Φυλακτρίδα ἐφʼ ἡμῶν ὀνομάζουσι·
というのも、ラコニアとの戦争の際、ラケダイモン人の王チャリロスの最初の遠征の時に、女性たちが武器を手にして、私たちの時代に「ピュラクトリス(護衛者)」と呼ばれている丘の下に待ち伏せしたからである。
συνελθόντων δὲ τῶν στρατοπέδων καὶ τολμήματα ἀποδεικνυμένων ἑκατέρωθεν τῶν ἀνδρῶν πολλά τε καὶ ἄξια μνήμης, οὕτω φασὶν ἐπιφανῆναί σφισι τὰς
両軍が衝突し、両陣営の男性たちが多くの、かつ記憶に値する勇猛さを示していたとき、女性たちが彼らの前に現れ、ラケダイモン人を敗走させたのは彼女たちであったと言われている。
§8.48.5γυναῖκας καὶ εἶναι τὰς ἐργασαμένας ταύτας τῶν Λακεδαιμονίων τὴν τροπήν, Μάρπησσαν δὲ τὴν Χοίραν ἐπονομαζομένην ὑπερβαλέσθαι τῇ τόλμῃ τὰς ἄλλας γυναῖκας, ἁλῶναι δὲ ἐν τοῖς Σπαρτιάταις καὶ αὐτὸν Χάριλλον·
そして「コイラ」と渾名されるマルペッサが、その勇猛さにおいて他の女性たちを凌駕し、スパルタ人の中にあってチャリロス自身をも捕らえたのだと。
καὶ τὸν μὲν ἀφεθέντα ἄνευ λύτρων, καὶ ὅρκον Τεγεάταις δόντα μήποτε Λακεδαιμονίους στρατεύσειν ἔτι ἐπὶ Τεγέαν, παραβῆναι τὸν ὅρκον, τὰς γυναῖκας δὲ τῷ Ἄρει θῦσαί τε ἄνευ τῶν ἀνδρῶν ἰδίᾳ τὰ ἐπινίκια καὶ τοῦ ἱερείου τῶν κρεῶν οὐ μεταδοῦναι σφᾶς τοῖς ἀνδράσιν.
そして、彼は身代金なしで解放され、テゲア人に対して二度とラケダイモン人がテゲアへ遠征しないという誓いを与えたにもかかわらず、その誓いを破ったということ、また、女性たちがアレスに対して男性たち抜きで独自に勝利の犠牲を捧げ、その犠牲獣の肉を自分たちだけで消費し、男性たちには分け与えなかったということである。
ἀντὶ τούτων μὲν τῷ Ἄρει γέγονεν ἡ ἐπίκλησις·
これらのお返しとして、アレスにその呼び名が生じたのである。
§8.48.6πεποίηται δὲ καὶ Διὸς Τελείου βωμὸς καὶ ἄγαλμα τετράγωνον·
完成者のゼウスの祭壇と方形の神像も作られている。
περισσῶς γὰρ δή τι τῷ σχήματι τούτῳ φαίνονταί μοι χαίρειν οἱ Ἀρκάδες.
アルカディア人はこの形状を際立って好んでいるように私には思われるからである。
καὶ μνήματά ἐστιν ἐνταῦθα Τεγεάτου τοῦ Λυκάονος καὶ Μαιρᾶς γυναικὸς τοῦ Τεγεάτου·
そしてここには、リュカオンの子テゲアテスの墓と、テゲアテスの妻マイラの墓がある。
θυγατέρα Ἄτλαντός φασιν εἶναι τὴν Μαιράν, ἧς δὴ καὶ Ὅμηρος ἐποιήσατο μνήμην ἐν Ὀδυσσέως λόγοις πρὸς Ἀλκίνουν περί τε ὁδοῦ τῆς ἐς Ἅιδην καὶ ὁπόσων ἐθεάσατο ἐκεῖ τὰς ψυχάς.
マイラはアトラスの娘であると言われており、彼女についてはホメロスも、ハデスへの道行きとそこで目撃した魂たちについてのアルキノオスに対するオデュッセウスの語りの中で言及している。
§8.48.7τὴν δὲ Εἰλείθυιαν οἱ Τεγεᾶται—καὶ γὰρ ταύτης ἔχουσιν ἐν τῇ ἀγορᾷ ναὸν καὶ ἄγαλμα— ἐπονομάζουσιν Αὔγην ἐν γόνασι, λέγοντες ὡς Ναυπλίῳ παραδοίη τὴν θυγατέρα Ἄλεος ἐντειλάμενος ἐπαναγαγόντα αὐτὴν ἐς θάλασσαν καταποντῶσαι·
テゲア人はエイレイテュイア(彼らはアゴラに彼女の神殿と神像を持っているのだが)を「膝をつくアウゲ」と呼んでいる。
τὴν δὲ ὡς ἤγετο πεσεῖν τε ἐς γόνατα καὶ οὕτω τεκεῖν τὸν παῖδα, ἔνθα τῆς Εἰλειθυίας ἐστὶ τὸ ἱερόν.
彼らの語るところによれば、アレオスが娘をナウプリオスに引き渡し、彼女を海に連れ出して沈めるように命じた際、彼女は連れて行かれる途中で膝をつき、そうして、現在エイレイテュイアの聖域があるその場所で子供を産んだからである。
οὗτος ὁ λόγος διάφορος μέν ἐστιν ἑτέρῳ λόγῳ, λάθρᾳ τὴν Αὔγην τεκεῖν τοῦ πατρὸς καὶ ἐκτεθῆναι τὸν Τήλεφον λέγοντι ἐς τὸ ὄρος τὸ Παρθένιον καὶ τῷ παιδὶ ἐκκειμένῳ διδόναι γάλα ἔλαφον· λέγεται δὲ οὐδὲν ἧσσον καὶ οὗτος ὑπὸ Τεγεατῶν ὁ λόγος.
この話は、アウゲが父親に隠れて出産し、テレポスはパルテニオン山に捨てられ、捨てられたその子供に牝鹿が乳を与えたという別の話とは異なっているが、この話もやはりテゲア人によって同様に語られている。
§8.48.8πρὸς δὲ τῷ ἱερῷ τῆς Εἰλειθυίας ἐστὶ Γῆς βωμός, ἔχεται δὲ τοῦ βωμοῦ λίθου λευκοῦ στήλη·
エイレイテュイアの聖域の傍らにはゲ(大地の女神)の祭壇があり、祭壇の隣には白石の碑石が立っている。
ἐπὶ δὲ αὐτῆς Πολύβιος ὁ Λυκόρτα καὶ ἐπὶ ἑτέρᾳ στήλῃ τῶν παίδων τῶν Ἀρκάδος Ἔλατός ἐστιν εἰργασμένος.
その上にはリュコルタスの子ポリュビオスが表されており、別の碑石には、アルカスの子供たちの一人であるエラトスが描かれている。