Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.48.1-8.48.8

特格阿广场上的神庙群与胜利者棕榈枝

第 358 段,共 465 段 · 希腊语

内容简介

本文介绍了特格阿广场上的阿佛洛狄忒和阿瑞斯等神殿及神像的由来,阐明了竞技会获胜者授予棕榈枝的神话起源,并提及了有关奥革和迈拉的当地传说。

§8.48.1τῆς ἀγορᾶς δὲ μάλιστα ἐοικυίας πλίνθῳ κατὰ τὸ σχῆμα, Ἀφροδίτης ἐστὶν ἐν αὐτῇ ναὸς καλούμενος ἐν πλινθίῳ καὶ ἄγαλμα λίθου.
这里的阿哥拉(广场)在形状上非常类似于砖块,其中有一座被称为“砖中”的阿佛洛狄忒神庙和一尊石雕像。
στήλαις δὲ ἐπειργασμένοι τῇ μὲν Ἀντιφάνης ἐστὶ καὶ Κρῖσος καὶ Τυρωνίδας τε καὶ Πυρρίας, οἳ νόμους Τεγεάταις θέμενοι τιμὰς καὶ ἐς τόδε παρʼ αὐτῶν ἔχουσιν·
在碑石上以浮雕形式刻画着人物,一侧是安提帕内斯、克里索斯、蒂罗尼达斯和皮里亚斯,他们为特格阿人制定了法律,因此直到今天依然受到特格阿人的尊敬。
ἐπὶ δὲ τῇ ἑτέρᾳ στήλῃ πεποιημένος ἐστὶν Ἰάσιος ἵππου τε ἐχόμενος καὶ κλάδον ἐν τῇ δεξιᾷ φέρων φοίνικος· νικῆσαι δὲ ἵππῳ φασὶν ἐν Ὀλυμπίᾳ τὸν Ἰάσιον, ὅτε Ἡρακλῆς ἔθετο ὁ Θηβαῖος τὰ Ὀλύμπια.
在另一块碑石上,雕刻着手牵骏马、右手拿着一枝棕榈枝的伊阿西奥斯;人们说,在忒拜人赫拉克勒斯创立奥林匹亚竞技会时,伊阿西奥斯在奥林匹亚赢得了赛马项目的胜利。
§8.48.2ἐν μὲν δὴ Ὀλυμπίᾳ κοτίνου τῷ νικῶντι δίδοσθαι στέφανον καὶ ἐν Δελφοῖς δάφνης, τοῦ μὲν ἤδη τὴν αἰτίαν ἀπέδωκα ἐν τοῖς ἐς Ἠλείους, τοῦ δὲ καὶ ἐν τοῖς ἔπειτα δηλώσω· ἐν Ἰσθμῷ δὲ ἡ πίτυς καὶ τὰ ἐν Νεμέᾳ σέλινα ἐπὶ τοῦ Παλαίμονος καὶ τοῦ Ἀρχεμόρου τοῖς παθήμασιν ἐνομίσθησαν.
在奥林匹亚,胜者被授予野橄榄冠,在德尔斐则授予月桂冠,前者的原因我已在关于伊利斯人的篇章中说明,后者的原因我将在随后的篇章中阐明;在伊斯米亚是松树冠,在涅墨亚是芹菜冠,这些是根据帕莱蒙和阿尔刻摩洛斯的苦难遭遇而定为传统的。
οἱ δὲ ἀγῶνες φοίνικος ἔχουσιν οἱ πολλοὶ στέφανον· ἐς δὲ τὴν δεξιάν ἐστι καὶ πανταχοῦ τῷ νικῶντι ἐστιθέμενος φοῖνιξ.
但大多数竞技会都使用棕榈冠,而且在任何地方,胜者的右手里都会被放上一枝棕榈。
§8.48.3ἐνομίσθη δὲ ἐπὶ τοιῷδε· Θησέα ἀνακομιζόμενον ἐκ Κρήτης φασὶν ἐν Δήλῳ ἀγῶνα ποιήσασθαι τῷ Ἀπόλλωνι, στεφανοῦν δὲ αὐτὸν τοὺς νικῶντας τῷ φοίνικι.
这一传统的设立基于以下缘由:据说忒修斯从克里特岛返回时,在德洛斯岛为阿波罗举行了竞技会,并亲自用棕榈冠为获胜者加冕。
τοῦτο μὲν δὴ ἄρξαι λέγουσιν ἐντεῦθεν·
人们说这一做法便是从此开始的。
τοῦ δὲ φοίνικος τοῦ ἐν Δήλῳ μνήμην ἐποιήσατο καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἱκεσίᾳ πρὸς τὴν Ἀλκίνου θυγατέρα.
而德洛斯岛的棕榈,荷马在奥德修斯向阿尔基诺奥斯之女的哀求中也曾提及。
§8.48.4ἔστι δὲ καὶ Ἄρεως ἄγαλμα ἐν τῇ Τεγεατῶν ἀγορᾷ.
在特格阿人的广场上,还有一尊阿瑞斯的雕像。
τοῦτο ἐκτετύπωται μὲν ἐπὶ στήλῃ, Γυναικοθοίναν δὲ ὀνομάζουσιν αὐτόν.
这尊雕像是刻在碑石上的浮雕,人们称他为“妇飨者”(居奈科托伊纳斯)。
ὑπὸ γὰρ τὸν Λακωνικὸν πόλεμον καὶ Χαρίλλου τοῦ Λακεδαιμονίων βασιλέως τὴν πρώτην ἐπιστρατείαν λαβοῦσαι αἱ γυναῖκές σφισιν ὅπλα ἐλόχων ὑπὸ τὸν λόφον ὃν Φυλακτρίδα ἐφʼ ἡμῶν ὀνομάζουσι· συνελθόντων δὲ τῶν στρατοπέδων καὶ τολμήματα ἀποδεικνυμένων ἑκατέρωθεν τῶν ἀνδρῶν πολλά τε καὶ ἄξια μνήμης, οὕτω φασὶν ἐπιφανῆναί σφισι τὰς §8.48.5γυναῖκας καὶ εἶναι τὰς ἐργασαμένας ταύτας τῶν Λακεδαιμονίων τὴν τροπήν, Μάρπησσαν δὲ τὴν Χοίραν ἐπονομαζομένην ὑπερβαλέσθαι τῇ τόλμῃ τὰς ἄλλας γυναῖκας, ἁλῶναι δὲ ἐν τοῖς Σπαρτιάταις καὶ αὐτὸν Χάριλλον·
因为在拉科尼亚战争期间,以及拉凯戴蒙人国王查里洛斯第一次入侵时,妇女们自己拿起武器,伏击在今天被称为“守护者”(皮拉克特里斯)的山丘下;当两军相遇,双方男子展现了许多值得纪念的英勇事迹时,据说妇女们向他们显现,正是她们击退了拉凯戴蒙人并使其溃败,而被冠以“霍伊拉”之称的马尔佩萨在勇气上超越了其他妇女,连查里洛斯本人也在斯巴达人中被俘。
καὶ τὸν μὲν ἀφεθέντα ἄνευ λύτρων, καὶ ὅρκον Τεγεάταις δόντα μήποτε Λακεδαιμονίους στρατεύσειν ἔτι ἐπὶ Τεγέαν, παραβῆναι τὸν ὅρκον, τὰς γυναῖκας δὲ τῷ Ἄρει θῦσαί τε ἄνευ τῶν ἀνδρῶν ἰδίᾳ τὰ ἐπινίκια καὶ τοῦ ἱερείου τῶν κρεῶν οὐ μεταδοῦναι σφᾶς τοῖς ἀνδράσιν.
他虽被无赎金释放,并向特格阿人宣誓拉凯戴蒙人绝不再向特格阿进军,但他违背了誓言,而妇女们则在没有男子参与的情况下,独自向阿瑞斯献祭庆祝胜利,且未将祭肉分给男子。
ἀντὶ τούτων μὲν τῷ Ἄρει γέγονεν ἡ ἐπίκλησις·
由于这些原因,阿瑞斯得到了这一称号。
§8.48.6πεποίηται δὲ καὶ Διὸς Τελείου βωμὸς καὶ ἄγαλμα τετράγωνον· περισσῶς γὰρ δή τι τῷ σχήματι τούτῳ φαίνονταί μοι χαίρειν οἱ Ἀρκάδες.
此外,还建造了完满者宙斯的祭坛和一尊方形的神像;因为在我看来,阿尔卡迪亚人似乎对这种形状有着特殊的偏好。
καὶ μνήματά ἐστιν ἐνταῦθα Τεγεάτου τοῦ Λυκάονος καὶ Μαιρᾶς γυναικὸς τοῦ Τεγεάτου·
这里还有吕卡翁之子特格阿特斯的墓,以及特格阿特斯之妻迈拉的墓。
θυγατέρα Ἄτλαντός φασιν εἶναι τὴν Μαιράν, ἧς δὴ καὶ Ὅμηρος ἐποιήσατο μνήμην ἐν Ὀδυσσέως λόγοις πρὸς Ἀλκίνουν περί τε ὁδοῦ τῆς ἐς Ἅιδην καὶ ὁπόσων ἐθεάσατο ἐκεῖ τὰς ψυχάς.
人们说迈拉是阿特拉斯的女儿,荷马在奥德修斯对阿尔基诺奥斯讲述前往哈得斯之旅以及他在那里所见亡灵的言辞中也提到了她。
§8.48.7τὴν δὲ Εἰλείθυιαν οἱ Τεγεᾶται—καὶ γὰρ ταύτης ἔχουσιν ἐν τῇ ἀγορᾷ ναὸν καὶ ἄγαλμα— ἐπονομάζουσιν Αὔγην ἐν γόνασι, λέγοντες ὡς Ναυπλίῳ παραδοίη τὴν θυγατέρα Ἄλεος ἐντειλάμενος ἐπαναγαγόντα αὐτὴν ἐς θάλασσαν καταποντῶσαι· τὴν δὲ ὡς ἤγετο πεσεῖν τε ἐς γόνατα καὶ οὕτω τεκεῖν τὸν παῖδα, ἔνθα τῆς Εἰλειθυίας ἐστὶ τὸ ἱερόν.
至于厄勒梯亚——因为特格阿人在广场上也有她的神庙和雕像——特格阿人称她为“跪地的奥革”,并说阿莱乌斯将女儿交给纳乌普里奥斯,命令他将其带到海边淹死,而她在被带走的途中双膝跪地,并在如今厄勒梯亚圣所所在的地方产下了孩子。
οὗτος ὁ λόγος διάφορος μέν ἐστιν ἑτέρῳ λόγῳ, λάθρᾳ τὴν Αὔγην τεκεῖν τοῦ πατρὸς καὶ ἐκτεθῆναι τὸν Τήλεφον λέγοντι ἐς τὸ ὄρος τὸ Παρθένιον καὶ τῷ παιδὶ ἐκκειμένῳ διδόναι γάλα ἔλαφον· λέγεται δὲ οὐδὲν ἧσσον καὶ οὗτος ὑπὸ Τεγεατῶν ὁ λόγος.
这个传说与另一个传说不同,后者说奥革瞒着父亲生育,而忒勒福斯被遗弃在帕耳特尼翁山上,一头母鹿给这个被遗弃的孩子喂奶;但特格阿人同样也讲述这个故事。
§8.48.8πρὸς δὲ τῷ ἱερῷ τῆς Εἰλειθυίας ἐστὶ Γῆς βωμός, ἔχεται δὲ τοῦ βωμοῦ λίθου λευκοῦ στήλη· ἐπὶ δὲ αὐτῆς Πολύβιος ὁ Λυκόρτα καὶ ἐπὶ ἑτέρᾳ στήλῃ τῶν παίδων τῶν Ἀρκάδος Ἔλατός ἐστιν εἰργασμένος.
在厄勒梯亚圣所旁,有一座盖亚(大地)祭坛,祭坛旁立着一块白石碑,碑上刻有吕科耳塔斯之子波利比乌斯,另一块碑上则刻有阿尔卡斯的儿子之一埃拉托斯。

词汇与语法注释

  1. 8.48.1στήλαις δὲ ἐπειργασμένοι — 在 “στήλαις δὲ ἐπειργασμένοι” 中,阳性主格复数完成时被动分词 “ἐπειργασμένοι” 与接下来的单数主语及动词结构 “τῇ μὲν Ἀντιφάνης ἐστὶ...” 在语法上不一致(破格/无前因句,anacoluthon)。这表明作者最初构思的是一个复数整体描述(“在碑石上雕刻着这些人……”),但在实际行文中直接转向了对各个碑石的个体描述。
  2. 8.48.1ἵππου τε ἐχόμενος — 动词 “ἔχω” 的中/被动语态分词 “ἐχόμενος” 支配属格 “ἵππου”,表示“紧抓”、“握住”或“控制”马匹。
  3. 8.48.4ὑπὸ γὰρ τὸν Λακωνικὸν πόλεμον — 介词 “ὑπό” 接宾格 “τὸν Λακωνικὸν πόλεμον”,在此处不表示空间上的“在……之下”,而是表示时间上的“在……期间”或“在……的时候”。
  4. 8.48.7Αὔγην ἐν γόνασι — 介词短语 “ἐν γόνασι”(双膝跪地)直接修饰专有名词 “Αὔγην”,作为描述性的别称,用以指出她特定的姿态。

引用这一段

保萨尼亚斯, 希腊志 §8.48.1-8.48.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.48.1-8.48.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。