§8.49.1οὐ πόρρω δὲ τῆς ἀγορᾶς θέατρόν τέ ἐστι καὶ πρὸς αὐτῷ βάθρα εἰκόνων χαλκῶν, αὐταὶ δὲ οὐκ εἰσὶν ἔτι αἱ εἰκόνες·
アゴラから遠くないところに劇場があり、その傍らに青銅像の台座(複数)があるが、像自体はもう残っていない。
ἐλεγεῖον δὲ ἐφʼ ἑνὶ τῶν βάθρων ἐστὶ Φιλοποίμενος τὸν ἀνδριάντα εἶναι.
その台座の一つには、そこにフィロポイメンの像があったことを示すエレゲイア碑文が刻まれている。
τούτου δὲ Ἕλληνες τοῦ Φιλοποίμενος οὐχ ἥκιστα ἀλλὰ καὶ μάλιστα ἔχουσι μνήμην, γνώμης τε ἕνεκα ἣν παρέσχετο καὶ ἐπὶ τοῖς ἔργοις ὁπόσα ἐτόλμησε.
ギリシア人は、このフィロポイメンが示した知恵のため、また彼が敢行したあらゆる事績のために、彼を誰よりも、いやそれどころか最も深く記憶している。
§8.49.2τὰ μὲν δὴ ἐς γένους δόξαν ὁ πατήρ οἱ Κραῦγις Ἀρκάδων ἐλείπετο οὐδενὸς τῶν ἐν Μεγάλῃ πόλει·
家系の名声に関して言えば、彼の父クラウギスはメガロポリスのアルカディア人の誰にも劣っていなかった。
τελευτήσαντος δὲ τοῦ Κραύγιδος ἐπὶ παιδὶ ἔτι νηπίῳ τῷ Φιλοποίμενι, ἐπετρόπευσεν αὐτὸν ἀνὴρ Μαντινεὺς Κλέανδρος, φεύγων μὲν ἐκ Μαντινείας καὶ ἐν Μεγάλῃ πόλει μετοικῶν κατὰ τὴν οἴκοθεν συμφοράν, ξενίας δὲ ὑπαρχούσης αὐτῷ πατρικῆς ἐς οἶκον τὸν Κραύγιδος.
だが、クラウギスが亡くなったとき、フィロポイメンはまだ幼い子供であったため、マンティネイア人のクレアンドロスが彼の後見人となった。 クレアンドロスは、故郷での不幸な出来事によってマンティネイアから亡命し、メガロポリスに寄留していたが、クラウギスの家とは父祖代々の賓客関係があった。
διδασκάλοις δὲ ὁμιλῆσαι τὸν Φιλοποίμενα καὶ ἄλλοις καὶ Μεγαλοφάνει τε καὶ Ἐκδήλῳ λέγουσι·
フィロポイメンは、他の者たちだけでなく、メガロパネスやエクデロスといった教師たちに師事したと言われている。
τοὺς δὲ Ἀρκεσιλάου φασὶν εἶναι Πιταναίου μαθητάς.
彼らはピタネのアルケシラオスの弟子たちであったと言われる。
§8.49.3μέγεθος μὲν δὴ καὶ σώματος ῥώμην ἀπέδει Πελοποννησίων οὐδενός, τὸ δὲ εἶδος ἦν τοῦ προσώπου κακός·
彼は身体の大きさと強さにおいてはペロポネソス人の誰にも劣らなかったが、顔立ちは醜かった。
καὶ ἐπὶ μὲν τοὺς στεφανίτας ἀγῶνας ὑπερεφρόνησεν ἀσκῆσαι, γῆν δὲ ἣν ἐκέκτητο ἐργαζόμενος οὐδὲ τὰ θηρία ἠμέλει τὰ ἄγρια ἐξαίρειν.
彼は冠を戴く競技会のために訓練することを軽蔑し、自分が所有していた土地を耕作することや、野生の猛獣を退治することを怠らなかった。
ἐπιλέγεσθαι δὲ καὶ βιβλία φασὶν αὐτὸν σοφιστῶν τε τῶν εὐδοκιμούντων παρʼ Ἕλλησι καὶ ὅσα ἐς πολέμων μνήμην καὶ εἰ δή τι ἔχει διδασκαλίαν στρατηγημάτων·
彼は、ギリシア人の間で評判の良いソピステスたちの書物や、戦争の記録、また将軍の戦術に関する教えを含むものを好んで読んだと言われる。
καταστήσασθαι δὲ τὸν βίον πάντα ἐθέλων γνώμης τῆς Ἐπαμινώνδου καὶ ἔργων εἶναι τῶν ἐκείνου μίμησιν, οὐ τὰ πάντα ἦν ἐξισωθῆναι δυνατός·
みずからの生涯全体をエパメイノンダスの志と事績の模倣にしようと望んでいたが、すべての点において彼と同等になることはできなかった。
Ἐπαμινώνδᾳ γὰρ τά τε ἄλλα ἡ ψυχὴ καὶ μάλιστα πρᾴως εἶχε τὰ ἐς ὀργήν, τῷ δὲ Ἀρκάδι μετῆν γε θυμοῦ.
というのも、エパメイノンダスの心は、他のすべての点においても、また特に怒りに関しては非常に穏やかであったのに対し、このアルカディア人には激しい気性が備わっていたからである。
§8.49.4καταλαβόντος δὲ Κλεομένους Μεγάλην πόλιν, Φιλοποίμην οὔτε τῆς συμφορᾶς ἐξεπλάγη τὸ ἀπροσδόκητον καὶ τῶν ἐν ἡλικίᾳ τὰ δύο μάλιστα μέρη καὶ γυναῖκας καὶ παῖδας ἀπέσωσεν ἐς Μεσσήνην, συμμάχων σφίσιν ἐν τῷ τότε καὶ εὔνων τῶν Μεσσηνίων ὄντων·
クレオメネスがメガロポリスを占領したとき、フィロポイメンは不意の災難に驚かされることなく、兵役年齢の若者たちのほぼ3分の2と、女子供をメッセネに無事に逃れさせた。 当時、メッセニア人は彼らの同盟者であり好意的であったからである。
καὶ—ἦσαν γὰρ τῶν διαπεφευγότων οἷς ὁ Κλεομένης ἐπεκηρυκεύετο μεταγινώσκειν τε ἐπὶ τῷ τολμήματι καὶ πρὸς Μεγαλοπολίτας ἐθέλειν σπένδεσθαι κατιόντας ἐπὶ τὴν ἑαυτῶν —ἔπεισεν ἐν κοινῷ τοὺς πολίτας ὁ Φιλοποίμην μεθʼ ὅπλων τὴν κάθοδον οἴκαδε εὑρίσκεσθαι μηδὲ ἐς ὁμολογίας τε καὶ σπονδὰς ἰέναι.
そして、逃亡した人々の中に、クレオメネスから使者を送られて、自分の大胆な行為を後悔しており、メガロポリス市民が自国に戻って和平を結ぶことを望んでいるという申し出を受けた者たちがいたが、フィロポイメンは市民を説得して、武器を手にして故郷への帰還の道を模索すべきであり、妥協や和約に応じるべきではないとした。
§8.49.5γενομένης δὲ ἐν Σελλασίᾳ πρὸς Κλεομένην τε καὶ Λακεδαιμονίους μάχης, ἣν Ἀχαιοὶ καὶ Ἀρκάδες ἀπὸ τῶν πόλεων πασῶν, σὺν δέ σφισι καὶ Ἀντίγονος ἐμαχέσατο ἄγων ἐκ Μακεδονίας στρατιάν, ἐτέτακτο μὲν τηνικαῦτα ὁ Φιλοποίμην ἐν τοῖς ἱππεῦσιν·
セッラシアにおいてクレオメネスおよびラケダイモン人との戦いが起こったとき(この戦いは、すべてのアカイア人とアルカディア人の都市が、そしてマケドニアから軍隊を率いてきたアンティゴノスとともに戦ったものであるが)、このときフィロポイメンは騎兵に配置されていた。
ἐπεὶ δὲ ἐν τῷ πεζῷ τοῦ ἔργου τὸ πλεῖστον ἑώρα ληψόμενον τὴν κρίσιν, ὁπλίτης ἑκὼν ἐγένετο, καὶ αὐτὸν λόγου κινδυνεύοντα ἀξίως τῶν τις ἐναντίων διʼ ἀμφοτέρων ἔπειρε τῶν μηρῶν.
しかし、戦いの決定的な決着の大部分が歩兵にかかっているのを見たとき、彼は自ら進んで重装歩兵となった。 そして、彼が称賛に値するしかたで危険を冒して戦っていたとき、敵の一人が彼の両の腿を刺し貫いた。
§8.49.6ὁ δὲ καὶ ἐς τοσοῦτο ὅμως πεπεδημένος τά τε γόνατα ἐνέκλινε καὶ ἐς τὸ πρόσω χωρεῖν ἐβιάζετο, ὥστε καὶ ὑπὸ τῶν ποδῶν τοῦ κινήματος τὸ δόρυ ἔκλασεν·
だが彼は、これほどまで両膝を拘束されながらも、膝を曲げ、前進しようと無理に進んだため、足の動きの勢いによって槍の柄をへし折った。
ἐπεὶ δὲ οἱ Λακεδαιμόνιοι καὶ ὁ Κλεομένης ἐκρατήθησαν καὶ ἐς τὸ στρατόπεδον ἀνέστρεψε Φιλοποίμην, ἐνταῦθα ἐξ ἀμφοτέρων αὐτοῦ τῶν μηρῶν οἱ ἰατροὶ τῇ μὲν τὸν σαυρωτῆρα ἐξεῖλκον, τῇ δὲ τὴν αἰχμήν.
ラケダイモン人とクレオメネスが敗北し、フィロポイメンが陣営に戻ったとき、医師たちは彼の両太ももから、一方からは石突を、他方からは槍の穂先を引き抜いた。
Ἀντίγονος δὲ ὡς ἐπύθετο καὶ εἶδεν αὐτοῦ τὰ τολμήματα, ἐποιεῖτο σπουδὴν ἐπάγεσθαι Φιλοποίμενα ἐς Μακεδονίαν.
アンティゴノスはこれを知り、彼の勇猛な行為を目にして、フィロポイメンをマケドニアに連れて行こうと熱望した。
§8.49.7τῷ δὲ Ἀντιγόνου μὲν ὀλίγον μελήσειν ἔμελλε· περαιωσάμενος δὲ νηὶ ἐς Κρήτην—πόλεμος γὰρ κατεῖχεν αὐτὴν ἐμφύλιος— ἐπετέτακτο ἡγεμὼν μισθοφόροις·
だが、彼はアンティゴノスの誘いにはほとんど関心を示さず、船でクレータ島に渡った(そこは内戦に包まれていた)。 彼は傭兵たちの指揮官に任命された。
ἐπανήκων δὲ ἐς Μεγάλην πόλιν αὐτίκα ὑπὸ τῶν Ἀχαιῶν ᾕρητο ἄρχειν τοῦ ἱππικοῦ, καὶ σφᾶς ἀρίστους Ἑλλήνων ἀπέφαινεν ἱππεύειν.
メガロポリスに帰還すると、すぐにアカイア人によって騎兵長官に選ばれ、アカイアの騎兵をギリシアで最も優れた乗り手として示した。
Ἀχαιῶν δὲ καὶ ὅσοι συντεταγμένοι τοῖς Ἀχαιοῖς ἦσαν περὶ Λάρισον μαχομένων ποταμὸν πρὸς Ἠλείους καὶ τὸ Αἰτωλικὸν ἐπικουροῦντας κατὰ συγγένειαν Ἠλείοις, πρῶτα μὲν Δημόφαντον ἀπέκτεινεν αὐτοχειρίᾳ τοῖς ἐναντίοις ἡγεμόνα ὄντα τῆς ἵππου, δεύτερα δὲ καὶ τὸ ἄλλο ἱππικὸν τῶν Αἰτωλῶν καὶ τῶν Ἠλείων ἐτρέψατο.
アカイア人とその同盟軍が、ラリソス川付近でエリース人および血縁関係のために彼らを支援するエトリア人と戦ったとき、彼はまず敵の騎兵指揮官であったデモパントスを自らの手で討ち取り、次いでエトリア人とエリース人の残りの騎兵を敗走させた。