§8.48.1τῆς ἀγορᾶς δὲ μάλιστα ἐοικυίας πλίνθῳ κατὰ τὸ σχῆμα, Ἀφροδίτης ἐστὶν ἐν αὐτῇ ναὸς καλούμενος ἐν πλινθίῳ καὶ ἄγαλμα λίθου.
The marketplace is in its shape very like a brick, and in it there is a temple of Aphrodite called "in the brick" and a stone statue.
στήλαις δὲ ἐπειργασμένοι τῇ μὲν Ἀντιφάνης ἐστὶ καὶ Κρῖσος καὶ Τυρωνίδας τε καὶ Πυρρίας, οἳ νόμους Τεγεάταις θέμενοι τιμὰς καὶ ἐς τόδε παρʼ αὐτῶν ἔχουσιν·
On the stelae there are represented in relief, on the one Antiphanes, Crisus, Tyronidas, and Pyrrias, who, having established laws for the Tegeans, have honors from them even to this day.
ἐπὶ δὲ τῇ ἑτέρᾳ στήλῃ πεποιημένος ἐστὶν Ἰάσιος ἵππου τε ἐχόμενος καὶ κλάδον ἐν τῇ δεξιᾷ φέρων φοίνικος· νικῆσαι δὲ ἵππῳ φασὶν ἐν Ὀλυμπίᾳ τὸν Ἰάσιον, ὅτε Ἡρακλῆς ἔθετο ὁ Θηβαῖος τὰ Ὀλύμπια.
On the other stele is represented Iasius holding a horse and carrying a branch of a palm in his right hand; they say that Iasius won with a horse at Olympia, when Heracles the Theban established the Olympic games.
§8.48.2ἐν μὲν δὴ Ὀλυμπίᾳ κοτίνου τῷ νικῶντι δίδοσθαι στέφανον καὶ ἐν Δελφοῖς δάφνης, τοῦ μὲν ἤδη τὴν αἰτίαν ἀπέδωκα ἐν τοῖς ἐς Ἠλείους, τοῦ δὲ καὶ ἐν τοῖς ἔπειτα δηλώσω· ἐν Ἰσθμῷ δὲ ἡ πίτυς καὶ τὰ ἐν Νεμέᾳ σέλινα ἐπὶ τοῦ Παλαίμονος καὶ τοῦ Ἀρχεμόρου τοῖς παθήμασιν ἐνομίσθησαν.
At Olympia indeed a crown of wild olive is given to the victor, and at Delphi of laurel, of the former I have already given the reason in my account of the Eleans, and of the latter I shall make it clear in what follows; at the Isthmus the pine and at Nemea celery were established in connection with the sufferings of Palaemon and Archemorus.
οἱ δὲ ἀγῶνες φοίνικος ἔχουσιν οἱ πολλοὶ στέφανον· ἐς δὲ τὴν δεξιάν ἐστι καὶ πανταχοῦ τῷ νικῶντι ἐστιθέμενος φοῖνιξ.
But most games have a crown of palm, and everywhere a palm is placed in the right hand of the victor.
§8.48.3ἐνομίσθη δὲ ἐπὶ τοιῷδε· Θησέα ἀνακομιζόμενον ἐκ Κρήτης φασὶν ἐν Δήλῳ ἀγῶνα ποιήσασθαι τῷ Ἀπόλλωνι, στεφανοῦν δὲ αὐτὸν τοὺς νικῶντας τῷ φοίνικι.
It was established on the following grounds: they say that Theseus, on his return from Crete, held games for Apollo at Delos, and himself crowned the victors with the palm.
τοῦτο μὲν δὴ ἄρξαι λέγουσιν ἐντεῦθεν· τοῦ δὲ φοίνικος τοῦ ἐν Δήλῳ μνήμην ἐποιήσατο καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἱκεσίᾳ πρὸς τὴν Ἀλκίνου θυγατέρα.
This they say had its beginning from there; and Homer also made mention of the palm in Delos in the supplication of Odysseus to the daughter of Alcinous.
§8.48.4ἔστι δὲ καὶ Ἄρεως ἄγαλμα ἐν τῇ Τεγεατῶν ἀγορᾷ.
There is also a statue of Ares in the marketplace of the Tegeans.
τοῦτο ἐκτετύπωται μὲν ἐπὶ στήλῃ, Γυναικοθοίναν δὲ ὀνομάζουσιν αὐτόν.
This is carved in relief on a stele, and they call him Gynaecothoenas (Feaster of Women).
ὑπὸ γὰρ τὸν Λακωνικὸν πόλεμον καὶ Χαρίλλου τοῦ Λακεδαιμονίων βασιλέως τὴν πρώτην ἐπιστρατείαν λαβοῦσαι αἱ γυναῖκές σφισιν ὅπλα ἐλόχων ὑπὸ τὸν λόφον ὃν Φυλακτρίδα ἐφʼ ἡμῶν ὀνομάζουσι· συνελθόντων δὲ τῶν στρατοπέδων καὶ τολμήματα ἀποδεικνυμένων ἑκατέρωθεν τῶν ἀνδρῶν πολλά τε καὶ ἄξια μνήμης, οὕτω φασὶν ἐπιφανῆναί σφισι τὰς §8.48.5γυναῖκας καὶ εἶναι τὰς ἐργασαμένας ταύτας τῶν Λακεδαιμονίων τὴν τροπήν, Μάρπησσαν δὲ τὴν Χοίραν ἐπονομαζομένην ὑπερβαλέσθαι τῇ τόλμῃ τὰς ἄλλας γυναῖκας, ἁλῶναι δὲ ἐν τοῖς Σπαρτιάταις καὶ αὐτὸν Χάριλλον· καὶ τὸν μὲν ἀφεθέντα ἄνευ λύτρων, καὶ ὅρκον Τεγεάταις δόντα μήποτε Λακεδαιμονίους στρατεύσειν ἔτι ἐπὶ Τεγέαν, παραβῆναι τὸν ὅρκον, τὰς γυναῖκας δὲ τῷ Ἄρει θῦσαί τε ἄνευ τῶν ἀνδρῶν ἰδίᾳ τὰ ἐπινίκια καὶ τοῦ ἱερείου τῶν κρεῶν οὐ μεταδοῦναι σφᾶς τοῖς ἀνδράσιν.
For during the Laconian war and the first invasion of Charillus, the king of the Lacedaemonians, the women took up arms for themselves and lay in ambush under the hill which in our time they call Phylactris; and when the armies met and many deeds of daring, worthy of mention, were shown by the men on both sides, they say that the women appeared to them and were the ones who effected this rout of the Lacedaemonians, and that Marpessa, surnamed Choera, surpassed the other women in daring, and that Charillus himself was captured among the Spartans; and that having been released without ransom, and having given an oath to the Tegeans that the Lacedaemonians would never again march against Tegea, he transgressed the oath, while the women sacrificed to Ares for the victory by themselves without the men, and did not share the meat of the victim with the men.
ἀντὶ τούτων μὲν τῷ Ἄρει γέγονεν ἡ ἐπίκλησις·
On account of these things the surname was given to Ares.
§8.48.6πεποίηται δὲ καὶ Διὸς Τελείου βωμὸς καὶ ἄγαλμα τετράγωνον· περισσῶς γὰρ δή τι τῷ σχήματι τούτῳ φαίνονταί μοι χαίρειν οἱ Ἀρκάδες.
There is also made an altar of Zeus Teleios and a square statue; for the Arcadians appear to me to take an extraordinary pleasure in this shape.
καὶ μνήματά ἐστιν ἐνταῦθα Τεγεάτου τοῦ Λυκάονος καὶ Μαιρᾶς γυναικὸς τοῦ Τεγεάτου· θυγατέρα Ἄτλαντός φασιν εἶναι τὴν Μαιράν, ἧς δὴ καὶ Ὅμηρος ἐποιήσατο μνήμην ἐν Ὀδυσσέως λόγοις πρὸς Ἀλκίνουν περί τε ὁδοῦ τῆς ἐς Ἅιδην καὶ ὁπόσων ἐθεάσατο ἐκεῖ τὰς ψυχάς.
And there are monuments here of Tegeates, the son of Lycaon, and of Maera, the wife of Tegeates; they say that Maera was the daughter of Atlas, of whom Homer also made mention in the speech of Odysseus to Alcinous about the journey to Hades and how many souls of the dead he saw there.
§8.48.7τὴν δὲ Εἰλείθυιαν οἱ Τεγεᾶται—καὶ γὰρ ταύτης ἔχουσιν ἐν τῇ ἀγορᾷ ναὸν καὶ ἄγαλμα— ἐπονομάζουσιν Αὔγην ἐν γόνασι, λέγοντες ὡς Ναυπλίῳ παραδοίη τὴν θυγατέρα Ἄλεος ἐντειλάμενος ἐπαναγαγόντα αὐτὴν ἐς θάλασσαν καταποντῶσαι· τὴν δὲ ὡς ἤγετο πεσεῖν τε ἐς γόνατα καὶ οὕτω τεκεῖν τὸν παῖδα, ἔνθα τῆς Εἰλειθυίας ἐστὶ τὸ ἱερόν.
Eileithyia—for the Tegeans have a temple and statue of her too in the marketplace—they surname Auge on her knees, saying that Aleus delivered his daughter to Nauplius with orders to take her away to the sea and drown her, and that as she was being led away she fell on her knees and so gave birth to the child at the place where the sanctuary of Eileithyia is.
οὗτος ὁ λόγος διάφορος μέν ἐστιν ἑτέρῳ λόγῳ, λάθρᾳ τὴν Αὔγην τεκεῖν τοῦ πατρὸς καὶ ἐκτεθῆναι τὸν Τήλεφον λέγοντι ἐς τὸ ὄρος τὸ Παρθένιον καὶ τῷ παιδὶ ἐκκειμένῳ διδόναι γάλα ἔλαφον· λέγεται δὲ οὐδὲν ἧσσον καὶ οὗτος ὑπὸ Τεγεατῶν ὁ λόγος.
This story is different from another story, which says that Auge gave birth secretly from her father and that Telephus was exposed on Mount Parthenius and that a hind gave milk to the exposed child; but this story is none the less told by the Tegeans as well.
§8.48.8πρὸς δὲ τῷ ἱερῷ τῆς Εἰλειθυίας ἐστὶ Γῆς βωμός, ἔχεται δὲ τοῦ βωμοῦ λίθου λευκοῦ στήλη· ἐπὶ δὲ αὐτῆς Πολύβιος ὁ Λυκόρτα καὶ ἐπὶ ἑτέρᾳ στήλῃ τῶν παίδων τῶν Ἀρκάδος Ἔλατός ἐστιν εἰργασμένος.
Near the sanctuary of Eileithyia is an altar of Ge (Earth), and next to the altar is a stele of white marble; on it Polybius, the son of Lycortas, is represented, and on another stele Elatus, one of the sons of Arcas, is carved.