§8.46.1τῆς δὲ Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας τὸ ἀρχαῖον, σὺν δὲ αὐτῇ καὶ ὑὸς τοῦ Καλυδωνίου τοὺς ὀδόντας ἔλαβεν ὁ Ῥωμαίων βασιλεὺς Αὔγουστος, Ἀντώνιον πολέμῳ καὶ τὸ Ἀντωνίου νικήσας συμμαχικόν, ἐν ᾧ καὶ οἱ Ἀρκάδες πλὴν Μαντινέων ἦσαν οἱ ἄλλοι.
アレアのアテナの古代の神像と、それとともにカリュドンの猪の牙を、ローマ人の皇帝アウグストゥスは、戦争でアントニウスとアントニウスの同盟軍を破ったのちに奪い去った。 その同盟軍には、マンティネイア人を除く、他のアルカディア人たちも加わっていた。
§8.46.2φαίνεται δὲ οὐκ ἄρξας ὁ Αὔγουστος ἀναθήματα καὶ ἕδη θεῶν ἀπάγεσθαι παρὰ τῶν κρατηθέντων, καθεστηκότι δὲ ἐκ παλαιοῦ χρησάμενος.
アウグストゥスは、敗者から神々への奉納物や神像を奪い去ることを始めた最初の人ではなく、古くから確立された慣行に従ったにすぎないことは明らかである。
Ἰλίου τε γὰρ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα Ἑλλήνων, Σθενέλῳ τῷ Καπανέως τὸ ξόανον τοῦ Διὸς ἐδόθη τοῦ Ἑρκείου·
なぜなら、イリオンが陥落し、ギリシア人たちが戦利品を分け合っていたとき、カパネウスの子ステネロスに「中庭のゼウス(ゼウス・ヘルケイオス)」の木像が与えられたからである。
καὶ ἔτεσιν ὕστερον πολλοῖς Δωριέων ἐς Σικελίαν ἐσοικιζομένων, Ἀντίφημος ὁ Γέλας οἰκιστὴς πόλισμα Σικανῶν Ὀμφάκην πορθήσας μετεκόμισεν ἐς Γέλαν ἄγαλμα ὑπὸ Δαιδάλου πεποιημένον.
また、それから何年も後にドリス人たちがシケリアに入植していたとき、ゲラの創建者アンティペモスは、シカノイ人の町オンパケを略奪し、ダイダロスによって制作された神像をゲラへと移した。
§8.46.3βασιλέα τε τῶν Περσῶν Ξέρξην τὸν Δαρείου, χωρὶς ἢ ὅσα ἐξεκόμισε τοῦ Ἀθηναίων ἄστεως, τοῦτο μὲν ἐκ Βραυρῶνος καὶ ἄγαλμα ἴσμεν τῆς Βραυρωνίας λαβόντα Ἀρτέμιδος, τοῦτο δὲ αἰτίαν ἐπενεγκὼν Μιλησίοις, ἐθελοκακῆσαι σφᾶς ἐναντία Ἀθηναίων ἐν τῇ Ἑλλάδι ναυμαχήσαντας, τὸν χαλκοῦν ἔλαβεν Ἀπόλλωνα τὸν ἐν Βραγχίδαις·
また、ペルシア人の王、ダレイオスの子クセルクセスが、アテナイ人の市から持ち出したすべてのものは別として、一方ではブラウロンからブラウロニアのアルテミスの神像を奪い、他方では、ミレトス人がギリシアでの海戦においてアテナイ人に敵対してわざと怠慢に戦ったという罪を着せて、ブランキダイの青銅のアポロン像を奪い去ったことを私たちは知っている。
καὶ τὸν μὲν ὕστερον ἔμελλε χρόνῳ Σέλευκος καταπέμψειν Μιλησίοις, Ἀργείοις δὲ τὰ ἐκ Τίρυνθος ἔτι καὶ ἐς ἐμὲ τὸ μὲν παρὰ τῇ Ἥρᾳ ξόανον, τὸ δὲ ἐν τοῦ Ἀπόλλωνός ἐστιν ἀνακείμενον τοῦ Λυκίου·
このうち後者を、のちにセレウコスはミレトス人に送り返すことになる。 さらに、アルゴス人にとっては、ティリュンスから持ち去られたものが、私の時代に至るまで、一つはヘラの傍らにある木像として、もう一つはリュケイオスのアポロン神殿にあるものとして奉納されている。
§8.46.4Κυζικηνοί τε, ἀναγκάσαντες πολέμῳ Προκοννησίους γενέσθαι σφίσι συνοίκους, Μητρὸς Δινδυμήνης ἄγαλμα ἔλαβον ἐκ Προκοννήσου·
また、キュジコス人たちは、戦争によってプロコンネソス人たちに自分たちとの合同(シュノイキスモス)を強制した際、プロコンネソスから「ディンデュメネの母(神)」の神像を奪った。
τὸ δὲ ἄγαλμά ἐστι χρυσοῦ, καὶ αὐτοῦ τὸ πρόσωπον ἀντὶ ἐλέφαντος ἵππων τῶν ποταμίων ὀδόντες εἰσὶν εἰργασμένοι.
その神像は金で作られており、その顔は象牙の代わりに河馬の歯で制作されている。
βασιλεὺς μὲν δὴ Αὔγουστος καθεστηκότα ἐκ παλαιοῦ καὶ ὑπό τε Ἑλλήνων νομιζόμενα καὶ βαρβάρων εἰργάσατο·
このようにしてアウグストゥス皇帝は、古くから確立され、ギリシア人によっても異民族(バルバロイ)によっても慣行と認められていたことを行ったのである。
Ῥωμαίοις δὲ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας ἐς τὴν ἀγορὰν τὴν ὑπὸ Αὐγούστου ποιηθεῖσαν, ἐς ταύτην ἐστὶν ἰόντι.
ローマ人にとっては、アレアのアテナの神像は、アウグストゥスによって造られた広場、そこに入っていくところにある。
§8.46.5τοῦτο μὲν δὴ ἐνταῦθα ἀνάκειται ἐλέφαντος διὰ παντὸς πεποιημένον, τέχνη δὲ Ἐνδοίου·
この神像はそこに、全体が象牙で作られて奉納されており、エンドイオスの作品である。
τοῦ δὲ ὑὸς τῶν ὀδόντων κατεᾶχθαι μὲν τὸν ἕτερόν φασιν οἱ ἐπὶ τοῖς θαύμασιν, ὁ δʼ ἔτι ἐξ αὐτῶν λειπόμενος ἀνέκειτο ἐν βασιλέως κήποις ἐν ἱερῷ Διονύσου, τὴν περίμετρον τοῦ μήκους παρεχόμενος ἐς ἥμισυ μάλιστα ὀργυιᾶς.
一方、猪の牙については、そのうちの一方は折れてしまったと、奇妙な事物を説明する者たちは言っている。 しかし、まだ残っているもう一方は、皇帝の庭園にあるディオニュソスの聖域に奉納されており、その長さの周囲はほぼ半オルギュイアに及んでいる。