§8.45.1Τεγεᾶται δὲ ἐπὶ μὲν Τεγεάτου τοῦ Λυκάονος τῇ χώρᾳ φασὶν ἀπʼ αὐτοῦ γενέσθαι μόνῃ τὸ ὄνομα, τοῖς δὲ ἀνθρώποις κατὰ δήμους εἶναι τὰς οἰκήσεις, Γαρεάτας καὶ Φυλακεῖς καὶ Καρυάτας τε καὶ Κορυθεῖς, ἔτι δὲ Πωταχίδας καὶ Οἰάτας Μανθυρεῖς τε καὶ Ἐχευήθεις·
テゲア人によれば、リュカオンの子テゲアテスの治世においては、彼にちなんだ名称がその土地だけにあり、人々はデーモス(区)ごとに居住していた、すなわちガレアタイ、ピュラケイス、カルュアタイ、コリュテイス、さらにポタキダイ、オイアタイ、マントュレイス、エケウエテイスである。
ἐπὶ δὲ Ἀφείδαντος βασιλεύοντος καὶ ἔνατός σφισι δῆμος προσεγένετο Ἀφείδαντες·
アペイダスが王であったときに、九番目のデーモスとして彼らにアペイダンテスが加わった。
τῆς δὲ ἐφʼ ἡμῶν πόλεως οἰκιστὴς ἐγένετο Ἄλεος.
しかし、私たちの時代の市の創建者はアレオスであった。
§8.45.2Τεγεάταις δὲ παρὲξ ἢ τὰ Ἀρκάδων κοινά, ἐν οἷς ἔστι μὲν ὁ πρὸς Ἰλίῳ πόλεμος, ἔστι δὲ τὰ Μηδικά τε καὶ ἐν Διπαιεῦσιν ὁ πρὸς Λακεδαιμονίους ἀγών, παρὲξ οὖν τῶν καταλελεγμένων ἰδίᾳ Τεγεάταις ἐστὶν αὐτοῖς τοσάδε ἐς δόξαν.
テゲア人には、アルカディア人全体の共通の事柄――その中にはイリオンでの戦争、ペルシア戦争、およびディパイアにおけるラケダイモン人との闘争がある――を除いて、したがってこれら挙げられたもののほかに、テゲア人自身に固有の次のような栄誉となる事柄がある。
τὸν γὰρ ἐν Καλυδῶνι ὗν Ἀγκαῖος ὑπέμεινεν ὁ Λυκούργου τρωθείς, καὶ Ἀταλάντη τοξεύει τὸν ὗν καὶ ἔτυχε πρώτη τοῦ θηρίου·
すなわち、カリュドンの猪を、リュクルゴスの子アンカイオスが負傷しながらも待ち受けて立ち向かい、アタランテが猪を射て最初にその獣に命中させたからである。
τούτων ἕνεκα αὐτῇ ἡ κεφαλή τε τοῦ ὑὸς καὶ τὸ δέρμα ἀριστεῖα ἐδόθη.
これらの理由から、彼女に猪の頭と皮が褒賞として与えられた。
§8.45.3Ἡρακλειδῶν δὲ ἐς Πελοπόννησον κατιόντων Ἔχεμος ὁ Ἀερόπου Τεγεάτης ἐμονομάχησεν ἰδίᾳ πρὸς Ὕλλον, καὶ ἐκράτησε τοῦ Ὕλλου τῇ μάχῃ.
ヘラクレスの子孫たちがペロポネソスに下ってきたとき、アエロポスの子でテゲア人のエケモスが、ヒュロスと一騎打ちをして、戦いでヒュロスに打ち勝った。
Λακεδαιμονίους τε οἱ Τεγεᾶται πρῶτοι Ἀρκάδων σφίσιν ἐπιστρατεύσαντας ἐνίκησαν καὶ αἰχμαλώτους αἱροῦσιν αὐτῶν τοὺς πολλούς.
また、テゲア人は、彼らに侵攻してきたラケダイモン人たちをアルカディア人の中で最初に破り、彼らの多くを捕虜とした。
§8.45.4Τεγεάταις δὲ Ἀθηνᾶς τῆς Ἀλέας τὸ ἱερὸν τὸ ἀρχαῖον ἐποίησεν Ἄλεος·
テゲア人たちのために、アテナ・アレアの古代の神殿をアレオスが建てた。
χρόνῳ δὲ ὕστερον κατεσκευάσαντο οἱ Τεγεᾶται τῇ θεῷ ναὸν μέγαν τε καὶ θέας ἄξιον.
のちになってテゲア人たちは、女神のために、巨大で見事な神殿を建立した。
ἐκεῖνο μὲν δὴ πῦρ ἠφάνισεν ἐπινεμηθὲν ἐξαίφνης, Διοφάντου παρʼ Ἀθηναίοις ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἕκτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, ἣν Εὐπόλεμος Ἠλεῖος ἐνίκα στάδιον.
しかし、かつてのその神殿は、アテナイ人においてディオパントスがアルコンであった年、すなわちエリス人のエウポレモスがスタディオン競走で優勝した第九十六回オリンピアードの第二年に、突然燃え広がった火災によって消失した。
§8.45.5ὁ δὲ ναὸς ὁ ἐφʼ ἡμῶν πολὺ δή τι τῶν ναῶν, ὅσοι Πελοποννησίοις εἰσίν, ἐς κατασκευὴν προέχει τὴν ἄλλην καὶ ἐς μέγεθος.
私たちの時代の神殿は、ペロポネソス人にあるすべての神殿を、全体の構造においても大きさにおいても遥かに凌駕している。
ὁ μὲν δὴ πρῶτός ἐστιν αὐτῷ κόσμος τῶν κιόνων Δώριος, ὁ δὲ ἐπὶ τούτῳ Κορίνθιος·
その最初の列柱の様式はドリス式であり、その上のものはコリントス式である。
ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες ἐργασίας τῆς Ἰώνων.
また神殿の内部にも、イオニア人の技法の円柱が立っている。
ἀρχιτέκτονα δὲ ἐπυνθανόμην Σκόπαν αὐτοῦ γενέσθαι τὸν Πάριον, ὃς καὶ ἀγάλματα πολλαχοῦ τῆς ἀρχαίας Ἑλλάδος, τὰ δὲ καὶ περὶ Ἰωνίαν τε καὶ Καρίαν ἐποίησε.
その建築家はパロス島出身のスコパスであると私は聞いたが、彼は古いギリシアの多くの場所、またイオニアやカリアの周辺にもいくつかの像を制作した人物である。
§8.45.6τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν ἔμπροσθεν ἡ θήρα τοῦ ὑὸς τοῦ Καλυδωνίου·
破風(ペディメント)にあるもののうち、前面にあるのはカリュドンの猪の狩りである。
πεποιημένου δὲ κατὰ μέσον μάλιστα τοῦ ὑὸς τῇ μέν ἐστιν Ἀταλάντη καὶ Μελέαγρος καὶ Θησεὺς Τελαμών τε καὶ Πηλεὺς καὶ Πολυδεύκης καὶ Ἰόλαος, ὃς τὰ πλεῖστα Ἡρακλεῖ συνέκαμνε τῶν ἔργων, καὶ Θεστίου παῖδες, ἀδελφοὶ δὲ Ἀλθαίας, Πρόθους καὶ Κομήτης·
ほぼ中央に猪が表されており、その一方向には、アタランテ、メレアグロス、テセウス、テラモン、ペレウス、ポリュデウケス、そしてヘラクレスの偉業の大部分をともに助けたイオラオス、さらにアルタイアの兄弟であるテスティオスの息子たち、プロトウスとコメテスがいる。
§8.45.7κατὰ δὲ τοῦ ὑὸς τὰ ἕτερα Ἀγκαῖον ἔχοντα ἤδη τραύματα καὶ ἀφέντα τὸν πέλεκυν ἀνέχων ἐστὶν Ἔποχος, παρὰ δὲ αὐτὸν Κάστωρ καὶ Ἀμφιάραος Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Ἱππόθους ὁ Κερκυόνος τοῦ Ἀγαμήδους τοῦ Στυμφήλου·
猪のもう一方の側には、すでに傷を負い、斧を手放したアンカイオスを支えているエポコスがおり、その隣にはカストルとオイクレスの子アンピアラオス、彼らの次にはステュンパロスの子アカメデスの息子であるケルキュオンの子イッポトウスがいる。
τελευταῖος δέ ἐστιν εἰργασμένος Πειρίθους.
そして最後に表されているのはペイリトオスである。
τὰ δὲ ὄπισθεν πεποιημένα ἐν τοῖς ἀετοῖς Τηλέφου πρὸς Ἀχιλλέα ἐστὶν ἡ ἐν Καΐκου πεδίῳ μάχη.
背面の破風に表されているものは、カイコス平野における、テレポスのアキレウスに対する戦闘である。