Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.46.1-8.46.5

奥古斯都移走雅典娜神像与夺取神像的先例

第 356 段,共 465 段 · 希腊语

内容简介

巴萨尼亚斯叙述了奥古斯都将阿莱亚雅典娜的古老神像及卡吕冬野猪的獠牙夺往罗马一事,并通过列举历史先例,说明从战败者处运走神像是希腊人和蛮族自古以来就有的共同惯例。

§8.46.1τῆς δὲ Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας τὸ ἀρχαῖον, σὺν δὲ αὐτῇ καὶ ὑὸς τοῦ Καλυδωνίου τοὺς ὀδόντας ἔλαβεν ὁ Ῥωμαίων βασιλεὺς Αὔγουστος, Ἀντώνιον πολέμῳ καὶ τὸ Ἀντωνίου νικήσας συμμαχικόν, ἐν ᾧ καὶ οἱ Ἀρκάδες πλὴν Μαντινέων ἦσαν οἱ ἄλλοι.
罗马皇帝奥古斯都夺走了阿莱亚雅典娜的古老神像,以及与之在一起的卡吕冬野猪的獠牙,因为他在战争中击败了安东尼及安东尼的同盟军,在那支同盟军中,除了曼提内亚人之外,其余的阿卡迪亚人都参与了。
§8.46.2φαίνεται δὲ οὐκ ἄρξας ὁ Αὔγουστος ἀναθήματα καὶ ἕδη θεῶν ἀπάγεσθαι παρὰ τῶν κρατηθέντων, καθεστηκότι δὲ ἐκ παλαιοῦ χρησάμενος.
显然,奥古斯都并不是第一个开始从战败者那里运走神庙奉纳物和神像的人,而是遵循了自古以来确立的惯例。
Ἰλίου τε γὰρ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα Ἑλλήνων, Σθενέλῳ τῷ Καπανέως τὸ ξόανον τοῦ Διὸς ἐδόθη τοῦ Ἑρκείου· καὶ ἔτεσιν ὕστερον πολλοῖς Δωριέων ἐς Σικελίαν ἐσοικιζομένων, Ἀντίφημος ὁ Γέλας οἰκιστὴς πόλισμα Σικανῶν Ὀμφάκην πορθήσας μετεκόμισεν ἐς Γέλαν ἄγαλμα ὑπὸ Δαιδάλου πεποιημένον.
因为当伊利翁沦陷、希腊人瓜分战利品时,卡帕纽斯之子斯塞内洛斯分得了庭院宙斯(Zeus Herceius)的木雕神像;许多年后,当多立克人移居西西里时,盖拉的创建者安提斐摩斯洗劫了西卡尼人的城镇奥姆法刻,并将一座由代达罗斯制作的神像运到了盖拉。
§8.46.3βασιλέα τε τῶν Περσῶν Ξέρξην τὸν Δαρείου, χωρὶς ἢ ὅσα ἐξεκόμισε τοῦ Ἀθηναίων ἄστεως, τοῦτο μὲν ἐκ Βραυρῶνος καὶ ἄγαλμα ἴσμεν τῆς Βραυρωνίας λαβόντα Ἀρτέμιδος, τοῦτο δὲ αἰτίαν ἐπενεγκὼν Μιλησίοις, ἐθελοκακῆσαι σφᾶς ἐναντία Ἀθηναίων ἐν τῇ Ἑλλάδι ναυμαχήσαντας, τὸν χαλκοῦν ἔλαβεν Ἀπόλλωνα τὸν ἐν Βραγχίδαις·
此外我们知道,波斯国王、大流士之子薛西斯,除了他从雅典城运走的所有东西之外,一方面从布劳龙夺走了布劳龙阿尔忒弥斯的神像,另一方面,他指控米利都人在希腊与雅典人的海战中故意消极作战,从而夺走了布兰奇代处的青铜阿波罗像。
καὶ τὸν μὲν ὕστερον ἔμελλε χρόνῳ Σέλευκος καταπέμψειν Μιλησίοις, Ἀργείοις δὲ τὰ ἐκ Τίρυνθος ἔτι καὶ ἐς ἐμὲ τὸ μὲν παρὰ τῇ Ἥρᾳ ξόανον, τὸ δὲ ἐν τοῦ Ἀπόλλωνός ἐστιν ἀνακείμενον τοῦ Λυκίου·
后来塞琉古将后者送还给米利都人;而对于阿耳戈斯人来说,从蒂林斯夺去的东西直到我这个时代仍作为奉纳物,一座是赫拉神庙旁的木雕像,另一座在吕刻俄斯阿波罗神庙中。
§8.46.4Κυζικηνοί τε, ἀναγκάσαντες πολέμῳ Προκοννησίους γενέσθαι σφίσι συνοίκους, Μητρὸς Δινδυμήνης ἄγαλμα ἔλαβον ἐκ Προκοννήσου· τὸ δὲ ἄγαλμά ἐστι χρυσοῦ, καὶ αὐτοῦ τὸ πρόσωπον ἀντὶ ἐλέφαντος ἵππων τῶν ποταμίων ὀδόντες εἰσὶν εἰργασμένοι.
刻齐科斯人通过战争强迫普罗科涅索斯人与他们合并,并从普罗科涅索斯夺走了丁迪墨涅母亲的神像;这座神像是金制的,其面部并非象牙,而是用河马的牙齿雕刻而成的。
βασιλεὺς μὲν δὴ Αὔγουστος καθεστηκότα ἐκ παλαιοῦ καὶ ὑπό τε Ἑλλήνων νομιζόμενα καὶ βαρβάρων εἰργάσατο· Ῥωμαίοις δὲ τῆς Ἀθηνᾶς τὸ ἄγαλμα τῆς Ἀλέας ἐς τὴν ἀγορὰν τὴν ὑπὸ Αὐγούστου ποιηθεῖσαν, ἐς ταύτην ἐστὶν ἰόντι.
因此,奥古斯都皇帝只是做了一件自古确立、且被希腊人和蛮族都视为惯例的事情;而对于罗马人来说,阿莱亚雅典娜的神像就位于奥古斯都建造的广场上,就在人们进入广场的地方。
§8.46.5τοῦτο μὲν δὴ ἐνταῦθα ἀνάκειται ἐλέφαντος διὰ παντὸς πεποιημένον, τέχνη δὲ Ἐνδοίου·
这尊神像就奉纳在那里,完全由象牙制成,是恩多伊奥斯的作品。
τοῦ δὲ ὑὸς τῶν ὀδόντων κατεᾶχθαι μὲν τὸν ἕτερόν φασιν οἱ ἐπὶ τοῖς θαύμασιν, ὁ δʼ ἔτι ἐξ αὐτῶν λειπόμενος ἀνέκειτο ἐν βασιλέως κήποις ἐν ἱερῷ Διονύσου, τὴν περίμετρον τοῦ μήκους παρεχόμενος ἐς ἥμισυ μάλιστα ὀργυιᾶς.
至于野猪的獠牙,专门解说奇闻异事的人说其中一根已经折断,而剩下的另一根则被奉纳在皇帝花园内的狄奥尼索斯圣所中,其长度的周长大约有半寻。

词汇与语法注释

  1. 8.46.2φαίνεται δὲ οὐκ ἄρξας ὁ Αὔγουστος — 动词 φαίνεται 连用分词 ἄρξας 和 χρησάμενος(即 φαίνομαι 伴随分词的结构),意为“显然是……”而非“似乎是……”。词组 οὐκ ἄρξας ... ἀπάγεσθαι 表达了对行为创始的否定,即“奥古斯都并不是第一个开始运走的人”。
  2. 8.46.3βασιλέα τε τῶν Περσῶν Ξέρξην ... λαβόντα ἴσμεν — 这是一个间接叙述的分词结构,分词 λαβόντα 与宾格主语 Ξέρξην 依赖于表示知觉的动词 ἴσμεν(οἶδα 的第一人称复数)。位于句尾的 ἴσμεν 支配句首的宾格和分词,意为“我们知道薛西斯夺走了……”。
  3. 8.46.4ἐς ταύτην ἐστὶν ἰόντι — 现在分词 ἰών(去)的单数阳性与格 ἰόντι,作为地理描述或路径说明中常见的关系或基准与格使用,意为“对于走向(那里)的人来说”,自然译法为“当人们进入(那里)时”。

引用这一段

保萨尼亚斯, 希腊志 §8.46.1-8.46.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.46.1-8.46.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。