§8.45.1Τεγεᾶται δὲ ἐπὶ μὲν Τεγεάτου τοῦ Λυκάονος τῇ χώρᾳ φασὶν ἀπʼ αὐτοῦ γενέσθαι μόνῃ τὸ ὄνομα, τοῖς δὲ ἀνθρώποις κατὰ δήμους εἶναι τὰς οἰκήσεις, Γαρεάτας καὶ Φυλακεῖς καὶ Καρυάτας τε καὶ Κορυθεῖς, ἔτι δὲ Πωταχίδας καὶ Οἰάτας Μανθυρεῖς τε καὶ Ἐχευήθεις· ἐπὶ δὲ Ἀφείδαντος βασιλεύοντος καὶ ἔνατός σφισι δῆμος προσεγένετο Ἀφείδαντες· τῆς δὲ ἐφʼ ἡμῶν πόλεως οἰκιστὴς ἐγένετο Ἄλεος.
The Tegeans say that in the time of Tegeates, son of Lycaon, the land alone had its name from him, and that the people had their dwellings in demes, the Gareatae, the Phylaceis, the Caryatae, and the Corytheis, and further the Potachidae, the Oiatae, the Manthyreis, and the Echeuetheis; and during the reign of Apheidas a ninth deme, the Apheidantes, was added to them; and Aleus became the founder of the city of our time.
§8.45.2Τεγεάταις δὲ παρὲξ ἢ τὰ Ἀρκάδων κοινά, ἐν οἷς ἔστι μὲν ὁ πρὸς Ἰλίῳ πόλεμος, ἔστι δὲ τὰ Μηδικά τε καὶ ἐν Διπαιεῦσιν ὁ πρὸς Λακεδαιμονίους ἀγών, παρὲξ οὖν τῶν καταλελεγμένων ἰδίᾳ Τεγεάταις ἐστὶν αὐτοῖς τοσάδε ἐς δόξαν.
For the Tegeans, apart from the common affairs of the Arcadians—among which are the war at Ilium, the Persian war, and the struggle against the Lacedaemonians at Dipaea—apart, then, from what has been enumerated, there are these things for their own private glory.
τὸν γὰρ ἐν Καλυδῶνι ὗν Ἀγκαῖος ὑπέμεινεν ὁ Λυκούργου τρωθείς, καὶ Ἀταλάντη τοξεύει τὸν ὗν καὶ ἔτυχε πρώτη τοῦ θηρίου· τούτων ἕνεκα αὐτῇ ἡ κεφαλή τε τοῦ ὑὸς καὶ τὸ δέρμα ἀριστεῖα ἐδόθη.
For Ancaeus, son of Lycurgus, though wounded, withstood the Calydonian boar, and Atalanta shot the boar and was the first to hit the beast; for these reasons the head and the hide of the boar were given to her as a prize of valor.
§8.45.3Ἡρακλειδῶν δὲ ἐς Πελοπόννησον κατιόντων Ἔχεμος ὁ Ἀερόπου Τεγεάτης ἐμονομάχησεν ἰδίᾳ πρὸς Ὕλλον, καὶ ἐκράτησε τοῦ Ὕλλου τῇ μάχῃ.
When the Heracleidae were returning to the Peloponnese, Echemus, son of Aeropus, a Tegean, fought in single combat against Hyllus and defeated Hyllus in the battle.
Λακεδαιμονίους τε οἱ Τεγεᾶται πρῶτοι Ἀρκάδων σφίσιν ἐπιστρατεύσαντας ἐνίκησαν καὶ αἰχμαλώτους αἱροῦσιν αὐτῶν τοὺς πολλούς.
And the Tegeans were the first of the Arcadians to defeat the Lacedaemonians when they marched against them, and they took most of them captive.
§8.45.4Τεγεάταις δὲ Ἀθηνᾶς τῆς Ἀλέας τὸ ἱερὸν τὸ ἀρχαῖον ἐποίησεν Ἄλεος· χρόνῳ δὲ ὕστερον κατεσκευάσαντο οἱ Τεγεᾶται τῇ θεῷ ναὸν μέγαν τε καὶ θέας ἄξιον.
Aleus made the ancient sanctuary of Athena Alea for the Tegeans; and in later times the Tegeans built a temple for the goddess, both large and worthy of seeing.
ἐκεῖνο μὲν δὴ πῦρ ἠφάνισεν ἐπινεμηθὲν ἐξαίφνης, Διοφάντου παρʼ Ἀθηναίοις ἄρχοντος, δευτέρῳ δὲ ἔτει τῆς ἕκτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, ἣν Εὐπόλεμος Ἠλεῖος ἐνίκα στάδιον.
That former temple was indeed destroyed by a fire that suddenly spread, when Diophantus was archon at Athens, in the second year of the ninety-sixth Olympiad, in which Eupolemus of Elis won the stade race.
§8.45.5ὁ δὲ ναὸς ὁ ἐφʼ ἡμῶν πολὺ δή τι τῶν ναῶν, ὅσοι Πελοποννησίοις εἰσίν, ἐς κατασκευὴν προέχει τὴν ἄλλην καὶ ἐς μέγεθος.
But the temple of our time far surpasses all the temples that the Peloponnesians have, in its other construction and in its size.
ὁ μὲν δὴ πρῶτός ἐστιν αὐτῷ κόσμος τῶν κιόνων Δώριος, ὁ δὲ ἐπὶ τούτῳ Κορίνθιος· ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες ἐργασίας τῆς Ἰώνων.
Its first arrangement of columns is Doric, and the one above it is Corinthian; and columns of Ionian workmanship also stand inside the temple.
ἀρχιτέκτονα δὲ ἐπυνθανόμην Σκόπαν αὐτοῦ γενέσθαι τὸν Πάριον, ὃς καὶ ἀγάλματα πολλαχοῦ τῆς ἀρχαίας Ἑλλάδος, τὰ δὲ καὶ περὶ Ἰωνίαν τε καὶ Καρίαν ἐποίησε.
I learned that its architect was Scopas of Paros, who also made statues in many places of ancient Greece, and some also around Ionia and Caria.
§8.45.6τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν ἔμπροσθεν ἡ θήρα τοῦ ὑὸς τοῦ Καλυδωνίου· πεποιημένου δὲ κατὰ μέσον μάλιστα τοῦ ὑὸς τῇ μέν ἐστιν Ἀταλάντη καὶ Μελέαγρος καὶ Θησεὺς Τελαμών τε καὶ Πηλεὺς καὶ Πολυδεύκης καὶ Ἰόλαος, ὃς τὰ πλεῖστα Ἡρακλεῖ συνέκαμνε τῶν ἔργων, καὶ Θεστίου παῖδες, ἀδελφοὶ δὲ Ἀλθαίας, Πρόθους καὶ Κομήτης· §8.45.7κατὰ δὲ τοῦ ὑὸς τὰ ἕτερα Ἀγκαῖον ἔχοντα ἤδη τραύματα καὶ ἀφέντα τὸν πέλεκυν ἀνέχων ἐστὶν Ἔποχος, παρὰ δὲ αὐτὸν Κάστωρ καὶ Ἀμφιάραος Ὀικλέους, ἐπὶ δὲ αὐτοῖς Ἱππόθους ὁ Κερκυόνος τοῦ Ἀγαμήδους τοῦ Στυμφήλου· τελευταῖος δέ ἐστιν εἰργασμένος Πειρίθους.
The subjects in the pediments are, in the front, the hunt of the Calydonian boar; the boar being made almost in the middle, on one side are Atalanta, Meleager, Theseus, Telamon and Peleus, Polydeuces, and Iolaus, who shared most of the labors with Heracles, and the sons of Thestius, brothers of Althaea, Prothous and Cometes; on the other side of the boar, Epochus is supporting Ancaeus who is already wounded and has dropped his axe, and beside him Castor and Amphiaraus, son of Oicles, and after them Hippothous, son of Cercyon, son of Agamedes, son of Stymphalus; and Pirithous is the last represented.
τὰ δὲ ὄπισθεν πεποιημένα ἐν τοῖς ἀετοῖς Τηλέφου πρὸς Ἀχιλλέα ἐστὶν ἡ ἐν Καΐκου πεδίῳ μάχη.
The subjects made in the back pediments are the battle of Telephus against Achilles in the plain of the Caicus.