Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.44.1-8.44.8

パランティオンとテゲアへの道と川の源泉

354 / 465 箇所 · ギリシア語

要旨

メガロポリスからパランティオンおよびテゲアへ向かう道中にある、ラドケイアやアセアといった遺跡、交じり合って流れるアルペイオス川とエウロタス川の奇妙な源泉、そしてクレシオン山におけるアレスとアエロペの神話的な起源について説明する。

§8.44.1τὰ δὲ ἐπίλοιπα ἡμῖν τοῦ Ἀρκαδικοῦ λόγου ἔστιν ἐκ Μεγάλης πόλεως ἐς Παλλάντιον ὁδὸς καὶ ἐς Τεγέαν, ἄγουσα αὕτη μέχρι τοῦ καλουμένου Χώματος.
私たちのアルカディアに関する叙述の残りの部分は、メガロポリスからパランティオンへ、およびテゲアへと向かう道であり、この道は「ホマ」と呼ばれる場所まで導いている。
κατὰ ταύτην τὴν ὁδὸν Λαδόκειά σφισιν ὠνόμασται τὰ πρὸ τοῦ ἄστεως ἀπὸ Λαδόκου τοῦ Ἐχέμου, καὶ μετὰ ταῦτα Αἱμονιαὶ πόλις ἦσαν τὸ ἀρχαῖον·
この道沿いには、市の前にある地区がエケモスの子ラドコスにちなんで彼らによってラドケイアと名づけられており、その先には、古代にはハイモニアという都市があった。
οἰκιστὴς δὲ Αἵμων ἐγένετο αὐταῖς ὁ Λυκάονος, διαμεμένηκε δὲ καὶ ἐς τόδε Αἱμονιὰς τὸ χωρίον τοῦτο ὀνομάζεσθαι.
その創建者はリュカオンの子ハイモンであり、今日に至るまでこの場所がハイモニアスと呼ばれる状態が続いている。
§8.44.2μετὰ δὲ Αἱμονιὰς ἐν δεξιᾷ τῆς ὁδοῦ πόλεώς ἐστιν Ὀρεσθασίου καὶ ἄλλα ὑπολειπόμενα ἐς μνήμην καὶ Ἀρτέμιδος ἱεροῦ κίονες ἔτι·
ハイモニアスの後、道の右側にはオレスタシオン市の残りの遺構と、さらにアルテミスの神殿の円柱が今なお残っている。
ἐπίκλησις δὲ Ἱέρεια τῇ Ἀρτέμιδί ἐστι.
アルテミスには「ヒエレイア」という異名がある。
τὴν δὲ εὐθεῖαν ἰόντι ἐξ Αἱμονιῶν Ἀφροδίσιόν τέ ἐστιν ὀνομαζόμενον καὶ μετʼ αὐτὸ ἄλλο χωρίον τὸ Ἀθήναιον·
ハイモニアスからまっすぐ進む者には、アプロディシオンと呼ばれる場所があり、その次にはアテナイオンという別の場所がある。
τούτου δὲ ἐν ἀριστερᾷ ναός ἐστιν Ἀθηνᾶς καὶ ἄγαλμα ἐν αὐτῷ λίθου.
これの左側にはアテナの神殿があり、その中には石の像がある。
§8.44.3τοῦ Ἀθηναίου δὲ μάλιστα εἴκοσιν ἀπωτέρω σταδίοις ἐρείπια Ἀσέας ἐστί, καὶ ὁ λόφος ἀκρόπολις τότε οὖσα τείχους σημεῖα ἔχει καὶ ἐς τόδε.
アテナイオンからおよそ二十スタディオン離れたところにアセアの遺跡があり、当時アクロポリスであった丘には、今日でも城壁の痕跡がある。
σταδίους δὲ ὅσον πέντε ἀπὸ Ἀσέας τοῦ Ἀλφειοῦ μὲν ὀλίγον ἄπο τῆς ὁδοῦ, τοῦ δὲ Εὐρώτα παρʼ αὐτήν ἐστιν ἡ πηγὴ τὴν ὁδόν·
アセアからおよそ五スタディオンのところに、道から少し離れたアルペイオス川の源泉と、道のすぐ脇にあるエウロタス川の源泉がある。
πρός τε τοῦ Ἀλφειοῦ τῇ πηγῇ ναός τε Μητρὸς θεῶν ἐστιν οὐκ ἔχων ὄροφον καὶ λέοντες λίθου δύο πεποιημένοι.
アルペイオスの源泉の近くには、屋根のない諸神の母の神殿があり、石造りの二頭の獅子像が置かれている。
§8.44.4τοῦ δὲ Εὐρώτα τὸ ὕδωρ ἀνακεράννυταί τε πρὸς τὸν Ἀλφειὸν καὶ ὅσον ἐπὶ εἴκοσι σταδίους κοινῷ προΐασι τῷ ῥεύματι·
エウロタスの水はアルペイオスの水と混じり合い、およそ二十スタディオンの間、共通の流れとなって進む。
κατελθόντες δὲ ἐς χάσμα ὁ μὲν αὐτῶν ἄνεισιν αὖθις ἐν τῇ γῇ τῇ Λακεδαιμονίων ὁ Εὐρώτας, ὁ δὲ Ἀλφειὸς ἐν Πηγαῖς τῆς Μεγαλοπολίτιδος.
地下の裂け目に流れ落ちた後、彼らのうち一方はラケダイモン人の土地で再び地上に現れ(これがエウロタス川である)、もう一方はメガロポリス地方のペガイで地上に現れる(これがアルペイオス川である)。
ἔστι δὲ ἄνοδος ἐξ Ἀσέας ἐς τὸ ὄρος τὸ Βόρειον καλούμενον, καὶ ἐπὶ τῇ ἄκρᾳ τοῦ ὄρους σημεῖά ἐστιν ἱεροῦ·
アセアからボレイオンと呼ばれる山への登り道があり、山の頂上には神殿の痕跡がある。
ποιῆσαι δὲ τὸ ἱερὸν Ἀθηνᾷ τε Σωτείρᾳ καὶ Ποσειδῶνι Ὀδυσσέα ἐλέγετο ἀνακομισθέντα ἐξ Ἰλίου.
イリオンから帰還したオデュッセウスが、救済者アテナとポセイドンのためにこの神殿を建てたと言われていた。
§8.44.5τὸ δὲ ὀνομαζόμενον Χῶμα ὅροι Μεγαλοπολίταις τῆς γῆς πρὸς Τεγεάτας καὶ Παλλαντιεῖς εἰσι·
「ホマ」と呼ばれる場所は、メガロポリス人にとってテゲア人およびパランティオン人に対する領土の境界である。
καὶ τὸ Παλλαντικὸν πεδίον ἐστὶν ἐκτραπεῖσιν ἐς ἀριστερὰν ἀπὸ τοῦ Χώματος.
阻して、ホマから左に曲がった者にはパランティオンの平野がある。
ἐν δὲ Παλλαντίῳ ναός τε καὶ ἀγάλματα λίθου Πάλλαντος, τὸ δὲ ἕτερόν ἐστιν Εὐάνδρου·
パランティオンには神殿があり、パラスの石像と、もう一方はエヴァンドロスの石像がある。
καὶ Κόρης τε τῆς Δήμητρος ἱερὸν καὶ οὐ πολὺ ἀπωτέρω Πολυβίου σφίσιν ἀνδριάς ἐστι.
またデメテルの娘コレーの神殿があり、そこから遠くないところに彼らのためのポリュビオスの像がある。
τῷ λόφῳ δὲ τῷ ὑπὲρ τῆς πόλεως ὅσα ἀκροπόλει τὸ ἀρχαῖον ἐχρῶντο·
市の上にある丘を、古代の人々はアクロポリスとして使用していた。
λείπεται δὲ καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ κορυφῇ τοῦ λόφου θεῶν ἱερόν.
私たちの時代にも、丘の頂上には神々の神殿がなお残されている。
§8.44.6ἐπίκλησις μὲν δή ἐστιν αὐτοῖς Καθαροί, περὶ μεγίστων δὲ αὐτόθι καθεστήκασιν οἱ ὅρκοι·
彼らには「カタロイ」という異名があり、そこでは最も重大な事柄に関する誓いが立てられる。
καὶ ὀνόματα μὲν τῶν θεῶν οὐκ ἴσασιν ἢ καὶ εἰδότες οὐ θέλουσιν ἐξαγορεύειν, Καθαροὺς δὲ ἐπὶ τοιῷδε ἄν τις κληθῆναι τεκμαίροιτο, ὅτι αὐτοῖς οὐ κατὰ ταὐτὰ ὁ Πάλλας ἔθυσε καθὰ καὶ ὁ πατήρ οἱ τῷ Λυκαίῳ Διί.
そして人々はこれら神々の名を知らないか、あるいは知っていても口外することを望まない。 しかし彼らが「カタロイ」と呼ばれたのは次のような理由からであると推測される。 すなわち、パラスが彼らに、彼の父がリュカイオスのゼウスに対して行ったのとは異なる方法で犠牲を捧げたからである。
§8.44.7τοῦ δὲ καλουμένου Χώματος ἐν δεξιᾷ πεδίον ἐστὶ τὸ Μανθουρικόν·
「ホマ」と呼ばれる場所の右側にはマントゥリコン平野がある。
ἔστι δὲ ἐν ὅροις ἤδη Τεγεατῶν τὸ πεδίον, ὂν σταδίων που πεντήκοντα μάλιστα ἄχρι Τεγέας.
この平野はすでにテゲア人の境界内にあり、テゲアまでおよそ五十スタディオンに及んでいる。
ἔστι δὲ ὄρος οὐ μέγα ἐν δεξιᾷ τῆς ὁδοῦ καλούμενον Κρήσιον· ἐν δὲ αὐτῷ τὸ ἱερὸν τοῦ Ἀφνειοῦ πεποίηται.
道の右側にはクレシオンと呼ばれる大きくない山があり、その上には「アプネイオス」の神殿が建てられている。
Ἀερόπῃ γὰρ Κηφέως τοῦ Ἀλέου συνεγένετο Ἄρης, καθὰ οἱ Τεγεᾶται λέγουσι· καὶ ἡ μὲν ἀφίησιν ἐν ταῖς ὠδῖσι τὴν ψυχήν, ὁ δὲ παῖς καὶ τεθνηκυίας
テゲア人たちが言うには、アレオスの子ケペウスの娘アエロペにアレスが交わり、彼女は産みの苦しみの中で息を引き取ったが、その子は彼女が死んだ後も、なお母にしがみついて、その乳房から多くて豊かな乳を吸い出していた。
§8.44.8εἴχετο ἔτι τῆς μητρὸς καὶ ἐκ τῶν μαστῶν εἷλκεν αὐτῆς γάλα πολὺ καὶ ἄφθονον, καὶ—ἦν γὰρ τοῦ Ἄρεως γνώμῃ τὰ γινόμενα—τούτων ἕνεκα Ἀφνειὸν τὸν θεὸν ὀνομάζουσι·
そして――起こったことはアレスの意志によるものであったから――これらのことのために、彼らはこの神を「アプネイオス」と呼んでいる。
τῷ δὲ παιδίῳ ὄνομα τεθῆναί φασιν Ἀέροπον.
そしてその幼子にはアエロポスという名がつけられたと言われている。
ἔστι δὲ κατὰ τὴν ἐς Τεγέαν ὁδὸν Λευκώνιος καλουμένη κρήνη·
テゲアへの道沿いにはレウコニオスと呼ばれる泉がある。
θυγατέρα δὲ Ἀφείδαντος λέγουσιν εἶναι τὴν Λευκώνην, καὶ οὐ πόρρω τοῦ Τεγεατῶν οἱ ἄστεως μνῆμά ἐστιν.
人々はレウコネをアペイダスの娘であると言っており、テゲア人の市の近くに彼女の墓がある。

語釈・文法注

  1. §8.44.1τὰ δὲ ἐπίλοιπα ἡμῖν τοῦ Ἀρκαδικοῦ λόγου ἔστιν — 中性複数主語に単数動詞が随伴する典型的な文法現象。主語 `τὰ ἐπίλοιπα` が中性複数形であるのに対して、動詞は単数の `ἔστιν` が用いられている。
  2. §8.44.2τὴν δὲ εὐθεῖαν ἰόντι — 「まっすぐ進む者にとって」という関与・視点の与格。現在分詞男性単数与格 `ἰόντι` が使われており、地誌的記述において移動する読者(旅人)の視点を示す慣用的表現。
  3. §8.44.4κατελθόντες δὲ ἐς χάσμα ὁ μὲν αὐτῶν ἄνεισιν — 文法的な不整合(アナコルトン)、あるいは全体と部分の同格(schēma kath' holon kai meros)。複数主格の分詞 `κατελθόντες`(流れ落ちた後に)で始まりながら、主節の主語が `ὁ μὲν ... ὁ δέ`(一方は……他方は……)という単数名詞のペアに分割されている。
  4. §8.44.6ὅτι αὐτοῖς οὐ κατὰ ταὐτὰ ὁ Πάλλας ἔθυσε — 与格 `αὐτοῖς` の指示対象。直前に語られた別名 `Καθαроί`(清浄な神々)に対応し、「それら(カタロイの)神々に対して」を意味する。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.44.1-8.44.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.44.1-8.44.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。