§8.42.7ὡς δὲ οἱ Φιγαλεῖς ἀνακομισθὲν τὸ μάντευμα ἤκουσαν, τά τε ἄλλα ἐς πλέον τιμῆς ἢ τὰ πρότερα τὴν Δήμητρα ἦγον καὶ Ὀνάταν τὸν Μίκωνος Αἰγινήτην πείθουσιν ἐφʼ ὅσῳ δὴ μισθῷ ποιῆσαί σφισιν ἄγαλμα Δήμητρος·
フィガリア人たちは持ち帰られた神託を聞いたとき、デメテルを他の点でも以前よりいっそう重んじるようになり、またアイギナのミコンの子オナタスに、いかほどの報酬をもってか、彼らのためにデメテルの像を制作するよう説得した。
τοῦ δὲ Ὀνάτα τούτου Περγαμηνοῖς ἐστιν Ἀπόλλων χαλκοῦς, θαῦμα ἐν τοῖς μάλιστα μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῇ τέχνῃ.
このオナタスの作品としては、ペルガモン人のために作られた青銅のアポロン像があり、それは大きさの点でも、その技術の点でも極めて驚嘆すべきものである。
τότε δὴ ὁ ἀνὴρ οὗτος ἀνευρὼν γραφὴν ἢ μίμημα τοῦ ἀρχαίου ξοάνου—τὰ πλείω δέ, ὡς λέγεται, καὶ κατὰ ὀνειράτων ὄψιν—ἐποίησε χαλκοῦν Φιγαλεῦσιν ἄγαλμα, γενεαῖς μάλιστα δυσὶν ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας τοῦ Μήδου.
そのとき、この男は古い木像の絵か模倣品を見つけ出し――しかし、言われているところでは、その大部分は夢の幻影に従ってでもあったが――ペルシア人によるギリシア遠征から、およそ二世代のちに、フィガリア人たちのために青銅の像を制作した。
§8.42.8μαρτυρεῖ δέ μοι τῷ λόγῳ·
このことは私の説を裏付けている。
κατὰ γὰρ τὴν Ξέρξου διάβασιν ἐς τὴν Εὐρώπην Συρακουσῶν τε ἐτυράννει καὶ Σικελίας τῆς ἄλλης Γέλων ὁ Δεινομένους·
というのも、クセルクセスがヨーロッパへ渡った時期に、デイノメネスの子ゲロンがシラクサとその他のシチリアを支配していたからである。
ἐπεὶ δὲ ἐτελεύτησε Γέλων, ἐς Ἱέρωνα ἀδελφὸν Γέλωνος περιῆλθεν ἡ ἀρχή·
ゲロンが死ぬと、支配権はゲロンの兄弟ヒエロンへと移った。
Ἱέρωνος δὲ ἀποθανόντος πρότερον πρὶν ἢ τῷ Ὀλυμπίῳ Διὶ ἀναθεῖναι τὰ ἀναθήματα ἃ εὔξατο ἐπὶ τῶν ἵππων ταῖς νίκαις, οὕτω Δεινομένης ὁ Ἱέρωνος ἀπέδωκεν ὑπὲρ τοῦ πατρός.
ヒエロンは、馬の勝利に対して誓約した奉納物をオリンピアのゼウスに奉納するより前に亡くなったので、このようにヒエロンの子デイノメネスが、父に代わってこれを奉納した。
§8.42.9Ὀνάτα καὶ ταῦτα ποιήματα, καὶ ἐπιγράμματα ἐν Ὀλυμπίᾳ, τὸ μὲν ὑπὲρ τοῦ ἀναθήματός ἐστιν αὐτῶν,
"
σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα
τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς,
δῶρα Ἱέρων τάδε σοι ἐχαρίσσατο·
これらもまたオナタスの作品であり、オリンピアには碑文があるが、そのうちの一方は彼らの奉納物に関するものであり、次のようである。 「オリンピアのゼウスよ、かつて汝の神聖な競技において、四頭立て馬車で一度、単騎の競馬で二度勝利し、ヒエロンはこれらの贈り物を汝に捧げた。
παῖς δʼ ἀνέθηκε
"
Δεινομένης πατρὸς μνῆμα Συρακοσίου·
そして息子デイノメネスが、シラクサの父の記念としてこれを奉納した。
§8.42.10τὸ δὲ ἕτερον λέγει τῶν ἐπιγραμμάτων·
」もう一方の碑文は次のように語っている。
"
υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν,
νάσῳ ἐν Αἰγίνᾳ δώματα ναιετάων.
「ミコンの息子オナタスが私を作り上げた。 彼はアイギナの島に住まいを構える者である。
"
ἡ δὲ ἡλικία τοῦ Ὀνάτα κατὰ τὸν Ἀθηναῖον Ἡγίαν καὶ Ἀγελάδαν συμβαίνει τὸν Ἀργεῖον.
」オナタスの活動期は、アテナイのヘギアスやアルゴスのアゲラダスと同時代にあたる。
§8.42.11ταύτης μάλιστα ἐγὼ τῆς Δήμητρος ἕνεκα ἐς Φιγαλίαν ἀφικόμην.
私は主としてこのデメテルのためにフィガリアへとやって来た。
καὶ ἔθυσα τῇ θεῷ, καθὰ καὶ οἱ ἐπιχώριοι νομίζουσιν, οὐδέν·
そして私は女神に、地元の掟に従って、いかなる犠牲も捧げなかった。
τὰ δὲ ἀπὸ τῶν δένδρων τῶν ἡμέρων τά τε ἄλλα καὶ ἀμπέλου καρπὸν καὶ μελισσῶν τε κηρία καὶ ἐρίων τὰ μὴ ἐς ἐργασίαν πω ἥκοντα ἀλλὰ ἔτι ἀνάπλεα τοῦ οἰσύπου, ἃ τιθέασιν ἐπὶ τὸν βωμὸν τὸν ᾠκοδομημένον πρὸ τοῦ σπηλαίου, θέντες δὲ καταχέουσιν αὐτῶν ἔλαιον, ταῦτα ἰδιώταις τε ἀνδράσι καὶ ἀνὰ πᾶν ἔτος Φιγαλέων τῷ κοινῷ καθέστηκεν ἐς τὴν θυσίαν.
むしろ、栽培された樹木からの実、とりわけ葡萄の果実や、蜂の巣、また未だ加工されておらず、未だ羊脂にまみれたままの羊毛を、彼らは洞窟の前に築かれた祭壇の上に置き、置いた上でそれらにオリーブ油を注ぎかけるのであるが、これらが個人にとっても、また毎年フィガリアの共同体にとっても、犠牲式として定められている。
§8.42.12ἱέρεια δέ σφισίν ἐστιν ἡ δρῶσα, σὺν δὲ αὐτῇ καὶ τῶν ἱεροθυτῶν καλουμένων ὁ νεώτατος·
彼女たちのために儀式を執り行うのは女祭司であり、彼女とともに「ヒエロテュタイ」と呼ばれる者のうち最年少の者が行う。
οἱ δέ εἰσι τῶν ἀστῶν τρεῖς ἀριθμόν.
彼らは市民のうちから三人選ばれる。
ἔστι δὲ δρυῶν τε ἄλσος περὶ τὸ σπήλαιον καὶ ὕδωρ ψυχρὸν ἄνεισιν ἐκ τῆς γῆς.
洞窟の周囲にはオークの聖林があり、冷たい水が地中から湧き出ている。
τὸ δὲ ἄγαλμα τὸ ὑπὸ τοῦ Ὀνάτα ποιηθὲν οὔτε ἦν κατʼ ἐμὲ οὔτε εἰ ἐγένετο ἀρχὴν Φιγαλεῦσιν ἠπίσταντο οἱ πολλοί·
だが、オナタスによって制作された像は、私の時代には存在しておらず、それがそもそも存在していたのかどうかさえ、多くのフィガリア人は知らなかった。
§8.42.13τῶν δὲ ἐντυχόντων ἡμῖν ἔλεγεν ὁ πρεσβύτατος γενεαῖς πρότερον τρισὶν ἢ κατʼ αὐτὸν ἐμπεσεῖν ἐς τὸ ἄγαλμα ἐκ τοῦ ὀρόφου πέτρας, ὑπὸ τούτων δὲ καταγῆναι καὶ ἐς ἅπαν ἔφασκεν αὐτὸ ἀφανισθῆναι·
私が出会った人々のうち最年長の者が語るには、彼自身の時代より三世代前に、天井から岩が像の上に崩れ落ち、それらによって像は砕け散り、完全に消失してしまったという。
καὶ ἔν γε τῷ ὀρόφῳ δῆλα καὶ ἡμῖν ἔτι ἦν, καθὰ ἀπερρώγεσαν αἱ πέτραι.
そして、天井には、岩が崩落した跡が、私たちにもまだはっきりと見て取れた。