Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.42.7-8.42.13

奥纳塔斯重塑的德墨忒尔像与洞窟祭仪

第 352 段,共 465 段 · 希腊语

内容简介

本段记载了菲加利亚人如何根据神谕委托雕塑家奥纳塔斯重塑德墨忒尔神像及其后来的消失,并介绍了作者亲历的当地独特的无血祭祀仪式。

§8.42.7ὡς δὲ οἱ Φιγαλεῖς ἀνακομισθὲν τὸ μάντευμα ἤκουσαν, τά τε ἄλλα ἐς πλέον τιμῆς ἢ τὰ πρότερα τὴν Δήμητρα ἦγον καὶ Ὀνάταν τὸν Μίκωνος Αἰγινήτην πείθουσιν ἐφʼ ὅσῳ δὴ μισθῷ ποιῆσαί σφισιν ἄγαλμα Δήμητρος·
当菲加利亚人听到带回来的神谕时,他们在其他方面也比以前更加敬重德墨忒尔,并说服了埃伊纳的米康之子奥纳塔斯,无论以何种酬金,为他们制作一尊德墨忒尔的神像。
τοῦ δὲ Ὀνάτα τούτου Περγαμηνοῖς ἐστιν Ἀπόλλων χαλκοῦς, θαῦμα ἐν τοῖς μάλιστα μεγέθους τε ἕνεκα καὶ ἐπὶ τῇ τέχνῃ.
关于这位奥纳塔斯,帕加马人拥有一尊青铜的阿波罗像,其尺寸之大和工艺之精湛,令人叹为观止。
τότε δὴ ὁ ἀνὴρ οὗτος ἀνευρὼν γραφὴν ἢ μίμημα τοῦ ἀρχαίου ξοάνου—τὰ πλείω δέ, ὡς λέγεται, καὶ κατὰ ὀνειράτων ὄψιν—ἐποίησε χαλκοῦν Φιγαλεῦσιν ἄγαλμα, γενεαῖς μάλιστα δυσὶν ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας τοῦ Μήδου.
当时,这个人设法找到了一幅旧木神像的画像或复制品——但据人们说,大部分也是根据梦中的幻象——在波斯人远征希腊之后约两代人的时间里,为菲加利亚人制作了一尊青铜神像。
§8.42.8μαρτυρεῖ δέ μοι τῷ λόγῳ· κατὰ γὰρ τὴν Ξέρξου διάβασιν ἐς τὴν Εὐρώπην Συρακουσῶν τε ἐτυράννει καὶ Σικελίας τῆς ἄλλης Γέλων ὁ Δεινομένους·
这也证实了我的说法;因为在薛西斯渡海进入欧洲期间,戴诺梅尼斯之子盖隆统治着叙拉古和西西里的其他地区。
ἐπεὶ δὲ ἐτελεύτησε Γέλων, ἐς Ἱέρωνα ἀδελφὸν Γέλωνος περιῆλθεν ἡ ἀρχή·
盖隆去世后,统治权传给了盖隆的兄弟希埃隆。
Ἱέρωνος δὲ ἀποθανόντος πρότερον πρὶν ἢ τῷ Ὀλυμπίῳ Διὶ ἀναθεῖναι τὰ ἀναθήματα ἃ εὔξατο ἐπὶ τῶν ἵππων ταῖς νίκαις, οὕτω Δεινομένης ὁ Ἱέρωνος ἀπέδωκεν ὑπὲρ τοῦ πατρός.
由于希埃隆在向奥林匹亚宙斯献纳他因马赛胜利而许愿的奉献物之前便去世了,因此希埃隆之子戴诺梅尼斯代表他的父亲履行了这一誓愿。
§8.42.9Ὀνάτα καὶ ταῦτα ποιήματα, καὶ ἐπιγράμματα ἐν Ὀλυμπίᾳ, τὸ μὲν ὑπὲρ τοῦ ἀναθήματός ἐστιν αὐτῶν, " σόν ποτε νικήσας, Ζεῦ Ὀλύμπιε, σεμνὸν ἀγῶνα τεθρίππῳ μὲν ἅπαξ, μουνοκέλητι δὲ δίς, δῶρα Ἱέρων τάδε σοι ἐχαρίσσατο· παῖς δʼ ἀνέθηκε " Δεινομένης πατρὸς μνῆμα Συρακοσίου·
这些也是奥纳塔斯的作品,在奥林匹亚有铭文,其中关于他们奉献物的一篇写道: “奥林匹亚的宙斯啊,曾在你神圣的竞技中获胜,一次是四驾马车,两次是单骑赛马,希埃隆将这些礼物奉献给你;而他的儿子将其竖立,” 戴诺梅尼斯,作为他那叙拉古父亲的纪念。
§8.42.10τὸ δὲ ἕτερον λέγει τῶν ἐπιγραμμάτων· " υἱὸς μέν με Μίκωνος Ὀνάτας ἐξετέλεσσεν, νάσῳ ἐν Αἰγίνᾳ δώματα ναιετάων.
另一篇铭文则写道: “米康之子奥纳塔斯将我制成,他居住在埃伊纳岛的家园中。
" ἡ δὲ ἡλικία τοῦ Ὀνάτα κατὰ τὸν Ἀθηναῖον Ἡγίαν καὶ Ἀγελάδαν συμβαίνει τὸν Ἀργεῖον.
” 奥纳塔斯的活跃时期大约与雅典的赫吉亚斯和阿哥斯的阿格拉达斯相同。
§8.42.11ταύτης μάλιστα ἐγὼ τῆς Δήμητρος ἕνεκα ἐς Φιγαλίαν ἀφικόμην.
我主要是为了这尊德墨忒尔神像而来到菲加利亚的。
καὶ ἔθυσα τῇ θεῷ, καθὰ καὶ οἱ ἐπιχώριοι νομίζουσιν, οὐδέν· τὰ δὲ ἀπὸ τῶν δένδρων τῶν ἡμέρων τά τε ἄλλα καὶ ἀμπέλου καρπὸν καὶ μελισσῶν τε κηρία καὶ ἐρίων τὰ μὴ ἐς ἐργασίαν πω ἥκοντα ἀλλὰ ἔτι ἀνάπλεα τοῦ οἰσύπου, ἃ τιθέασιν ἐπὶ τὸν βωμὸν τὸν ᾠκοδομημένον πρὸ τοῦ σπηλαίου, θέντες δὲ καταχέουσιν αὐτῶν ἔλαιον, ταῦτα ἰδιώταις τε ἀνδράσι καὶ ἀνὰ πᾶν ἔτος Φιγαλέων τῷ κοινῷ καθέστηκεν ἐς τὴν θυσίαν.
我没有向女神祭祀任何牺牲兽,正如当地人习惯的那样;而是将人工栽培树木的果实,尤其是葡萄树的果实,以及蜂巢,还有尚未加工、仍充满羊脂的羊毛——他们将这些东西放在建在洞穴前的祭坛上,放置好后,便在上面浇上橄榄油——这些被确立为私人以及菲加利亚人共同体每年进行祭祀的物品。
§8.42.12ἱέρεια δέ σφισίν ἐστιν ἡ δρῶσα, σὺν δὲ αὐτῇ καὶ τῶν ἱεροθυτῶν καλουμένων ὁ νεώτατος· οἱ δέ εἰσι τῶν ἀστῶν τρεῖς ἀριθμόν.
为他们主持仪式的是女祭司,与她一起的还有被称为“圣祭官”中最年轻的一位;这些人是从公民中选出的,共三人。
ἔστι δὲ δρυῶν τε ἄλσος περὶ τὸ σπήλαιον καὶ ὕδωρ ψυχρὸν ἄνεισιν ἐκ τῆς γῆς.
洞穴周围有一片橡树圣林,冷水自地下涌出。
τὸ δὲ ἄγαλμα τὸ ὑπὸ τοῦ Ὀνάτα ποιηθὲν οὔτε ἦν κατʼ ἐμὲ οὔτε εἰ ἐγένετο ἀρχὴν Φιγαλεῦσιν ἠπίσταντο οἱ πολλοί·
但是奥纳塔斯制作的那尊神像在我的时代已经不存在了,大多数菲加利亚人甚至不知道它最初是否真的存在过。
§8.42.13τῶν δὲ ἐντυχόντων ἡμῖν ἔλεγεν ὁ πρεσβύτατος γενεαῖς πρότερον τρισὶν ἢ κατʼ αὐτὸν ἐμπεσεῖν ἐς τὸ ἄγαλμα ἐκ τοῦ ὀρόφου πέτρας, ὑπὸ τούτων δὲ καταγῆναι καὶ ἐς ἅπαν ἔφασκεν αὐτὸ ἀφανισθῆναι· καὶ ἔν γε τῷ ὀρόφῳ δῆλα καὶ ἡμῖν ἔτι ἦν, καθὰ ἀπερρώγεσαν αἱ πέτραι.
但在我们遇到的人中,最年长的一位说,在他自己那一代的三代人之前,石块从洞顶坠落在神像上,神像因此被砸碎并彻底消失了;而且在洞顶上,我们仍然可以清楚地看到石块裂开脱落的痕迹。

词汇与语法注释

  1. 8.42.7γενεαῖς μάλιστα δυσὶν ὕστερον τῆς ἐπὶ τὴν Ἑλλάδα ἐπιστρατείας τοῦ Μήδου — 意为“在波斯人远征希腊之后约两代人的时间里”。作为基准的名词短语(τῆς ἐπιστρατείας)处于由比较级副词 ὕστερον 所支配的比较属格,而表示时间间隔程度的名词(γενεαῖς)则使用与格。
  2. 8.42.11καὶ ἔθυσα τῇ θεῷ ... οὐδέν — 意为“我没有向女神祭祀任何牺牲(兽)”。这里的 οὐδέν 用作不及物动词 ἔθυσα 的同族宾格或副词性宾格,强调作者完全没有进行任何流血的(宰杀动物的)传统祭祀。
  3. 8.42.11τὰ δὲ ἀπὸ τῶν δένδρων ... ταῦτα ... καθέστηκεν ἐς τὴν θυσίαν — 句首作为主语的名词短语“栽培树木的果实……”(τὰ δὲ ἀπὸ τῶν δένδρων...)由于中间插入了较长的关系从句和分词短语而被拉长隔开,随后通过指示代词 ταῦτα 重新总括,并作为主句动词 καθέστηκεν 的主语被回收,形成了一种具有破格(anacoluthon)特征的句法结构。
  4. 8.42.13γενεαῖς πρότερον τρισὶν ἢ κατʼ αὐτόν — 意为“在他自己那一代的三代人之前”。比较级副词 πρότερον 之后接连词 ἤ,用以引导比较基准 κατʼ αὐτόν(在他的时代),而表示相差程度的“三代”则使用与格(γενεαῖς τρισίν)。

引用这一段

保萨尼亚斯, 希腊志 §8.42.7-8.42.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.42.7-8.42.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。