§8.42.1τὸ δὲ ἕτερον τῶν ὀρῶν τὸ Ἐλάιον ἀπωτέρω μὲν Φιγαλίας ὅσον τε σταδίοις τριάκοντά ἐστι, Δήμητρος δὲ ἄντρον αὐτόθι ἱερὸν ἐπίκλησιν Μελαίνης.
もう一方の山であるエライオン山は、フィガリアからおよそ三十スタディオンほど離れたところにあり、そこには「黒い(メライナ)」という異名を持つデメテルの神聖な洞窟がある。
ὅσα μὲν δὴ οἱ ἐν Θελπούσῃ λέγουσιν ἐς μῖξιν τὴν Ποσειδῶνός τε καὶ Δήμητρος, κατὰ ταὐτά σφισιν οἱ Φιγαλεῖς νομίζουσι, τεχθῆναι δὲ ὑπὸ τῆς Δήμητρος οἱ Φιγαλεῖς φασιν οὐχ ἵππον ἀλλὰ τὴν Δέσποιναν ἐπονομαζομένην ὑπὸ Ἀρκάδων·
テルプサの人々がポセイドンとデメテルの交わりについて語ることは、フィガリア人も同様に信じているが、デメテルによって産み落とされたのは馬ではなく、アルカディア人によって「デスボイナ」と名付けられた者であると、フィガリア人は言っている。
§8.42.2τὸ δὲ ἀπὸ τούτου λέγουσι θυμῷ τε ἅμα ἐς τὸν Ποσειδῶνα αὐτὴν καὶ ἐπὶ τῆς Περσεφόνης τῇ ἁρπαγῇ πένθει χρωμένην μέλαιναν ἐσθῆτα ἐνδῦναι καὶ ἐς τὸ σπήλαιον τοῦτο ἐλθοῦσαν ἐπὶ χρόνον ἀπεῖναι πολύν.
その後のこととして、彼女はポセイドンに対する怒りと、ペルセポネの略奪に対する嘆きを同時に抱いて黒い衣服を身にまとい、この洞窟へと赴いて長い間姿を消していた、と人々は語る。
ὡς δὲ ἐφθείρετο μὲν πάντα ὅσα ἡ γῆ τρέφει, τὸ δὲ ἀνθρώπων γένος καὶ ἐς πλέον ἀπώλλυτο ὑπὸ τοῦ λιμοῦ, θεῶν μὲν ἄλλων ἠπίστατο ἄρα οὐδεὶς ἔνθα ἀπεκέκρυπτο ἡ Δημήτηρ, τὸν δὲ Πᾶνα ἐπιέναι μὲν §8.42.3τὴν Ἀρκαδίαν καὶ ἄλλοτε αὐτὸν ἐν ἄλλῳ θηρεύειν τῶν ὀρῶν, ἀφικόμενον δὲ καὶ πρὸς τὸ Ἐλάιον κατοπτεῦσαι τὴν Δήμητρα σχήματός τε ὡς εἶχε καὶ ἐσθῆτα ἐνεδέδυτο ποίαν·
大地が育むすべてのものが枯れ果て、人類がいっそう飢饉によって滅びかけていたとき、他の神々のうちにはデメテルがどこに隠れたのかを知る者は誰もいなかったが、パンがアルカディアを歩き回り、時折さまざまな山で狩りをしていたところ、このエライオン山にもやって来て、デメテルの様子や、彼女がどのような衣服を身につけているかを目撃した。
πυθέσθαι δὴ τὸν Δία ταῦτα παρὰ τοῦ Πανὸς καὶ οὕτως ὑπʼ αὐτοῦ πεμφθῆναι τὰς Μοίρας παρὰ τὴν Δήμητρα, τὴν δὲ πεισθῆναί τε ταῖς Μοίραις καὶ ἀποθέσθαι μὲν τὴν ὀργήν, ὑφεῖναι δὲ καὶ τῆς λύπης.
ゼウスがこのことをパンから聞き知り、そうして彼によって運命の女神たちがデメテルのもとへ遣わされた。 デメテルは運命の女神たちに説得されて怒りを静め、またその悲しみをも和らげた。
σφᾶς δὲ ἀντὶ τούτων φασὶν οἱ Φιγαλεῖς τό τε σπήλαιον νομίσαι τοῦτο ἱερὸν Δήμητρος καὶ ἐς αὐτὸ ἄγαλμα ἀναθεῖναι ξύλου.
これに対する返礼として、フィガリア人たちはこの洞窟をデメテルの聖なる場所と定め、その中に木製の像を奉納したのだと言っている。
§8.42.4πεποιῆσθαι δὲ οὕτω σφίσι τὸ ἄγαλμα·
その像は次のように作られていたという。
καθέζεσθαι μὲν ἐπὶ πέτρᾳ, γυναικὶ δὲ ἐοικέναι τἄλλα πλὴν κεφαλήν·
岩の上に座っており、頭部を除けば他の点では女性に似ていた。
κεφαλὴν δὲ καὶ κόμην εἶχεν ἵππου, καὶ δρακόντων τε καὶ ἄλλων θηρίων εἰκόνες προσεπεφύκεσαν τῇ κεφαλῇ·
しかし、馬の頭とたてがみを有しており、蛇やその他の野獣の姿がその頭に生えついていた。
χιτῶνα δὲ ἐνεδέδυτο καὶ ἐς ἄκρους τοὺς πόδας· δελφὶς δὲ ἐπὶ τῆς χειρὸς ἦν αὐτῇ, περιστερὰ δὲ ἡ ὄρνις ἐπὶ τῇ ἑτέρᾳ.
また、足先まで達するキトンを身にまとっており、一方の手の上にはイルカが、もう一方の手の上には鳥であるハトが乗っていた。
ἐφʼ ὅτῳ μὲν δὴ τὸ ξόανον ἐποιήσαντο οὕτως, ἀνδρὶ οὐκ ἀσυνέτῳ γνώμην ἀγαθῷ δὲ καὶ τὰ ἐς μνήμην δῆλά ἐστι·
彼らがなぜ木像をこのように作ったのかは、理解力に優れ、伝承に通じた人には明らかである。
Μέλαιναν δὲ ἐπονομάσαι φασὶν αὐτήν, ὅτι καὶ ἡ θεὸς μέλαιναν τὴν ἐσθῆτα εἶχε.
彼女を「黒い」と名付けたのは、女神が黒い衣服を身にまとっていたからだと言われている。
§8.42.5τοῦτο μὲν δὴ τὸ ξόανον οὔτε ὅτου ποίημα ἦν οὔτε ἡ φλὸξ τρόπον ὅντινα ἐπέλαβεν αὐτό, μνημονεύουσιν·
この木像が誰の作であったか、また火災がどのような形でそれを襲ったのかについては、人々は記憶していない。
ἀφανισθέντος δὲ τοῦ ἀρχαίου Φιγαλεῖς οὔτε ἄγαλμα ἄλλο ἀπεδίδοσαν τῇ θεῷ καὶ ὁπόσα ἐς ἑορτὰς καὶ θυσίας τὰ πολλὰ δὴ παρῶπτό σφισιν, ἐς ὃ ἡ ἀκαρπία ἐπιλαμβάνει τὴν γῆν·
古い像が消失した後、フィガリア人は女神に代わりの像を奉納することもなく、祭りや犠牲式の多くをないがしろにしていたが、ついに不毛が大地を襲うこととなった。
καὶ ἱκετεύσασιν αὐτοῖς χρᾷ τάδε ἡ Πυθία·
そして、彼らが(神託を求めて)懇願したとき、ピュティアは次のように神託を下した。
§8.42.6"
Ἀρκάδες Ἀζᾶνες βαλανηφάγοι, οἳ Φιγάλειαν
νάσσασθʼ, ἱππολεχοῦς Δῃοῦς κρυπτήριον ἄντρον,
ἥκετε πευσόμενοι λιμοῦ λύσιν ἀλγινόεντος,
μοῦνοι δὶς νομάδες, μοῦνοι πάλιν ἀγριοδαῖται.
「アザネスのドングリを食らうアルカディア人よ、馬と交わったデオの隠れ家たる洞窟、フィガリアに住まう者たちよ、お前たちは苦痛に満ちた飢饉の解決を尋ねにやって来たのだな。 唯一、二度も遊牧の生活に戻り、唯一、再び野生の食を共にする者たちよ。
Δῃὼ μέν σε ἔπαυσε νομῆς, Δῃὼ δὲ νομῆας
ἐκ δησισταχύων καὶ ἀναστοφάγων πάλι θῆκε,
νοσφισθεῖσα γέρα προτέρων τιμάς τε παλαιάς.
デオはお前たちから食物を奪い、お前たちの牧人を、再び麦の穂を結ぶ生活や麦を食べる生活から引き離した。 かつての特権と古き名誉を奪われたからである。
καί σʼ ἀλληλοφάγον θήσει τάχα καὶ τεκνοδαίτην,
εἰ μὴ πανδήμοις λοιβαῖς χόλον ἱλάσσεσθε
σήραγγός τε μυχὸν θείαις κοσμήσετε τιμαῖς. "
彼女はお前たちを、やがて互いを食らい、子を食らう者とするだろう、もしお前たちが全人民による注ぎの儀式によってその怒りをなだめず、洞窟の奥深き場所を、神聖なる誉れで飾らないならば」