§8.43.1ἀπαιτεῖ δὲ ἡμᾶς τὸ μετὰ τοῦτο ὁ λόγος τό τε Παλλάντιον, εἰ δή τι αὐτόθι ἐστὶν ἐς μνήμην, καὶ καθʼ ἥντινα βασιλεὺς αἰτίαν Ἀντωνῖνος ὁ πρότερος πόλιν τε ἀντὶ κώμης ἐποίησε Παλλάντιον καί σφισιν ἐλευθερίαν καὶ ἀτέλειαν ἔδωκεν εἶναι φόρων.
これに続いて、私たちの叙述は、パランティオンについて、もしそこに記憶に値することが何かあればそれと、またどのような理由で先代の皇帝アントニヌスがパランティオンを村の代わりに市とし、彼らに自由と租税の免除を与えたかについて、説明することを求めている。
§8.43.2φασὶ δὴ γενέσθαι καὶ γνώμην καὶ τὰ ἐς πόλεμον ἄριστον τῶν Ἀρκάδων ὄνομα Εὔανδρον, παῖδα δὲ αὐτὸν νύμφης τε εἶναι, θυγατρὸς τοῦ Λάδωνος, καὶ Ἑρμοῦ.
人々は言う、知慮の点でも戦争に関する事柄でもアルカディア人の中で最も優れた、エヴァンドロスという名の一人の男がいたと。 そして彼はラドンの娘であるニンフとヘルメスの子であったと。
σταλέντα δὲ ἐς ἀποικίαν καὶ ἄγοντα Ἀρκάδων τῶν ἐκ Παλλαντίου στρατιάν, παρὰ τῷ ποταμῷ πόλιν τῷ Θύβριδι οἰκίσαι·
彼は植民へと送り出され、パランティオン出身のアルカディア人の軍勢を率いて、ティベリス川の傍らに都市を創建した。
καὶ Ῥωμαίων μέρος τῆς καθʼ ἡμᾶς πόλεως, ὃ ᾠκεῖτο ὑπὸ τοῦ Εὐάνδρου καὶ Ἀρκάδων τῶν συνακολουθησάντων, ὄνομα ἔσχε Παλλάντιον κατὰ μνήμην τῆς ἐν Ἀρκαδίᾳ·
そして、私たちの時代のローマ市の一部で、エヴァンドロスと彼に従ったアルカディア人たちによって居住されていた場所は、アルカディアのあの都市を記念してパランティオンという名を得た。
χρόνῳ δὲ ὕστερον μετέπεσε τὸ ὄνομα ἐν ἀναιρέσει γραμμάτων τοῦ τε λ καὶ τοῦ ν.
後になって、lとnの文字が脱落することによってその名前は変化した。
τούτων μὲν τῶν λελεγμένων ἕνεκα Παλλαντιεῦσιν ἐκ βασιλέως ἐγένοντο δωρεαί·
これらの語られた事柄のゆえに、パランティオンの人々に対して皇帝から贈り物が与えられたのである。
§8.43.3ὁ δὲ Ἀντωνῖνος, ὅτῳ καὶ ἐς Παλλαντιεῖς ἐστιν εὐεργετήματα, πόλεμον μὲν Ῥωμαίοις ἐθελοντὴς ἐπηγάγετο οὐδένα, πολέμου δὲ ἄρξαντας Μαύρους, Λιβύων τῶν αὐτονόμων τὴν μεγίστην μοῖραν, νομάδας τε ὄντας καὶ τοσῷδε ἔτι δυσμαχωτέρους τοῦ Σκυθικοῦ γένους ὅσῳ μὴ ἐπὶ ἁμαξῶν, ἐπὶ ἵππων δὲ αὐτοί τε καὶ αἱ γυναῖκες ἠλῶντο, τούτους μὲν ἐξ ἁπάσης ἐλαύνων τῆς χώρας ἐς τὰ ἔσχατα ἠνάγκασεν ἀναφυγεῖν Λιβύης, ἐπί τε Ἄτλαντα τὸ ὄρος καὶ ἐς τοὺς πρὸς τῷ Ἄτλαντι ἀνθρώπους·
パランティオンの人々に対しても恩恵を施したあのアントニヌスは、自ら進んでローマ人にいかなる戦争ももたらさなかった。 しかし、先に戦争を始めたマウリ人――自立したリビア人の最大の部族であり、遊牧民であって、彼ら自身もその妻たちも荷車の上ではなく馬の上で放浪するがゆえに、スキタイの民族よりもいっそう戦いにくい相手であるが――彼らをすべての領土から追い払い、リビアの最果ての地、すなわちアトラス山およびアトラス山の近くに住む人々のところへと逃げ込ませることを余儀なくさせた。
§8.43.4ἀπετέμετο δὲ καὶ τῶν ἐν Βριττανίᾳ Βριγάντων τὴν πολλήν, ὅτι ἐπεσβαίνειν καὶ οὗτοι σὺν ὅπλοις ἦρξαν ἐς τὴν Γενουνίαν μοῖραν, ὑπηκόους Ῥωμαίων.
また彼はブリタニアのブリガンテス人の領土の大部分を切り取った。 彼らもまた、ローマの臣民であるゲヌニア地方へ武器を携えて侵入し始めたからである。
Λυκίων δὲ καὶ Καρῶν τὰς πόλεις Κῶν τε καὶ Ῥόδον ἀνέτρεψε μὲν βίαιος ἐς αὐτὰς κατασκήψας σεισμός· βασιλεὺς δὲ Ἀντωνῖνος καὶ ταύτας ἀνεσώσατο δαπανημάτων τε ὑπερβολῇ καὶ ἐς τὸν ἀνοικισμὸν προθυμίᾳ.
また、リュキア人とカリア人の都市、ならびにコスとロドスは、猛烈な地震がそれらを襲ったことで破壊されたが、皇帝アントニヌスは多大な費用と再建への熱意をもってこれらをも復興させた。
χρημάτων δὲ ἐπιδόσεις ὁπόσας καὶ Ἕλλησι καὶ τοῦ βαρβαρικοῦ τοῖς δεηθεῖσι, καὶ ἔργων κατασκευὰς ἔν τε τῇ Ἑλλάδι καὶ περὶ Ἰωνίαν καὶ περὶ Καρχηδόνα τε καὶ ἐν γῇ τῇ Σύρων, τάδε μὲν ἄλλοι ἔγραψαν ἐς τὸ ἀκριβέστατον·
彼がギリシア人やバルバロイの困窮した者たちに与えた多額の義捐金や、ギリシア、イオニア周辺、カルタゴ周辺、シリアの地で行った公共建造物の建設については、他の著作家たちが極めて正確に記録している。
§8.43.5ὁ δὲ βασιλεὺς ὑπελίπετο οὗτος καὶ ἄλλο τοιόνδε ἐς μνήμην.
この皇帝はまた、記憶に値する次のような別の業績を残した。
ὅσοις τῶν ὑπηκόων πολίταις ὑπῆρχεν εἶναι Ῥωμαίων, οἱ δὲ παῖδες ἐτέλουν σφίσιν ἐς τὸ Ἑλληνικόν, τούτοις ἐλείπετο ἢ κατανεῖμαι τὰ χρήματα ἐς οὐ προσήκοντας ἢ ἐπαυξῆσαι τὸν βασιλέως πλοῦτον κατὰ νόμον δή τινα·
ローマ市民である臣民のうち、その子供たちがギリシア人として登録されている者たちにとっては、ある法律に従って、その財産を親族でない者に分配するか、あるいは皇帝の財産を増やすかのいずれかしか残されていなかった。
Ἀντωνῖνος δὲ ἐφῆκε καὶ τούτοις διδόναι σφᾶς παισὶ τὸν κλῆρον, προτιμήσας φανῆναι φιλάνθρωπος ἢ ὠφέλιμον ἐς χρήματα φυλάξαι νόμον.
しかし、アントニヌスは彼らに対しても、自身の子供たちに遺産を与えることを許した。 富の点において有益な法律を守ることよりも、人間愛に満ちた人物と見なされることを望んだからである。
τοῦτον Εὐσεβῆ τὸν βασιλέα ἐκάλεσαν οἱ Ῥωμαῖοι, διότι τῇ ἐς τὸ θεῖον τιμῇ μάλιστα ἐφαίνετο χρώμενος·
ローマ人はこの皇帝を「敬虔帝」と呼んだが、それは彼が神々への崇敬を最も明らかに示しているように見えたからである。
§8.43.6δόξῃ δὲ ἐμῇ καὶ τὸ ὄνομα τὸ Κύρου φέροιτο ἂν τοῦ πρεσβυτέρου, πατὴρ ἀνθρώπων καλούμενος.
私の意見では、彼は「人々の父」と呼ばれた大キュロスの名をも帯びるにふさわしいであろう。
ἀπέλιπε δὲ καὶ ἐπὶ τῇ βασιλείᾳ παῖδα ὁμώνυμον·
彼はまた、自身の帝国の後継者として同名の子を残した。
ὁ δὲ Ἀντωνῖνος οὗτος ὁ δεύτερος καὶ τούς τε Γερμανούς, μαχιμωτάτους καὶ πλείστους τῶν ἐν τῇ Εὐρώπῃ βαρβάρων, καὶ ἔθνος τὸ Σαυροματῶν, πολέμου καὶ ἀδικίας ἄρξαντας, τιμωρούμενος ἐπεξῆλθε.
この第二のアントニヌスは、ヨーロッパのバルバロイの中で最も戦闘的で数も多いゲルマン人や、戦争と不正を始めたサウロマタイ人の部族に対して、懲罰を与えるために出兵した。