Humanitext Reader

パウサニアス · ギリシア案内記 §8.3.1-8.3.7

リュカオンの子らの都市創建とカリストーの伝承

303 / 465 箇所 · ギリシア語

要旨

リュカオンの息子たちがアルカディア各地に都市を創建した歴史と、末の息子オイノトロスによるイタリアへの初となる植民植樹について説明し、続いて娘カリストーが雌熊、そして大熊座の星々に変えられた神話とそれに関連する伝承を語る。

§8.3.1τρίτῃ δὲ ὕστερον γενεᾷ μετὰ Πελασγὸν ἔς τε πόλεων καὶ ἐς ἀνθρώπων πλῆθος ἐπέδωκεν ἡ χώρα.
ペラスゴスから三世代のちに、この地方は都市の数においても人口においても大いに発展した。
Νύκτιμος μὲν γὰρ πρεσβύτατός τε ἦν καὶ εἶχε τὸ πᾶν κράτος·
すなわち、ニュクティモスが最年長であり、彼がすべての権力を握っていた。
οἱ δὲ ἄλλοι παῖδες τοῦ Λυκάονος πόλεις ἐνταῦθα ἔκτιζον ἔνθα ἑκάστῳ μάλιστα ἦν κατὰ γνώμην.
しかし、リュカオンの他の息子たちは、それぞれが最も望む場所に都市を創建した。
Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον, Ὀρεσθεὺς δὲ Ὀρεσθάσιον, Φιγαλίαν δὲ οἰκίζει Φίγαλος.
パラスとオレステウスとフィガロスはパランティオンを、オレステウスはオレスタシオンを、そしてフィガロスはフィガリアを創建した。
§8.3.2Παλλαντίου μὲν δὴ καὶ Στησίχορος ὁ Ἱμεραῖος ἐν Γηρυονηίδι ἐποιήσατο μνήμην·
パランティオンについては、イメラのステシコロスも『ゲリュオネイス』の中で言及している。
Φιγαλία δὲ καὶ Ὀρεσθάσιον χρόνῳ μεταβάλλουσι τὰ ὀνόματα, Ὀρέστειόν τε ἀπὸ Ὀρέστου κληθεῖσα τοῦ Ἀγαμέμνονος καὶ Φιαλία ἀπὸ τοῦ Βουκολίωνος παιδὸς Φιάλου.
また、フィガリアとオレスタシオンは時を経てその名前を変え、後者はアガメムノンの息子オレステスにちなんでオレステイオンと呼ばれ、前者はブコリオンの息子フィアロスにちなんでフィアリアと呼ばれるようになった。
Τραπεζεὺς δὲ καὶ Δασεάτας καὶ Μακαρεὺς καὶ Ἑλισσὼν καὶ Ἄκακός τε καὶ Θῶκνος Θωκνίαν πόλιν, ὁ δὲ Ἀκακήσιον ἔκτισεν·
一方、トラペゼウス、ダセアタス、マカレウス、ヘリッソン、アカコス、そしてトクノスはトクニアという都市を、またアカコスはアカケシオンを創建した。
ἀπὸ τούτου δὲ τοῦ Ἀκάκου καὶ Ὅμηρος λόγῳ τῷ Ἀρκάδων ἐς Ἑρμῆν ἐποίησεν ἐπίκλησιν·
このアカコスにちなんで、ホメロスもアルカディア人の伝承に基づいて、ヘルメスに対して通り名を付した。
§8.3.3ἀπὸ δὲ Ἑλισσόντος ἥ τε πόλις καὶ ὁ ποταμὸς Ἑλισσὼν τὰ ὀνόματα ἐσχήκασιν, ὡσαύτως δὲ καὶ Μακαρία τε καὶ Δασέα καὶ Τραπεζοῦς ἀπὸ τῶν Λυκάονος ἐκλήθησαν καὶ αὗται παίδων.
ヘリッソンにちなんで、都市とヘリッソン川がその名前を得ており、同様にマカリア、ダセア、トラペズスもまた、リュカオンのこれらの息子たちにちなんで名付けられた。
Ὀρχομενὸς δὲ ἐγένετο οἰκιστὴς Μεθυδρίου τε καλουμένης καὶ Ὀρχομενίων, οὓς ἐν τοῖς ἔπεσι πολυμήλους ὠνόμασεν Ὅμηρος.
オルコメノスは、メテュドリオンと呼ばれる都市と、ホメロスが詩の中で「羊の群れに富む」と呼んだオルコメノスの人々の都市の創建者となった。
ὑπὸ δὲ Ὑψοῦντος καὶ Μελαινεαί τε ἐκτίσθησαν καὶ Ὑψοῦς, ἔτι δὲ Θυραῖόν τε καὶ Αἱμονιαί·
また、ヒュプススによってメライネアイとヒュプスス、さらにテュライオンとハイモニアアイが創建された。
δόξῃ δὲ τῇ Ἀρκάδων καὶ ἡ Θυρέα ἡ ἐν τῇ Ἀργολίδι γῇ καὶ ὁ Θυρεάτης καλούμενος κόλπος ἀπὸ τοῦ Θυραίου τούτου τὰ ὀνόματα ἐσχήκασι.
アルカディア人の説によれば、アルゴリス地方のテュレアや、テュレアテスと呼ばれる湾も、このテュライオスにちなんでその名前を得た。
§8.3.4Μαντινεὺς δὲ καὶ Τεγεάτης καὶ Μαίναλος, ὁ μὲν τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην τὸ ἀρχαῖον Μαίναλον, Τεγεάτης δὲ καὶ Μαντινεὺς Τεγέαν κτίζουσι καὶ Μαντίνειαν.
マンティネウス、テゲアテス、マイナロスのうち、後者はかつてアルカディアの都市の中で最も名高かったマイナロスを創建し、テゲアテスとマンティネウスはテゲアとマンティネイアを創建した。
ὠνομάσθησαν δὲ καὶ ἀπὸ Κρώμου Κρῶμοι, καὶ Χαρισία Χαρίσιον ἔχουσα οἰκιστήν, Τρικόλωνοι δὲ ἀπὸ Τρικολώνου, καὶ ἀπὸ μὲν Περαίθου Περαιθεῖς, Ἀσέα δὲ ἀπὸ Ἀσεάτα καὶ ἀπὸ Λυκέως Λυκόα καὶ Σουματία ἀπὸ Σουματέως·
また、クロモスにちなんでクロモイが、ハリシオスを創建者とするハリシアが、トリコロノスにちなんでトリコロノイが、そしてペライトスにちなんでペライテイスが、アセアタスにちなんでアセアが、リュケウスにちなんでリュコアが、スマテウスにちなんでスマティアが名付けられた。
Ἀλίφηρος δὲ καὶ Ἡραιεὺς ἐπώνυμοι καὶ οὗτοι πόλεσίν εἰσιν ἀμφότεροι.
アリフェロスとヘライエウスもまた、同様に両者とも都市の名前の由来となった。
§8.3.5Οἴνωτρος δὲ ὁ τῶν παίδων νεώτατος Λυκάονι ἀρσένων Νύκτιμον τὸν ἀδελφὸν χρήματα καὶ ἄνδρας αἰτήσας ἐπεραιώθη ναυσὶν ἐς Ἰταλίαν, καὶ ἡ Οἰνωτρία χώρα τὸ ὄνομα ἔσχεν ἀπὸ Οἰνώτρου βασιλεύοντος.
リュカオンの男子の子供たちのうちで最年少のオイノトロスは、兄のニュクティモスに資金と人員を求め、船でイタリアへと渡った。 そしてオイノトリア地方は、王となったオイノトロスにちなんでその名を得た。
οὗτος ἐκ τῆς Ἑλλάδος ἐς ἀποικίαν στόλος πρῶτος ἐστάλη·
これがギリシアから植民のために派遣された最初の遠征隊であった。
ἀναριθμουμένῳ δὲ ἐς τὸ ἀκριβέστατον οὐδὲ ἐκ τῶν βαρβάρων οὐδένες πρότερον ἢ Οἴνωτρος ἀφίκοντο ἐς τὴν ἀλλοδαπήν.
極めて厳密に計算してみるなら、異民族の側からさえも、オイノトロスよりも前に他国へ植民として到着した者は誰もいなかったのである。
§8.3.6ἐπὶ δὲ τῷ γένει παντὶ τῷ ἄρσενι θυγάτηρ Λυκάονι ἐγένετο Καλλιστώ.
これらのすべての男子の家系に加えて、リュカオンにはカリストーという娘が生まれた。
ταύτῃ τῇ Καλλιστοῖ—λέγω δὲ τὰ λεγόμενα ὑπὸ Ἑλλήνων—συνεγένετο ἐρασθεὶς Ζεύς·
このカリストーに――私はギリシア人によって語られていることを語るのだが――ゼウスが恋をして交わった。
Ἥρα δὲ ὡς ἐφώρασεν, ἐποίησεν ἄρκτον τὴν Καλλιστώ, Ἄρτεμις δὲ ἐς χάριν τῆς Ἥρας κατετόξευσεν αὐτήν.
しかしヘラがこれを発見すると、カリストーを雌熊に変え、アルテミスがヘラを喜ばせるために彼女を矢で射殺した。
καὶ ὁ Ζεὺς Ἑρμῆν πέμπει σῶσαι τὸν παῖδά οἱ προστάξας, ὃν ἐν τῇ γαστρὶ εἶχεν ἡ Καλλιστώ·
そしてゼウスはヘルメスを送り、カリストーが胎内に宿していた自分の子供を救い出すよう命じた。
§8.3.7Καλλιστὼ δὲ αὐτὴν ἐποίησεν ἀστέρας καλουμένην ἄρκτον μεγάλην, ἧς καὶ Ὅμηρος ἐν Ὀδυσσέως ἀνάπλῳ παρὰ Καλυψοῦς μνήμην ἔσχε·
そして彼自身は、カリストーを「おおぐま座」と呼ばれる星々に変えた。
" Πληιάδας τʼ ἐσορῶντα καὶ ὀψὲ δύοντα Βοώτην ἄρκτον θʼ, ἣν καὶ ἅμαξαν ἐπίκλησιν καλέουσιν.
ホメロスもオデュッセウスがカリュプソーのもとから航海して帰還する場面でこれに言及している。
" ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς, ἐπεὶ τάφον γε αὐτῆς ἀποφαίνουσιν οἱ Ἀρκάδες.
"プレアデスと、沈むのの遅いボオテスを、そしてまた車とも呼ばれる熊の星を見つめつつ "しかし、アルカディア人が彼女の墓を示している以上、この星々がカリストーへの名誉として別の経緯でその名前を得たということもあり得るだろう。

語釈・文法注

  1. 8.3.1Πάλλας μὲν καὶ Ὀρεσθεὺς καὶ Φίγαλος Παλλάντιον — パランティオンの創建に関してパラス、オレステウス、フィガロスの3名が主語として並んでいるが、ここでは複数形の創建動詞(例えば οἰκίζουσι)が省略されている。直後に「オレステウスはオレスタシオンを、フィガロスはフィガリアを(それぞれ単独で)創建する」という個別具体の記述が続くため、文脈上の対比と省略の構造を補う必要がある。
  2. 8.3.4ὁ μὲν τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην τὸ ἀρχαῖον Μαίναλον — 「ὁ μὲν」(前者、すなわちマイナロス)の後に建城動詞(ἔκτισε など)が省略されている。「Μαίναλον」(マイナロス)が直接目的語であり、「τῶν ἐν Ἀρκαδίᾳ πόλεων ὀνομαστοτάτην」(アルカディアの諸都市の中で最も名高い)は直接目的語に対する同格ないし叙述表現。「τὸ ἀρχαῖον」は「古くは」「いにしえにおいて」を意味する副詞的対格として機能している。
  3. 8.3.7ἔχοιεν δʼ ἂν καὶ ἄλλως τὸ ὄνομα οἱ ἀστέρες ἐπὶ τιμῇ τῇ Καλλιστοῦς — 「ἔχοιεν ἂν」は可能・潜在を表す希求法(potential optative)であり、「星々は別の経緯でカリストーへの名誉としてその名前を得たということもあり得るだろう」という意味。これは、彼女がそのまま不死の星座に変えられたという神話と、続く接続詞「ἐπεὶ」以下の「アルカディア人が彼女の地上の墓を提示している」という死を前提とする事実との矛盾を解消・調停するために著者が提示した推測的解釈である。

この箇所を引用する

パウサニアス, ギリシア案内記 §8.3.1-8.3.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.3.1-8.3.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。