§8.4.1μετὰ δὲ Νύκτιμον ἀποθανόντα Ἀρκὰς ἐξεδέξατο ὁ Καλλιστοῦς τὴν ἀρχήν·
After the death of Nyctimus, Arcas, the son of Callisto, succeeded to the rule.
καὶ τόν τε ἥμερον καρπὸν ἐσηγάγετο οὗτος παρὰ Τριπτολέμου καὶ τὴν ποίησιν ἐδίδαξε τοῦ ἄρτου καὶ ἐσθῆτα ὑφαίνεσθαι καὶ ἄλλα, τὰ ἐς ταλασίαν μαθὼν παρὰ Δρίστα.
He introduced cultivated crops from Triptolemus, taught the making of bread, and also how to weave clothing and other things related to wool-working, having learned them from Dristas.
ἀπὸ τούτου δὲ βασιλεύσαντος Ἀρκαδία τε ἀντὶ Πελασγίας ἡ χώρα καὶ ἀντὶ Πελασγῶν Ἀρκάδες ἐκλήθησαν οἱ ἄνθρωποι.
Because of his reign, the country was called Arcadia instead of Pelasgia, and the people were called Arcadians instead of Pelasgians.
§8.4.2συνοικῆσαι δὲ οὐ θνητῇ γυναικὶ αὐτόν, ἀλλὰ νύμφῃ Δρυάδι ἔλεγον· Δρυάδας γὰρ δὴ καὶ Ἐπιμηλιάδας, τὰς δὲ αὐτῶν ἐκάλουν Ναΐδας, καὶ Ὁμήρῳ γε ἐν τοῖς ἔπεσι Ναΐδων νυμφῶν μάλιστά ἐστι μνήμη.
They said that he did not live with a mortal woman, but with a Dryad nymph; for indeed they used to call some nymphs Dryads and Epimeliads, and others of them Naiads, and Homer in his epics makes mention of Naiad nymphs most of all.
τὴν δὲ νύμφην ταύτην καλοῦσιν Ἐρατώ, καὶ ἐκ ταύτης φασὶν Ἀρκάδι Ἀζᾶνα καὶ Ἀφείδαντα γενέσθαι καὶ Ἔλατον·
This nymph they call Erato, and from her they say Azan, Apheidas, and Elatus were born to Arcas.
§8.4.3ἐγεγόνει δὲ αὐτῷ πρότερον ἔτι Αὐτόλαος νόθος.
But even before this, a natural son, Autolaus, had been born to him.
τοῖς δὲ παισίν, ὡς ηὐξήθησαν, διένειμεν Ἀρκὰς τριχῇ τὴν χώραν, καὶ ἀπὸ μὲν Ἀζᾶνος ἡ Ἀζανία μοῖρα ὠνομάσθη· παρὰ τούτων δὲ ἀποικισθῆναι λέγουσιν, ὅσοι περὶ τὸ ἄντρον ἐν Φρυγίᾳ τὸ καλούμενον Στεῦνος καὶ Πέγκαλαν ποταμὸν οἰκοῦσιν.
When his children grew up, Arcas divided the country among them into three shares, and from Azan the portion Azania was named; from these, they say, colonized those who dwell around the cave in Phrygia called Steunos and the river Pencalas.
Ἀφείδας δὲ Τεγέαν καὶ τὴν προσεχῆ ταύτης ἔλαχεν· ἐπὶ τούτῳ δὲ καὶ ποιηταὶ καλοῦσιν Ἀφειδάντειον κλῆρον τὴν Τεγέαν.
Apheidas obtained by lot Tegea and the land adjoining it; and because of this, poets also call Tegea the allotment of Apheidas.
§8.4.4Ἔλατος δὲ ἔσχε τὸ ὄρος τὴν Κυλλήνην, ἔτι τότε οὖσαν ἀνώνυμον· χρόνῳ δὲ ὕστερον μετῴκησεν ὁ Ἔλατος ἐς τὴν νῦν καλουμένην Φωκίδα, καὶ τοῖς τε Φωκεῦσιν ἤμυνεν ὑπὸ Φλεγυῶν πολέμῳ πιεζομένοις καὶ Ἐλατείας πόλεως ἐγένετο οἰκιστής.
Elatus obtained the mountain Cyllene, which was then still nameless; but later in time Elatus migrated to what is now called Phocis, and he helped the Phocians when they were hard pressed in war by the Phlegyans, and became the founder of the city Elateia.
παῖδα δὲ Ἀζᾶνι μὲν Κλείτορα, Ἀφείδαντι δὲ Ἄλεον, Ἐλάτῳ δέ φασιν εἶναι πέντε, Αἴπυτον Περέα Κυλλῆνα Ἴσχυν Στύμφηλον.
They say that Azan had a son Cleitor, Apheidas had Aleus, and Elatus had five: Aepytus, Pereus, Cyllen, Ischys, and Stymphalus.
§8.4.5ἐπὶ δὲ Ἀζᾶνι τῷ Ἀρκάδος τελευτήσαντι ἆθλα ἐτέθη πρῶτον· εἰ μὲν καὶ ἄλλα, οὐκ οἶδα, ἱπποδρομίας δὲ ἐτέθη.
At the death of Azan, the son of Arcas, games were held for the first time; whether there were other contests I do not know, but horse races were held.
Κλείτωρ μὲν δὴ ὁ Ἀζᾶνος ἐν Λυκοσώρᾳ τε ᾤκει καὶ ἦν τῶν βασιλέων δυνατώτατος καὶ Κλείτορα ᾤκισεν ἀφʼ αὑτοῦ πόλιν, Ἄλεος δὲ εἶχε τὴν πατρῴαν λῆξιν·
Now Cleitor, the son of Azan, dwelt in Lycosura and was the most powerful of the kings, and he founded the city of Cleitor after himself; while Aleus held his ancestral portion.
§8.4.6ἀπὸ δὲ Ἐλάτου τῶν παίδων Κυλλήνην τὸ ὄρος καλοῦσιν ἀπὸ Κυλλῆνος, καὶ ἀπὸ Στυμφήλου πηγή τε ὀνομάζεται καὶ πόλις Στύμφηλος ἐπὶ τῇ πηγῇ.
Of the children of Elatus, they call the mountain Cyllene after Cyllen, and after Stymphalus both a spring is named and the city of Stymphalus by the spring.
τὰ δὲ ἐς τὸν θάνατον Ἴσχυος τοῦ Ἐλάτου πρότερον ἔτι ἐν τῇ συγγραφῇ τῇ Ἀργολίδι ἐδήλωσα.
The details concerning the death of Ischys, the son of Elatus, I have already made clear earlier in my Argolic history.
παῖδα δὲ Περεῖ ἄρρενα μέν φασιν οὐδένα, Νέαιραν δὲ γενέσθαι θυγατέρα· ταύτην γυναῖκα ἔσχεν Αὐτόλυκος, οἰκῶν μὲν ἐν τῷ ὄρει τῷ Παρνασσῷ, λεγόμενος δὲ Ἑρμοῦ παῖς εἶναι, Δαιδαλίωνος δὲ ὢν τῷ ἀληθεῖ λόγῳ.
They say that Pereus had no male child, but that a daughter, Neaera, was born to him; she was taken to wife by Autolycus, who dwelt on Mount Parnassus and was said to be a son of Hermes, though in truth he was a son of Daedalion.
§8.4.7Κλείτορι δὲ τῷ Ἀζᾶνος οὐ γενομένων παίδων, ἐς Αἴπυτον Ἐλάτου περιεχώρησεν ἡ Ἀρκάδων βασιλεία·
Since Cleitor, the son of Azan, had no children, the kingdom of the Arcadians devolved upon Aepytus, the son of Elatus.
τὸν δὲ Αἴπυτον ἐξελθόντα ἐς ἄγραν θηρίων μὲν τῶν ἀλκιμωτέρων οὐδέν, σὴψ δὲ οὐ προϊδόμενον ἀποκτίννυσι.
When this Aepytus went out to hunt, no beast of the stronger sort, but a seps, which he did not notice, killed him.
τὸν δὲ ὄφιν τοῦτον καὶ αὐτός ποτε εἶδον· κατὰ ἔχιν ἐστὶ τὸν μικρότατον, τέφρᾳ ἐμφερής, στίγμασιν οὐ συνεχέσι πεποικιλμένος· κεφαλὴ δέ ἐστιν αὐτῷ πλατεῖα καὶ τράχηλος στενός, γαστέρα δὲ ἔχει μείζονα καὶ οὐρὰν βραχεῖαν· βαδίζει δὲ οὗτός τε καὶ ὄφις ἕτερος ὁ κεράστης καλούμενος ἐνδιδόντες ἐς τὰ πλάγια, ὥσπερ οἱ καρκίνοι.
I myself once saw this snake; it is like the smallest viper, ash-colored, mottled with spots that are not continuous; its head is broad and its neck narrow, it has a larger belly and a short tail; both this snake and another called the horned snake progress by sidling, just like crabs.
§8.4.8μετὰ δὲ Αἴπυτον ἔσχεν Ἄλεος τὴν ἀρχήν· Ἀγαμήδης μὲν γὰρ καὶ Γόρτυς οἱ Στυμφήλου τέταρτον γένος ἦσαν ἀπὸ Ἀρκάδος, Ἄλεος δὲ τρίτον ὁ Ἀφείδαντος.
After Aepytus, Aleus held the rule; for Agamedes and Gortys, the sons of Stymphalus, were the fourth generation from Arcas, whereas Aleus, the son of Apheidas, was the third.
Ἄλεος δὲ τῇ τε Ἀθηνᾷ τῇ Ἀλέᾳ τὸ ἱερὸν ᾠκοδόμησεν ἐν Τεγέᾳ τὸ ἀρχαῖον καὶ αὐτῷ κατεσκεύαστο αὐτόθι ἡ βασιλεία· Γόρτυς δὲ ὁ Στυμφήλου πόλιν Γόρτυνα ᾤκισεν ἐπὶ ποταμῷ· καλεῖται δὲ Γορτύνιος καὶ ὁ ποταμός.
Aleus built the ancient sanctuary to Athena Alea in Tegea and established his royal seat there; while Gortys, the son of Stymphalus, founded the city Gortyna by a river, and the river is also called Gortynius.
Ἀλέῳ δὲ ἄρσενες μὲν παῖδες Λυκοῦργός τε καὶ Ἀμφιδάμας καὶ Κηφεύς, θυγάτηρ δὲ ἐγένετο Αὔγη.
To Aleus were born male children, Lycurgus, Amphidamas, and Cepheus, and a daughter, Auge.
§8.4.9ταύτῃ τῇ Αὔγῃ τῷ Ἑκαταίου λόγῳ συνεγίνετο Ἡρακλῆς, ὁπότε ἀφίκοιτο ἐς Τεγέαν· τέλος δὲ καὶ ἐφωράθη τετοκυῖα ἐκ τοῦ Ἡρακλέους, καὶ αὐτὴν ὁ Ἄλεος ἐσθέμενος ὁμοῦ τῷ παιδὶ ἐς λάρνακα ἀφίησεν ἐς θάλασσαν, καὶ ἡ μὲν ἀφίκετο ἐς Τεύθραντα δυνάστην ἄνδρα ἐν Καΐκου πεδίῳ καὶ συνῴκησεν ἐρασθέντι τῷ Τεύθραντι·
With this Auge, according to the account of Hecataeus, Heracles united whenever he came to Tegea; and at last she was detected having given birth to a child by Heracles, and Aleus put her together with the child into a chest and cast them into the sea. She arrived at the court of Teuthras, a ruling prince in the plain of Caicus, and lived with Teuthras, who had fallen in love with her.
καὶ νῦν ἔστι μὲν Αὔγης μνῆμα ἐν Περγάμῳ τῇ ὑπὲρ τοῦ Καΐκου, γῆς χῶμα λίθου περιεχόμενον κρηπῖδι, ἔστι δὲ ἐν τῷ μνήματι ἐπίθημα χαλκοῦ πεποιημένον, γυνὴ γυμνή.
Even now there is a tomb of Auge in Pergamum above the Caicus, a mound of earth enclosed by a stone basement, and on the tomb there is a bronze figure representing a naked woman.
§8.4.10μετὰ δὲ Ἄλιον τελευτήσαντα Λυκοῦργος ὁ Ἀλέου τὴν βασιλείαν πρεσβεῖα ἔσχε· παρέσχετο δὲ ἐς μνήμην Ἀρηίθοον ἄνδρα πολεμικὸν δόλῳ καὶ οὐ σὺν τῷ δικαίῳ κτείνας.
After the death of Aleus, Lycurgus, his son, obtained the kingdom by right of primogeniture; and he left a memory of himself by slaying the warrior Areithous by craft and not by justice.
γενομένων δὲ αὐτῷ παίδων Ἀγκαίου τε καὶ Ἐπόχου, τὸν μὲν νοσήσαντα ἐπιλαμβάνει τὸ χρεών, Ἀγκαῖος δὲ Ἰάσονί τε τοῦ πλοῦ μετέσχεν ἐς Κόλχους καὶ ὕστερον ὁμοῦ Μελεάγρῳ τὸ ἐν Καλυδῶνι κατεργαζόμενος θηρίον ἀπέθανεν ὑπὸ τοῦ ὑός.
When sons, Ancaeus and Epochus, were born to him, the latter was overtaken by his fate through sickness, while Ancaeus shared in the voyage with Jason to the Colchians, and later, while helping Meleager to dispatch the beast in Calydon, was killed by the boar.
Λυκοῦργος μὲν δὴ πορρωτάτω γήρως ἀφίκετο ἐπιδὼν τοὺς παῖδας ἀμφοτέρους τελευτήσαντας·
Lycurgus indeed reached extreme old age, having lived to see both his children die.