§8.38.1ἀνωτέρω δὲ ὀλίγον τείχους τε περίβολος τῆς Λυκοσούρας ἐστὶ καὶ οἰκήτορες ἔνεισιν οὐ πολλοί.
少し上の方には、リュコスラの城壁の囲いがあり、住民は多くは住んでいない。
πόλεων δέ, ὁπόσας ἐπὶ τῇ ἠπείρῳ ἔδειξε γῆ καὶ ἐν νήσοις, Λυκόσουρά ἐστι πρεσβυτάτη, καὶ ταύτην εἶδεν ὁ ἥλιος πρώτην·
大地が大陸の上および島々の中に示したすべての都市の中で、リュコスラは最も古く、太陽はこれを最初に見た。
ἀπὸ ταύτης δὲ οἱ λοιποὶ ποιεῖσθαι πόλεις μεμαθήκασιν ἄνθρωποι.
そしてこの都市から、他の人間たちは都市を築くことを学んだ。
§8.38.2ἐν ἀριστερᾷ δὲ τοῦ ἱεροῦ τῆς Δεσποίνης τὸ ὄρος ἐστὶ τὸ Λύκαιον·
デスポイナの聖所の左手には、リュカイオン山がある。
καλοῦσι δὲ αὐτὸ καὶ Ὄλυμπον καὶ Ἱεράν γε ἕτεροι τῶν Ἀρκάδων κορυφήν.
アカルディア人のうちのある者たちはこれをオリュンポスとも呼び、また別の者たちは「聖なる頂」とも呼んでいる。
τραφῆναι δὲ τὸν Δία φασὶν ἐν τῷ ὄρει τούτῳ·
彼らはゼウスがこの山で育てられたと言っている。
καὶ χώρα τέ ἐστιν ἐν τῷ Λυκαίῳ Κρητέα καλουμένη—αὕτη δὲ ἡ Κρητέα ἐστὶν ἐξ ἀριστερᾶς Ἀπόλλωνος ἄλσους ἐπίκλησιν Παρρασίου—καὶ τὴν Κρήτην, ἔνθα ὁ Κρητῶν ἔχει λόγος τραφῆναι Δία, τὸ χωρίον τοῦτο εἶναι καὶ οὐ τὴν νῆσον ἀμφισβητοῦσιν οἱ Ἀρκάδες.
また、リュカイオンにはクレテアと呼ばれる場所があり――このクレテアは、パッラシオスという通称のアポロンの聖なる森の左手にある――、そしてアカルディア人たちは、クレタ人の説でゼウスが育てられたとされるクレタとは、島ではなくこの場所のことであると主張している。
§8.38.3ταῖς Νύμφαις δὲ ὀνόματα, ὑφʼ ὧν τὸν Δία τραφῆναι λέγουσι, τίθενται Θεισόαν καὶ Νέδαν καὶ Ἁγνώ·
そして、ゼウスを育てたと言われているニンフたちに、彼らはテイソア、ネダ、アグノという名を与えている。
καὶ ἀπὸ μὲν τῆς Θεισόας πόλις ᾠκεῖτο ἐν τῇ Παρρασίᾳ, τὰ δὲ ἐπʼ ἐμοῦ μοίρας τῆς Μεγαλοπολίτιδός ἐστιν ἡ Θεισόα κώμη·
そしてテイソアの名にちなんでパッラシアに都市が営まれていたが、私の時代にはテイソアはメガロポリス地方の一つの村となっている。
τῆς Νέδας δὲ ὁ ποταμὸς τὸ ὄνομα ἔσχηκε·
ネダからは、川がその名を得ている。
τῆς δὲ Ἁγνοῦς, ἣ ἐν τῷ ὄρει τῷ Λυκαίῳ πηγὴ κατὰ τὰ αὐτὰ ποταμῷ τῷ Ἴστρῳ πέφυκεν ἴσον παρέχεσθαι τὸ ὕδωρ ἐν χειμῶνι ὁμοίως καὶ ἐν ὥρᾳ θέρους.
そしてアグノからは、リュカイオン山にある泉がその名を得ているが、この泉は、イストロス川と同じように、冬にも夏の季節にも等しく同じ量の水を提供する性質を持っている。
§8.38.4ἢν δὲ αὐχμὸς χρόνον ἐπέχῃ πολὺν καὶ ἤδη σφίσι τὰ σπέρματα ἐν τῇ γῇ καὶ τὰ δένδρα αὐαίνηται, τηνικαῦτα ὁ ἱερεὺς τοῦ Λυκαίου Διὸς προσευξάμενος ἐς τὸ ὕδωρ καὶ θύσας ὁπόσα ἐστὶν αὐτῷ νόμος, καθίησι δρυὸς κλάδον ἐπιπολῆς καὶ οὐκ ἐς βάθος τῆς πηγῆς·
もし日照りが長い間続き、彼らにとって地中の種や樹木がすでに枯れつつあるならば、そのときリュカイオンのゼウスの神官は、水に向かって祈りを捧げ、彼に定められているだけの犠牲を捧げた上で、泉の表面に、深くではなく樫の枝を浸す。
ἀνακινηθέντος δὲ τοῦ ὕδατος ἄνεισιν ἀχλὺς ἐοικυῖα ὁμίχλῃ, διαλιποῦσα δὲ ὀλίγον γίνεται νέφος ἡ ἀχλὺς καὶ ἐς αὑτὴν ἄλλα ἐπαγομένη τῶν νεφῶν ὑετὸν τοῖς Ἀρκάσιν ἐς τὴν γῆν κατιέναι ποιεῖ.
水が揺り動かされると、霧に似た靄が立ち上り、少し間をおいてその靄は雲となり、他の雲を自らに引き寄せて、アカルディア人たちのために大地に雨を降らせる。
§8.38.5ἔστι δὲ ἐν τῷ Λυκαίῳ Πανός τε ἱερὸν καὶ περὶ αὐτὸ ἄλσος δένδρων καὶ ἱππόδρομός τε καὶ πρὸ αὐτοῦ στάδιον·
リュカイオンにはパンの聖所と、その周囲の樹木の森、そして競馬場があり、その前方には競技場がある。
τὸ δὲ ἀρχαῖον τῶν Λυκαίων ἦγον τὸν ἀγῶνα ἐνταῦθα.
古くは、リュカイア祭の競技をここで催していた。
ἔστι δὲ αὐτόθι καὶ ἀνδριάντων βάθρα, οὐκ ἐπόντων ἔτι ἀνδριάντων·
そこにはまた、肖像彫刻の台座もあるが、もはや彫像は載っていない。
ἐλεγεῖον δὲ ἐπὶ τῶν βάθρων ἑνὶ Ἀστυάνακτός φησιν εἶναι τὴν εἰκόνα, τὸν δὲ Ἀστυάνακτα εἶναι γένος τῶν ἀπὸ Ἀρκάδος.
台座の一つに刻まれたエレゲイア詩は、その肖像がアステュアナクスのものであり、アステュアナクスはアルカスの子孫の血筋であると告げている。
§8.38.6τὸ δὲ ὄρος παρέχεται τὸ Λύκαιον καὶ ἄλλα ἐς θαῦμα καὶ μάλιστα τόδε.
リュカイオン山は、他にも驚くべきものを提供しているが、特に次のものがそうである。
τέμενός ἐστιν ἐν αὐτῷ Λυκαίου Διός, ἔσοδος δὲ οὐκ ἔστιν ἐς αὐτὸ ἀνθρώποις·
そこにはリュカイオンのゼウスの聖域があるが、人間がそこに入ることは許されない。
ὑπεριδόντα δὲ τοῦ νόμου καὶ ἐσελθόντα ἀνάγκη πᾶσα αὐτὸν ἐνιαυτοῦ πρόσω μὴ βιῶναι.
掟を無視して入った者は、どうしても一年以上生き長らえることはできない。
καὶ τάδε ἔτι ἐλέγετο, τὰ ἐντὸς τοῦ τεμένους γενόμενα ὁμοίως πάντα καὶ θηρία καὶ ἀνθρώπους οὐ παρέχεσθαι σκιάν·
また次のようなことも言われていた。 聖域の内に入ったものは、獣であれ人間であれ、すべて同様に影を作らないのだと。
καὶ διὰ τοῦτο ἐς τὸ τέμενος θηρίου καταφεύγοντος οὐκ ἐθέλει οἱ συνεσπίπτειν ὁ κυνηγέτης, ἀλλὰ ὑπομένων ἐκτὸς καὶ ὁρῶν τὸ θηρίον οὐδεμίαν ἀπʼ αὐτοῦ θεᾶται σκιάν.
このため、獣が聖域に逃げ込んだとき、猟師は一緒に飛び込もうとはせず、外に留まってその獣を見つめるが、そこからは(獣からの)いかなる影も観察されない。
χρόνον μὲν δὴ τὸν ἴσον ἔπεισί τε ὁ ἥλιος τὸν ἐν τῷ οὐρανῷ καρκίνον καὶ ἐν Συήνῃ τῇ πρὸ Αἰθιοπίας οὔτε ἀπὸ δένδρων οὔτε ἀπὸ τῶν ζῴων γενέσθαι σκιὰν ἔστι·
確かに、太陽が天の蟹座を通過する同じ時期には、エチオピアの手前にあるシエネにおいては、樹木からも動物からも影が生じることはない。
τὸ δὲ ἐν τῷ Λυκαίῳ τέμενος τὸ αὐτὸ ἐς τὰς σκιὰς ἀεί τε καὶ ἐπὶ πασῶν πέπονθε τῶν ὡρῶν.
しかし、リュカイオンの聖域は、影に関して同じこの状態を、常に、そしてすべての季節において示している。