§8.37.6τὰ μὲν δὴ ἐς τὸν Ἄνυτον ὑπὸ Ἀρκάδων λέγεται·
アニュトスに関する事はアカルディア人たちによって語られている。
Δήμητρος δὲ Ἄρτεμιν θυγατέρα εἶναι καὶ οὐ Λητοῦς, ὄντα Αἰγυπτίων τὸν λόγον Αἰσχύλος ἐδίδαξεν Εὐφορίωνος τοὺς Ἕλληνας.
一方、デメテルの娘がアルテミスであり、レトの娘ではないということ、それはエジプト人の説なのだが、エウポリオンの子アイスキュロスがギリシア人たちに教えた。
τὰ δὲ ἐς Κούρητας—οὗτοι γὰρ ὑπὸ τῶν ἀγαλμάτων πεποίηνται—καὶ τὰ ἐς Κορύβαντας ἐπειργασμένους ἐπὶ τοῦ βάθρου—γένος δὲ οἵδε ἀλλοῖον καὶ οὐ Κούρητες—, τὰ ἐς τούτους παρίημι ἐπιστάμενος.
クレテスに関する事――というのも、彼らは神像の下に作られているからだ――および台座の上に浮き彫りにされたコリュバスたちに関する事――これらは別の一族であって、クレテスではない――、これらに関する事は、私は知ってはいるが省略する。
§8.37.7τῶν δὲ ἡμέρων οἱ Ἀρκάδες δένδρων ἁπάντων πλὴν ῥοιᾶς ἐσκομίζουσιν ἐς τὸ ἱερόν.
アカルディア人たちは、石榴を除くすべての栽培種の樹木を聖所に持ち込む。
ἐν δεξιᾷ δὲ ἐξιόντι ἐκ τοῦ ναοῦ κάτοπτρον ἡρμοσμένον ἐστὶν ἐν τῷ τοίχῳ·
神殿を出て行くとき右手の壁には、鏡がはめ込まれている。
τοῦτο ἤν τις προσβλέπῃ τὸ κάτοπτρον, ἑαυτὸν μὲν ἤτοι παντάπασιν ἀμυδρῶς ἢ οὐδὲ ὄψεται ἀρχήν, τὰ δὲ ἀγάλματα τῶν θεῶν καὶ αὐτὰ καὶ τὸν θρόνον ἔστιν ἐναργῶς θεάσασθαι.
この鏡を誰かが見つめると、自分自身は全くかすかに見えるか、あるいはそもそも見えさえしないが、神々の神像そのものや、玉座は、はっきりと見ることができる。
§8.37.8παρὰ δὲ τὸν ναὸν τῆς Δεσποίνης ὀλίγον ἐπαναβάντι ἐν δεξιᾷ Μέγαρόν ἐστι καλούμενον, καὶ τελετήν τε δρῶσιν ἐνταῦθα καὶ τῇ Δεσποίνῃ θύουσιν ἱερεῖα οἱ Ἀρκάδες πολλά τε καὶ ἄφθονα.
デスポイナの神殿の傍らを少し登った右手に、メガロンと呼ばれる建物があり、そこで彼らは秘儀を執り行い、アカルディア人たちはデスポイナに多くの、ふんだんな犠牲獣を捧げる。
θύει μὲν δὴ αὐτῶν ἕκαστος ὅ τι κέκτηται·
彼らの一人ひとりが、自分が所有しているものを捧げる。
τῶν ἱερείων δὲ οὐ τὰς φάρυγγας ἀποτέμνει ὥσπερ ἐπὶ ταῖς ἄλλαις θυσίαις, κῶλον δὲ ὅ τι ἂν τύχῃ, τοῦτο ἕκαστος ἀπέκοψε τοῦ θύματος.
犠牲獣の喉を、他の犠牲祭におけるように切り裂くのではなく、手足のいずれか、たまたま当たったものを、一人ひとりが犠牲獣から切り取る。
§8.37.9ταύτην μάλιστα θεῶν σέβουσιν οἱ Ἀρκάδες τὴν Δέσποιναν, θυγατέρα δὲ αὐτὴν Ποσειδῶνός φασιν εἶναι καὶ Δήμητρος.
アカルディア人たちは、神々のうちで特にこのデスポイナを崇拝しており、彼女はポセイドンとデメテルの娘であると言っている。
ἐπίκλησις ἐς τοὺς πολλούς ἐστιν αὐτῇ Δέσποινα, καθάπερ καὶ τὴν ἐκ Διὸς Κόρην ἐπονομάζουσιν, ἰδίᾳ δέ ἐστιν ὄνομα Περσεφόνη, καθὰ Ὅμηρος καὶ ἔτι πρότερον Πάμφως ἐποίησαν·
大衆の間での彼女の通称はデスポイナであり、これはゼウスの娘をコレーと名付けるのと同様である。 しかし、個別的にはペルセポネという名であり、これはホメロスや、さらにそれ以前のパンポスが詩に詠んだ通りである。
τῆς δὲ Δεσποίνης τὸ ὄνομα ἔδεισα ἐς τοὺς ἀτελέστους γράφειν.
だが、デスポイナの名前を、未入信者たちのために書くことを、私は恐れた。
§8.37.10ὑπὲρ δὲ τὸ καλούμενον Μέγαρόν ἐστιν ἄλσος τῆς Δεσποίνης ἱερὸν θριγκῷ λίθων περιεχόμενον, ἐντὸς δὲ αὐτοῦ δένδρα καὶ ἄλλα καὶ ἐλαία καὶ πρῖνος ἐκ ῥίζης μιᾶς πεφύκασι·
いわゆるメガロンの上方には、石の垣根で囲まれたデスポイナの聖なる森があり、その内部には、他の様々な樹木とともに、オリーブとヒイラギガシが一つの根から生え出ている。
τοῦτο οὐ γεωργοῦ σοφίας ἐστὶν ἔργον.
これは農夫の技術の仕業ではない。
ὑπὲρ δὲ τὸ ἄλσος καὶ Ἱππίου Ποσειδῶνος, ἅτε πατρὸς τῆς Δεσποίνης, καὶ θεῶν ἄλλων εἰσὶ βωμοί·
森の上方には、デスポイナの父親としてのポセイドン・イッピオスや、他の神々の祭壇がある。
τῷ τελευταίῳ δὲ ἐπίγραμμά ἐστι θεοῖς αὐτὸν τοῖς πᾶσιν εἶναι κοινόν.
最後の祭壇には、それがすべての神々に共通のものであるという碑文がある。
§8.37.11ἐντεῦθεν δὲ ἀναβήσῃ διὰ κλίμακος ἐς ἱερὸν Πανός·
そこから、階段を通ってパンの聖所へと登ることになる。
πεποίηται δὲ καὶ στοὰ ἐς τὸ ἱερὸν καὶ ἄγαλμα οὐ μέγα, θεῶν δὲ ὁμοίως τοῖς δυνατωτάτοις καὶ τούτῳ μέτεστι τῷ Πανὶ ἀνθρώπων τε εὐχὰς ἄγειν ἐς τέλος καὶ ὁποῖα ἔοικεν ἀποδοῦναι πονηροῖς.
聖所へと通じる柱廊も、また大きくはない神像も作られている。 最も強力な神々と同様に、このパンにも、人間の祈りを成就へと導き、また悪人たちにはふさわしい報いを与えるという役割が分かち持たれている。
παρὰ τούτῳ τῷ Πανὶ πῦρ οὔ ποτε ἀποσβεννύμενον καίεται.
このパンの傍らでは、決して消されることのない火が燃えている。
λέγεται δὲ ὡς τὰ ἔτι παλαιότερα καὶ μαντεύοιτο οὗτος ὁ θεός, προφῆτιν δὲ Ἐρατὼ Νύμφην αὐτῷ γενέσθαι ταύτην ἣ Ἀρκάδι τῷ Καλλιστοῦς συνῴκησε·
さらに古い時代には、この神は神託をも下しており、ニンフのエラトが彼の巫女であったと言われている。 このエラトは、カリストの子アルカスと結婚したその人である。
§8.37.12μνημονεύουσι δὲ καὶ ἔπη τῆς Ἐρατοῦς, ἃ δὴ καὶ αὐτὸς ἐπελεξάμην.
彼らはエラトの詩句をも記憶しており、それらは私自身も読んだ。
ἐνταῦθα ἔστι μὲν βωμὸς Ἄρεως, ἔστι δὲ ἀγάλματα Ἀφροδίτης ἐν ναῷ, λίθου τὸ ἕτερον λευκοῦ, τὸ δὲ ἀρχαιότερον αὐτῶν ξύλου.
ここにはアレスの祭壇があり、神殿の中にはアプロディテの神像が二つある。 一方は白い石で作られており、それらのうちより古い方は木で作られている。
ὡσαύτως δὲ καὶ Ἀπόλλωνός τε καὶ Ἀθηνᾶς ξόανά ἐστι·
同様に、アポロンとアテナの木像もある。
τῇ δὲ Ἀθηνᾷ καὶ ἱερὸν πεποίηται.
アテナには神殿も作られている。