Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.38.1-8.38.6

古城吕科苏拉与吕凯翁山的泽乌斯信仰

第 346 段,共 465 段 · 希腊语

内容简介

作者记述了被认为是最古老城市的吕科苏拉,随后介绍了吕凯翁山,论及当地关于泽乌斯抚养的传说、用于求雨仪式的奇特泉水,以及据传闯入者会在一年内死去且不投下任何影子的吕凯翁泽乌斯神圣地。

§8.38.1ἀνωτέρω δὲ ὀλίγον τείχους τε περίβολος τῆς Λυκοσούρας ἐστὶ καὶ οἰκήτορες ἔνεισιν οὐ πολλοί.
稍往上一点是吕科苏拉的城墙环绕,其中的居民不多。
πόλεων δέ, ὁπόσας ἐπὶ τῇ ἠπείρῳ ἔδειξε γῆ καὶ ἐν νήσοις, Λυκόσουρά ἐστι πρεσβυτάτη, καὶ ταύτην εἶδεν ὁ ἥλιος πρώτην· ἀπὸ ταύτης δὲ οἱ λοιποὶ ποιεῖσθαι πόλεις μεμαθήκασιν ἄνθρωποι.
在大地于大陆和岛屿上所示的所有城市中,吕科苏拉是最古老的,太阳最先看到它;从此,其余的人类学会了建立城市。
§8.38.2ἐν ἀριστερᾷ δὲ τοῦ ἱεροῦ τῆς Δεσποίνης τὸ ὄρος ἐστὶ τὸ Λύκαιον· καλοῦσι δὲ αὐτὸ καὶ Ὄλυμπον καὶ Ἱεράν γε ἕτεροι τῶν Ἀρκάδων κορυφήν.
在得斯波伊娜圣所的左侧是吕凯翁山;一些阿卡迪亚人也称它为奥林匹斯,而另一些人则称它为圣顶。
τραφῆναι δὲ τὸν Δία φασὶν ἐν τῷ ὄρει τούτῳ· καὶ χώρα τέ ἐστιν ἐν τῷ Λυκαίῳ Κρητέα καλουμένη—αὕτη δὲ ἡ Κρητέα ἐστὶν ἐξ ἀριστερᾶς Ἀπόλλωνος ἄλσους ἐπίκλησιν Παρρασίου—καὶ τὴν Κρήτην, ἔνθα ὁ Κρητῶν ἔχει λόγος τραφῆναι Δία, τὸ χωρίον τοῦτο εἶναι καὶ οὐ τὴν νῆσον ἀμφισβητοῦσιν οἱ Ἀρκάδες.
他们说泽乌斯是在这座山上长大的;在吕凯翁有一个被称为克里特亚的地方——这克里特亚位于通称为帕拉西奥斯的大力神阿波罗圣林左侧——阿卡迪亚人争辩说,克里特人传说中泽乌斯长大成人之地的克里特是这个地方,而不是那个岛屿。
§8.38.3ταῖς Νύμφαις δὲ ὀνόματα, ὑφʼ ὧν τὸν Δία τραφῆναι λέγουσι, τίθενται Θεισόαν καὶ Νέδαν καὶ Ἁγνώ· καὶ ἀπὸ μὲν τῆς Θεισόας πόλις ᾠκεῖτο ἐν τῇ Παρρασίᾳ, τὰ δὲ ἐπʼ ἐμοῦ μοίρας τῆς Μεγαλοπολίτιδός ἐστιν ἡ Θεισόα κώμη· τῆς Νέδας δὲ ὁ ποταμὸς τὸ ὄνομα ἔσχηκε· τῆς δὲ Ἁγνοῦς, ἣ ἐν τῷ ὄρει τῷ Λυκαίῳ πηγὴ κατὰ τὰ αὐτὰ ποταμῷ τῷ Ἴστρῳ πέφυκεν ἴσον παρέχεσθαι τὸ ὕδωρ ἐν χειμῶνι ὁμοίως καὶ ἐν ὥρᾳ θέρους.
对于据说抚养了泽乌斯的宁芙们,他们给她们起名叫忒索阿、内达和阿格诺;忒索阿曾在帕拉西亚是一座有人居住的城市,但在我的时代,忒索阿是梅加洛波利斯地区的一个村庄;内达河的名字得自内达;而得名于阿格诺的吕凯翁山上的泉水,具有像伊斯特罗斯河一样,在冬季和夏季同样提供等量水的特性。
§8.38.4ἢν δὲ αὐχμὸς χρόνον ἐπέχῃ πολὺν καὶ ἤδη σφίσι τὰ σπέρματα ἐν τῇ γῇ καὶ τὰ δένδρα αὐαίνηται, τηνικαῦτα ὁ ἱερεὺς τοῦ Λυκαίου Διὸς προσευξάμενος ἐς τὸ ὕδωρ καὶ θύσας ὁπόσα ἐστὶν αὐτῷ νόμος, καθίησι δρυὸς κλάδον ἐπιπολῆς καὶ οὐκ ἐς βάθος τῆς πηγῆς· ἀνακινηθέντος δὲ τοῦ ὕδατος ἄνεισιν ἀχλὺς ἐοικυῖα ὁμίχλῃ, διαλιποῦσα δὲ ὀλίγον γίνεται νέφος ἡ ἀχλὺς καὶ ἐς αὑτὴν ἄλλα ἐπαγομένη τῶν νεφῶν ὑετὸν τοῖς Ἀρκάσιν ἐς τὴν γῆν κατιέναι ποιεῖ.
如果干旱持续很长时间,他们在土里的种子和树木已经开始枯萎,那时吕凯翁泽乌斯的神官向水祈祷并按照他的习俗进行献祭之后,将一根橡树枝浸在泉水表面,而不是深处;水被搅动后,会升起像雾一样的霭,稍隔片刻,霭便化作乌云,并把其他云彩吸引到自己身边,使雨水降落到阿卡迪亚人的土地上。
§8.38.5ἔστι δὲ ἐν τῷ Λυκαίῳ Πανός τε ἱερὸν καὶ περὶ αὐτὸ ἄλσος δένδρων καὶ ἱππόδρομός τε καὶ πρὸ αὐτοῦ στάδιον· τὸ δὲ ἀρχαῖον τῶν Λυκαίων ἦγον τὸν ἀγῶνα ἐνταῦθα.
在吕凯翁有潘神的圣所,周围有树林、赛马场,前面还有竞技场;在古代,他们在这里举行吕凯亚运动会。
ἔστι δὲ αὐτόθι καὶ ἀνδριάντων βάθρα, οὐκ ἐπόντων ἔτι ἀνδριάντων· ἐλεγεῖον δὲ ἐπὶ τῶν βάθρων ἑνὶ Ἀστυάνακτός φησιν εἶναι τὴν εἰκόνα, τὸν δὲ Ἀστυάνακτα εἶναι γένος τῶν ἀπὸ Ἀρκάδος.
这里还有雕像的底座,尽管雕像已经不在了;其中一个底座上的挽歌诗说,该像是阿斯蒂亚纳克斯的,而阿斯蒂亚纳克斯是阿尔卡斯后裔的子孙。
§8.38.6τὸ δὲ ὄρος παρέχεται τὸ Λύκαιον καὶ ἄλλα ἐς θαῦμα καὶ μάλιστα τόδε.
吕凯翁山还呈现出其他令人惊奇的事物,尤其是这一个。
τέμενός ἐστιν ἐν αὐτῷ Λυκαίου Διός, ἔσοδος δὲ οὐκ ἔστιν ἐς αὐτὸ ἀνθρώποις· ὑπεριδόντα δὲ τοῦ νόμου καὶ ἐσελθόντα ἀνάγκη πᾶσα αὐτὸν ἐνιαυτοῦ πρόσω μὴ βιῶναι.
山上有一个吕凯翁泽乌斯的圣地,人类不得入内;如果有人无视法律强行进入,他绝不能活过一年。
καὶ τάδε ἔτι ἐλέγετο, τὰ ἐντὸς τοῦ τεμένους γενόμενα ὁμοίως πάντα καὶ θηρία καὶ ἀνθρώπους οὐ παρέχεσθαι σκιάν· καὶ διὰ τοῦτο ἐς τὸ τέμενος θηρίου καταφεύγοντος οὐκ ἐθέλει οἱ συνεσπίπτειν ὁ κυνηγέτης, ἀλλὰ ὑπομένων ἐκτὸς καὶ ὁρῶν τὸ θηρίον οὐδεμίαν ἀπʼ αὐτοῦ θεᾶται σκιάν.
还有这样的传说,进入圣地内部的一切,无论是野兽还是人类,同样都不投下影子;因此,当野兽逃进圣地避难时,猎人不愿和它一起冲进去,而是留在外面看着野兽,看不到它有任何影子。
χρόνον μὲν δὴ τὸν ἴσον ἔπεισί τε ὁ ἥλιος τὸν ἐν τῷ οὐρανῷ καρκίνον καὶ ἐν Συήνῃ τῇ πρὸ Αἰθιοπίας οὔτε ἀπὸ δένδρων οὔτε ἀπὸ τῶν ζῴων γενέσθαι σκιὰν ἔστι· τὸ δὲ ἐν τῷ Λυκαίῳ τέμενος τὸ αὐτὸ ἐς τὰς σκιὰς ἀεί τε καὶ ἐπὶ πασῶν πέπονθε τῶν ὡρῶν.
诚然,在太阳通过天空中巨蟹座的相同时期,在埃塞俄比亚前方的塞恩,树木和动物都没有影子;但吕凯翁山上的圣地在影子方面,却始终在所有季节里都处于同样的状况。

词汇与语法注释

  1. §8.38.1ποιεῖσθαι — 动词 ποιεῖσθαι 为中动语态不定式,表示主语“人类”(ἄνθρωποι)“为自己”建立(城市),体现了间接中动语态表示自身利益的作用。
  2. §8.38.2τὴν Κρήτην... εἶναι — 这是作动词 ἀμφισβητοῦσιν(主张、争论)宾语的“对格加不定式”结构。τὴν Κρήτην 是不定式 εἶναι 的主语,而 τὸ χωρίον τοῦτο 是表语,表示阿卡迪亚人主张“克里特”是指这个地方,而不是那个岛屿。
  3. §8.38.3τῆς δὲ Ἁγνοῦς — 此属格延续了前句的句式(“从内达【τῆς Νέδας】,河流得到了名字”),但随后的主句结构变为“泉水【πηγή】……具有【πέφυκεν】性质”。在语义上,需要补足如“源于阿格诺,泉水【得到了名字】”之类的省略。
  4. §8.38.6ὑπεριδόντα δὲ τοῦ νόμου καὶ ἐσελθόντα — 对格分词 ὑπεριδόντα 和 ἐσελθόντα 修饰 αὐτόν,后者是跟在无人称表达 ἀνάγκη [ἐστί](……是不可避免的)之后的动词不定式 βιῶναι(生存)的对格主语。

引用这一段

保萨尼亚斯, 希腊志 §8.38.1-8.38.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.38.1-8.38.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。