§8.38.7ἔστι δὲ ἐπὶ τῇ ἄκρᾳ τῇ ἀνωτάτω τοῦ ὄρους γῆς χῶμα, Διὸς τοῦ Λυκαίου βωμός, καὶ ἡ Πελοπόννησος τὰ πολλά ἐστιν ἀπʼ αὐτοῦ σύνοπτος·
山の最上部には土の盛り土があり、それはリュカイオンのゼウスの祭壇であって、ペロポネソス半島の大部分がそこから見渡せる。
πρὸ δὲ τοῦ βωμοῦ κίονες δύο ὡς ἐπὶ ἀνίσχοντα ἑστήκασιν ἥλιον, ἀετοὶ δὲ ἐπʼ αὐτοῖς ἐπίχρυσοι τά γε ἔτι παλαιότερα ἐπεποίηντο.
祭壇の前には、東に向かって二本の柱が立っており、さらに古い時代にはその上に金めっきの鷲が作られていた。
ἐπὶ τούτου τοῦ βωμοῦ τῷ Λυκαίῳ Διὶ θύουσιν ἐν ἀπορρήτῳ·
この祭壇の上で、彼らはリュカイオンのゼウスに秘密の儀式の中で生贄を捧げる。
πολυπραγμονῆσαι δὲ οὔ μοι τὰ ἐς τὴν θυσίαν ἡδὺ ἦν, ἐχέτω δὲ ὡς ἔχει καὶ ὡς ἔσχεν ἐξ ἀρχῆς.
しかし、この生贄の儀式に関することを深く探究することは私にとって快いことではなかった。 それは現状のままで、そして最初からそうであったままであらせておこう。
§8.38.8ἔστι δὲ ἐν τοῖς πρὸς ἀνατολὰς τοῦ ὄρους Ἀπόλλωνος ἱερὸν ἐπίκλησιν Παρρασίου·
山の東の方には、パッラシオスという異名のアポロンの聖所がある。
τίθενται δὲ αὐτῷ καὶ Πύθιον ὄνομα.
彼らはこれにピュティオスという名も与えている。
ἄγοντες δὲ τῷ θεῷ κατὰ ἔτος ἑορτὴν θύουσι μὲν ἐν τῇ ἀγορᾷ κάπρον τῷ Ἀπόλλωνι τῷ Ἐπικουρίῳ, θύσαντες δὲ ἐνταῦθα αὐτίκα τὸ ἱερεῖον κομίζουσιν ἐς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Παρρασίου σὺν αὐλῷ τε καὶ πομπῇ, καὶ τά τε μηρία ἐκτεμόντες καίουσι καὶ δὴ καὶ ἀναλίσκουσιν αὐτόθι τοῦ ἱερείου τὰ κρέα.
彼らは神のために毎年祭りを催し、広場において助っ人(エピクリオス)アポロンに雄野豚を犠牲として捧げるが、そこで犠牲を捧げると、直ちにその犠牲獣を笛の音と行列を伴ってパッラシスのアポロンの聖所へと運び、太ももの骨を切り取って焼き、さらにその犠牲獣の肉をその場で平らげるのである。
§8.38.9ταῦτα μὲν οὕτω ποιεῖν νομίζουσι, τοῦ Λυκαίου δὲ τὰ πρὸς τῆς ἄρκτου γῆ ἐστιν ἡ Θεισοαία·
彼らはこれらのことをこのように行うのを習わしとしている。 リュカイオンの北の方にはテイソア地方がある。
οἱ δὲ ἄνθρωποι μάλιστα οἱ ταύτῃ νύμφην τὴν Θεισόαν ἄγουσιν ἐν τιμῇ.
この地の人間たちは、特にニンフのテイソアを重んじている。
διὰ δὲ τῆς χώρας τῆς Θεισοαίας ῥέοντες ἐμβάλλουσιν ἐς τὸν Ἀλφειὸν Μυλάων, ἐπὶ δὲ αὐτῷ Νοῦς καὶ Ἀχελῷος καὶ Κέλαδός τε καὶ Νάλιφος.
テイソア地方を流れてアルフェイオス川に流れ込むのは、ミュラオン川、そしてその次にヌース川、アヘロオス川、ケラドス川、およびナリフォス川である。
Ἀχελῴω δὲ τῷ Ἀρκάδι εἰσὶν ἄλλοι δύο ὁμώνυμοί τε αὐτῷ ποταμοὶ καὶ τὰ ἐς δόξαν φανερώτεροι·
アルカディアのアヘロオス川に対しては、同じ名前を持つ、そして評判においてより有名な他の二つの川がある。
§8.38.10τὸν μέν γε ἐπὶ τὰς Ἐχινάδας κατιόντα Ἀχελῷον διὰ τῆς Ἀκαρνάνων καὶ διʼ Αἰτωλίας ἔφησεν ἐν Ἰλιάδι Ὅμηρος ποταμῶν τῶν πάντων ἄρχοντα εἶναι, ἕτερον δὲ Ἀχελῷον ῥέοντα ἐκ Σιπύλου τοῦ ὄρους ἐποιήσατο αὐτόν τε τὸν ποταμὸν καὶ τὸ ὄρος τὸν Σίπυλον τοῦ λόγου προσθήκην τοῦ ἐς Νιόβην·
すなわち、エキナデス諸島へ流れ下るアヘロオス川については、アカルナニアとアイトリアを通り、すべての川の支配者であるとホメロスが『イリアス』の中で述べており、もう一つのアヘロオス川はシピュロス山から流れるもので、ホメロスはその川自体とシピュロス山をニオベに関する話の挿話とした。
τρίτῳ δʼ οὖν καὶ τῷ περὶ τὸ ὄρος τὸ Λύκαιόν ἐστιν ὄνομα Ἀχελῷος.
ともあれ、リュカイオン山の周りにある第三の川にもアヘロオスという名があるのだ。
§8.38.11τῆς Λυκοσούρας δέ ἐστιν ἐν δεξιᾷ Νόμια ὄρη καλούμενα, καὶ Πανός τε ἱερὸν ἐν αὐτοῖς ἐστι Νομίου καὶ τὸ χωρίον ὀνομάζουσι Μέλπειαν, τὸ ἀπὸ τῆς σύριγγος μέλος ἐνταῦθα Πανὸς εὑρεθῆναι λέγοντες.
リュコスラの右側にはノミアと呼ばれる山々があり、そこには牧生(ノミオス)のパンの聖所があり、その場所を彼らはメルペイアと呼んでいる。 パンのシュリンクスによる旋律がここで発見されたと言っているからである。
κληθῆναι δὲ τὰ ὄρη Νόμια προχειρότατον μέν ἐστιν εἰκάζειν ἐπὶ τοῦ Πανὸς ταῖς νομαῖς, αὐτοὶ δὲ οἱ Ἀρκάδες νύμφης εἶναί φασιν ὄνομα.
山々がノミアと名付けられたことについては、パンの放牧に由来すると推測するのが最も手っ取り早いが、アルカディア人自身はそれがニンフの名であると言っている。